Vita Porphyrii episcopi Gazensis
δοξαζόμενος, πατάξει σου τὴν γλῶσσαν καὶ φιμώσει σου τὸ στόμα, ἵνα μὴ λαλῇ δύσφημα.
Θεσσαλονίκην, καὶ ἐμφανίσας τὴν ἔγγραφον ἐντολήν, διένειμον τὰ πράγματα μετὰ τῶν αὐτοῦ ἀδελφῶν. ∆ιαπέπρακα δὲ αὐτοῖς τὰ λαχόντα μοι κτήματα χρυσῶν τρισχιλίων, τὰ δὲ ἐσθήματα καὶ ἀργυρώματα ἤγαγον μεθ' ἑαυτοῦ καὶ ἄλλους χρυσοῦς χιλίους τετρακοσίους, καὶ συναγαγὼν πάντα διὰ μηνῶν τριῶν, ἐπανέπλευσα φθάσας δι' ἡμερῶν δέκα δύο εἰς τὸ ἐμπορεῖον Ἀσκάλωνος, κἀκεῖθεν μισθωσάμενος κτήνη καὶ ταῦτα φορτώσας, ἀνῆλθον εἰς τὴν ἁγίαν πόλιν. Εὐθέως δὲ ὡς ἐθεάσατό με ὁ τρισμακάριος, περιεπτύξατό με μετὰ χαρᾶς καὶ δακρύων (δύναται καὶ χαρὰ κινῆσαι δάκρυον), ἐγὼ δὲ αὐτὸν οὐκ ἔγνων· εἶχεν γὰρ τὸ σῶμα ἐρρωμένον σφόδρα καὶ τὴν ὄψιν ἐρυθράν. Ἀνεκύλιον δὲ τοὺς ἐμοὺς ὀφθαλμοὺς πυκνῶς αὐτῷ ἐνορῶν.
7 Αὐτὸς δὲ νοήσας καὶ ὑπομειδιάσας χαριεντῶς ἔφη· Μὴ θαυμάσῃς, ἀδελφὲ Μάρκε, ὁρῶν με ὑγιῆ καὶ ἐρρωμένον, ἀλλὰ μάθε τὴν αἰτίαν τῆς ὑγείας καὶ τότε ὑπερθαύμασον τὴν ἄφατον φιλανθρωπίαν τοῦ Χριστοῦ, πῶς τὰ ἀπελπισμένα τοῖς ἀνθρώποις παρ' αὐτῷ εὐδιόρθωτα τυγχάνει. Ἐγὼ δὲ παρεκάλουν αὐτὸν εἰπεῖν μοι τὴν αἰτίαν τῆς ὑγείας καὶ πῶς τοιοῦτον πάθος περιέγραψεν. Ὃ δέ μοι ἀπεκρίνατο· Πρὸ ἡμερῶν περί που τεσσαράκοντα, ἐμοῦ ὄντος ἐν τῇ ἀγρυπνίᾳ τῆς ἁγίας κυριακῆς, κατέσχεν με ἄφατος ὀδύνη τοῦ ἥπατος, καὶ μὴ φέρων τὴν ἀλγηδόνα, ἀπελθὼν ἀνεκλίθην πλησίον τοῦ ἁγίου κρανίου, καὶ ἐκ τῆς πολλῆς ὀδύνης ἐγενόμην ὡς ἐν ἐκστάσει, καὶ ὁρῶ τὸν σωτῆρα καθηλωμένον ἐν σταυρῷ καὶ ἕνα τῶν λῃστῶν σὺν αὐτῷ κρεμάμενον ἐν ἄλλῳ σταυρῷ, καὶ ἄρχομαι κράζειν καὶ λέγειν τὴν φωνὴν τοῦ λῃστοῦ· «Μνήσθητί μου, κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου». Καὶ ἀποκριθεὶς ὁ σωτὴρ λέγει τῷ κρεμαμένῳ λῃστῇ· Κάτελθε ἐκ τοῦ σταυροῦ καὶ σῶσον ἐκεῖνον τὸν ἀνακείμενον ὥσπερ καὶ σὺ ἐσώθης. Καὶ κατελθὼν ὁ λῃστὴς ἐκ τοῦ σταυροῦ περιέλαβέν με καὶ κατεφίλησεν, καὶ προτείνας τὴν δεξιὰν ἀνέστησέν με λέγων· Ἐλθὲ πρὸς τὸν σωτῆρα. Καὶ εὐθέως ἀνέστην καὶ ἔδραμον πρὸς αὐτόν, καὶ ὁρῶ αὐτὸν καταβάντα ἐκ τοῦ σταυροῦ καὶ λέγοντά μοι· Λάβε τὸ ξύλον τοῦτο καὶ φύλαξον. Καὶ λαβὼν τὸ αὐτὸ τίμιον ξύλον καὶ βαστάσας, εὐθέως ἦλθον εἰς ἐμαυτὸν ἀπὸ τῆς ἐκστάσεως, καὶ ἐξ αὐτῆς τῆς ὥρας οὐκέτι μοι ὀδύνη ἐγένετο, οὐδὲ ὁ τόπος τοῦ πάθους δῆλός ἐστιν.
8 Ἐγὼ δὲ ταῦτα ἀκούσας, ὑπερεθαύμασα καὶ ἐδόξασα τὸν θεὸν τὸν ἀεὶ ἔλεος ποιοῦντα τοῖς ἐπικαλουμένοις αὐτόν, πολλῷ δὲ πλέον τοῖς γνησίως καὶ εἰλικρινῶς δεομένοις αὐτόν. Ἐξ ἐκείνου δὲ περισσότερον οἰκοδομήθην εἰς τὸν ἄνδρα (ὄντως γὰρ αὐτὸν εἶχον δοῦλον θεοῦ), καὶ ἀποκαταστήσας αὐτῷ πάντα ὅσα ἐνήνοχα, ἔμεινα παρ' αὐτῷ ἐξυπηρετούμενος αὐτῷ καὶ ἀπολαύων τῶν πνευματικῶν αὐτοῦ λόγων· ὄντως γὰρ ἦν ἄμεμπτος ἄνθρωπος, πραότατος, ἐλεήμων, ἔχων καὶ τὸ διακριτικὸν τῆς θείας γραφῆς καὶ διαλύων τὰ ἐν αὐτῇ ἀπορούμενα εἰ καί τις ἄλλος (ἀλλ' οὐδὲ τῆς ἔξωθεν παιδείας ἦν ἄμοιρος), ἀπαντῶν καὶ ἀποστομίζων ἀπίστους καὶ κακοπίστους, φιλόπτωχος, συμπαθητικός, ἐγγὺς ἔχων τὸ δάκρυον, γέροντας τιμῶν ὡς πατέρας, νεωτέρους ὡς ἀδελφούς, παιδία ὡς τέκνα, ἤπιον καὶ ταπεινὸν ἔχων τὸ ἦθος καὶ τὸν λόγον, οὐκ ἐν προσποιήσει ἀλλ' ἀληθείᾳ (οὔτε γὰρ ἦν δόλος ἐν αὐτῷ), σωφρονέστατος ὡς αὐτὸν φθάσαι τὴν τελείαν ἀπάθειαν, ἀόργητος, ἀμνησίκακος, μὴ συγχωρῶν τὸν ἥλιον δῦναι ἐπὶ τῷ παροργισμῷ αὐτοῦ, πάντα ἔχων τὰ πάθη νεκρά, πλὴν τοῦ θυμοῦ ὃν ἐκίνει κατὰ τῶν ἐχθρῶν τῆς πίστεως.
9 Λαβὼν δὲ παρ' ἐμοῦ τὰ χρήματα καὶ τὰ ἄλλα ἃ ἤνεγκα, καὶ πωλήσας τά τε ἐσθήματα καὶ ποιήσας τὸ πλεῖστον τοῦ ἀργύρου τίμια σκεύη, τὰ λοιπὰ εἴσω ὀλίγου χρόνου δέδωκεν τοῖς δεομένοις, οὐ μόνον ἐν τῇ ἁγίᾳ πόλει, ἀλλὰ καὶ ἐν ἄλλαις πόλεσι καὶ κώμαις καὶ μοναστηρίοις, μάλιστα τοῖς οὖσιν ἐν Αἰγύπτῳ· πολὺ γὰρ ἦν πτωχὰ τὰ ἐκεῖσε μοναστήρια. Ἀλλὰ καὶ τοῖς ξένοις τοῖς ἐνδημοῦσιν δεύτερος Ἀβραὰμ ἐγένετο. Ὅθεν διὰ βραχυτάτου χρόνου πᾶσαν τὴν περιουσίαν αὐτοῦ