ἡμέτερα, μᾶλλον δὲ τὰ τοῦ θεοῦ, νοῦν μὲν ἔχοντα ἀληθῆ, λέξιν δὲ ἁπλῆν. τούτων καταξιωθέντες εὐχώμεθα «νοῦν Χριστοῦ» ἔχειν καὶ «ἐν καινότητι ζωῆς» περιπατεῖν, μὴ ἄλλα ἐν τῇ καρδίᾳ δεικνύντες ἕτερα δὲ ἐν τῇ ἐπιφανείᾳ. μισητὸν γὰρ παρὰ θεῷ τὸ ψευδὲς καὶ δολερὸν ἦθος. διὸ καὶ ὁ κύριος σαφῶς καὶ εὐκρινῶς ὑπέδειξε «τὰ κοινοῦντα τὸν ἄνθρωπον» ἔνδοθεν «ἐκ τῆς καρδίας» ἐκπορεύεσθαι, καὶ πάλιν τὸν Φαρισαῖον κατακρίνων, μᾶλλον δὲ ἕκαστον ἡμῶν, ὡς τυφλὸν ὄντα κατὰ τὸν ἔσω ἄνθρωπον μυστηρίων θείων, φησίν· «Φαρισαῖε τυφλέ, τὸ ἔσωθεν τοῦ ποτηρίου πλῦνον, ἵνα γένηται καὶ τὸ ἔξωθεν καθαρόν». ὁ γὰρ ἐπὶ τὴν ἄκραν λαμπρότητα τῶν ἐντὸς τὴν σπουδὴν θέμενος, τουτέστι περὶ τὸν νοῦν καὶ τὴν ψυχὴν διὰ παντὸς ἀσχολούμενος, καὶ τὸν ἔξω συνεκπλύνει δηλαδή. παρακαλῶ οὖν μὴ ἐναπομείνωμεν τοῖς ἔξωθεν ἤθεσι καὶ σχήμασιν, «ναὸς θεοῦ» καθαρὸς γενώμεθα, ἀκούσωμεν τοῦ παραινοῦντος ἡμῖν· «ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα θεοῦ ἀμώμητα»· ἄμωμος γάρ ἐστιν ὁ μὴ ἐν καρδίᾳ ἀνομίας ἐργαζόμενος, ὁ μὴ ἔχων «σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων», ὁ εἰδὼς τί ἐστι· «πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν» καὶ οὐκ ἔξωθεν, ὁ ἀψευδῶς λέγων· «ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου», ὁ σημειωθεὶς ὑπὸ τοῦ προσώπου τοῦ Χριστοῦ, μᾶλλον δὲ ὁ ἐνεργηθείς, ὁ ἀγωνιζόμενος φθάσαι «εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ», ὁ τὴν παρ' ἀνθρώποις εὐδο169 ξίαν ἀποφεύγων, μεταδιώκων δὲ τὴν ἀπὸ τοῦ θεοῦ δόξαν τὴν ἐνεργοῦσαν τῇ καθαρᾷ καρδίᾳ. ὥσπερ γὰρ ἐνεργεῖ τὸ ἀπαύγασμα τῆς δόξης τοῦ ἡλίου τούτου ταῖς σαρκικαῖς ὄψεσιν, οὕτως ἐνεργεῖ ἡ δόξα τοῦ ἁγίου πνεύματος τοῖς κατὰ τὸν ἔσω ἄνθρωπον καθαροῖς ὄμμασιν ὥστε ὁ σπουδάζων διὰ τῶν κατορθωμάτων τοῦ ἔξω ἀνθρώπου καὶ τῆς ματαίας αὐτοῦ δυνάμεως δικαιωθῆναι τοιοῦτός ἐστιν ὡς ὁ «ζῆλον θεοῦ» ἔχων «ἀλλ' οὐ κατ' ἐπίγνωσιν» ὡς ὁ ὀφείλων εἶναι διδάσκαλος κατὰ «τὸν χρόνον» καὶ «πάλιν» χρῄζων διδαχῆς, ὡς ὁ «στερεᾶς τροφῆς» καταξιοῦσθαι ὀφείλων, μετέχων δὲ «γάλακτος», ὡς ὁ ἀρξάμενος «πνεύματι, νῦν» δὲ «σαρκὶ» ἐπιτελῶν. γινωσκέτω τοίνυν ὁ τοιοῦτος, ὅτι «πᾶσα ἡ» τοῦ ἔξω ἀνθρώπου «δικαιοσύνη» «ὡς ῥάκος ἀποκαθημένης» ἐλογίσθη παρὰ τῷ προφήτῃ καὶ παρὰ τῷ ἀποστόλῳ δὲ «σκύβαλα».
Ἡμῖν δὲ γένοιτο τῇ τοῦ θεοῦ δικαιοσύνῃ ὑποταγῆναι τῇ ἐν τῷ ἔσω ἀνθρώπῳ ἐπιτελουμένῃ, ἐν ᾧ τὸ τοῦ Χριστοῦ βῆμα ἅμα τῷ ἀχράντῳ ἁγιαστηρίῳ ἔστηκεν. «τοῦτο» γάρ ἐστι «κόπος ἐνώπιόν μου» (φησίν) «ἕως εἰσέλθω εἰς τὸ ἁγιαστήριον τοῦ θεοῦ», ὅπως «τὸ μαρτύριον τῆς συνειδήσεως» καυχήσηται «ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ» τοῦ λυτρουμένου ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν καὶ καθαρίζοντος τὴν συνείδησιν ἡμῶν ἀπὸ «νεκρῶν ἔργων», ἵνα «τῷ πνεύματι» τοῦ θεοῦ λατρεύσωμεν καὶ μὴ «ἐν σαρκὶ» ὦμεν «πεποιθότες», ἵνα γνῶμεν τί προσκυνοῦμεν κατὰ τὸν εἰπόντα· «ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν». τούτων γὰρ ὁ μάρτυς ἐν οὐρανῷ πιστός, ἐπειδὴ «κατενώπιον τοῦ θεοῦ ἐν Χριστῷ λαλοῦμεν», οὐχ ἕτερόν τι φρονοῦντες ἢ ὅτι «καλὸν τὴν καρδίαν χάριτι βεβαιοῦσθαι» καὶ «μὴ διδαχαῖς ποικίλαις καὶ ξέναις» παραφέρεσθαι. εὐχόμεθα δὲ ῥυσθῆναί σε τῆς παρὰ ἀνθρώπων εὐδοξίας τῆς ὡς ἔοικε πανούργως καὶ σοφῶς παγιδευούσης, μὴ κτήσασθαι τὴν ἐκ τῆς τοῦ θεοῦ δυνάμεως κυβέρνησιν, ἵνα μήτε τῷ φαυλισμῷ τῶν ἀνθρώπων ποτὲ ἡττηθῇς, μήτε πάλιν τῷ μακαρισμῷ ἐπαρθῇς. πείσθητι τῷ ὁδηγοῦντί σε «εἰς πᾶσαν» αὐτοῦ «τὴν ἀλήθειαν». κοινωνησάτω 170 ἡ ψυχή σου τῷ Χριστῷ, ὡς κοινωνεῖ νύμφη νυμφίῳ· «τὸ» γὰρ «μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν» ἄμωμον ψυχήν· οὐδεὶς γὰρ ἀπογράφεται ἐν τῇ «ἐκκλησίᾳ» τῶν «ἐν οὐρανοῖς πρωτοτόκων» εἰ μὴ ἡ ἄμωμος ψυχή, καὶ οὐδεὶς «στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ».