σωματοφύλακας ἔχοντα ὡς διὰ φιλίας παροδεύοντα γῆς, ἰταμῶς συνεδίωξαν· ἐξαρτύσας δ' οὗτος ἅμα τῷ εἰς τὴν βασιλεύουσαν εἰσιέ 10 ναι τὰ περὶ τὸν πόλεμον εὐθαρσῶς, καὶ τῆς ἐνοχλούσης 10 ἀσθενείας ἐπιλαθόμενος (καὶ γὰρ ἦν τοῖς ἐπιληπτικοῖς, ὡς δέ τινες μελαγχολικοῖς κάτοχος), θᾶττον ἐξ ἁπασῶν τῶν ἐπαρχιῶν συνεστήσατο στρατιάν, καὶ μετὰ τῶν δυνάμεων τῇ Σαρδικῇ τῇ νῦν λεγομένῃ Τριαδίτζῃ καὶ δι' αὐτῆς Ἰλλυρικῷ προσβαλὼν κατὰ κράτος τοὺς ἀποστατήσαντας ἐτροπώσατο, καὶ τὴν χώραν αὐτῶν πολλὴν καὶ μεγάλην καὶ στενόπορον οὖσαν, καὶ χρόνοις πολλοῖς ἀνταγωνιζομένην τοῖς πρὸ τοῦ βασιλεῦσι διὰ τὸ δυσεξίτητον τῶν ἐν αὐτῇ αὐλώνων, ἰσχυρῶς παρεστήσατο, καὶ ἀθιγὴς ἐκεῖθεν ἀνέζευξε, τὰ ἐν ταύτῃ καταστησάμενος πράγματα, καὶ τὸν ἐπιφανῆ λαμπρῶς κατηγάγετο θρίαμβον, καὶ ἀγῶνα ἱππικόν τε καὶ πεζικὸν ἑορτάσας οὕτω δι' ὀλίγου τὸν ἐνταῦθα βίον κατέστρεψε, πολλὰ τῆς ἀρετῆς καταλιπὼν εἰκονίσματα, ζήσας ἐν τῇ βασιλείᾳ χρόνους ζʹ καὶ μῆνας ζʹ. Τῆς δὲ συζύγου τούτου καὶ βασιλίδος Ζωῆς ἐν τοῖς κατὰ νότον ἀνακτόροις ἐπανελθούσης ἀπὸ τῶν βορειοτέρων μερῶν τῆς πόλεως (ἐκεῖσε γὰρ ὁ βασιλεὺς περὶ τὴν τῶν ἁγίων ἀναργύρων μονὴν τὸν χοῦν ἐναπέθετο) σύλλογος εἶχε τὴν μεγαλόπολιν, καθὰ φιλεῖ ταῖς μεταβολαῖς τῶν πραγμάτων ἐγγίνεσθαι. οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ βασιλεὺς ἀνηγορεύθη Μιχαὴλ ὁ τοῦ προαπελθόντος βασιλέως ἀδελφιδοῦς, τὴν Καίσα 11 ρος τύχην ἐκ πολλῶν ἕλκων χρόνων, εἶτα τῇ ἀνακτορίσσῃ θέσει χρηματίσας υἱός, καὶ ὅρκοις φρικωδεστάτοις, οὐ μέλανι ἀλλ' αἵματι ἀχράντῳ τοῦ θεανθρώπου λόγου καὶ χειρὶ τοῦ μείζονος ἐν γεννητοῖς γυναικῶν βαπτιστοῦ ἐνσεσημασμένοις, ἀνόθευτον τὴν πρὸς αὐτὴν τάχα βεβαιωσάμενος πίστιν. καὶ ἦν ὁ ἀνὴρ ἐπὶ μὲν τῆς προτέρας διαγωγῆς κακιζόμενος καὶ τοῖς ἐπαινετῶς πολιτευομένοις μὴ συναπτόμενος, ἐπὶ δὲ τῆς βασιλικῆς ἀναβάσεως καὶ λίαν ἐγκωμιαζόμενός τε καὶ σεμνυνόμενος, οἷα φιλοτίμως ἄρτι πρῶτον ὑπὲρ τοὺς πρὸ αὐτοῦ βεβασιλευκότας τῇ συγκλήτῳ καὶ τοῖς ἄλλοις προσφερόμενος ὑπηκόοις, καὶ τιμαῖς περιβλέπτοις καὶ ἀξιώμασι πλείστους ὅσους καταγεραίρων, καὶ τὴν εὐνομίαν, εἴπερ τις ἄλλος, σπουδάζων ἀνεγερθῆναι, καὶ τῶν ἀδικουμένων ἐκδικητὴς ἀναφαινόμενος ἀπαραίτητος, καὶ δικαιοσύνην τῶν ἄλλων ἁπάντων ὑπεραίρων καὶ προτιμώμενος. ἐξήγαγε γὰρ καὶ τῆς χρονίας φρουρᾶς τόν τε Κωνσταντῖνον ἐκεῖνον τὸν ∆αλασσηνόν, ὡς ὕποπτον περὶ τῆς βασιλείας ἐν πύργῳ ἀποκλεισθέντα παρὰ τοῦ θείου αὐτοῦ, καὶ τὸν πατρίκιον ἐκεῖνον Γεώργιον τὸν Μανιάκην, ὃν καὶ τῷ τῶν μαγίστρων τετιμηκὼς ἀξιώματι καὶ κατεπάνω Ἰταλίας προεχειρίσατο. τοὺς δὲ συγγενεῖς αὑτοῦ, πολλοὺς μὲν καὶ πλουσίους φορτικοὺς δὲ δοκοῦντας τῷ βάρει τῶν πράξεων, ἄρδην ἐκ μέσου πεποίηκε, τὸν μὲν ἐξάρχοντα τούτων Ἰωάννην μοναχὸν καὶ ὀρφανοτρόφον, ὃς τὴν τῶν πραγμάτων εἶχεν 12 ὡς βασιλεὺς διοίκησιν, ἀϊδίῳ ἐλάσας φυγῇ, τοὺς δὲ λοιποὺς ἀκμῆτας καὶ τὸν ἴουλον ἐπανθοῦντας, οὓς δὲ καὶ προσήβους, ἐκτομίας ἀπεργασάμενος. καὶ τὸ γένος αὐτοῦ τοῦτον τὸν τρόπον καταστρέψας, ἄφρονα ζῆλον προσφέρειν τοῖς συνετοῖς ἔδοξεν, ἐψιλωμένον ἑαυτὸν τοσαύτης βοηθείας καὶ συγγενικῆς βοηθείας ἀπεργασάμενος. Ἀμέλει τοῦ καὶ κατὰ τὴν θείαν καὶ πάνδημον ἑορτὴν τῆς ὑπερφυοῦς ἀναστάσεως Χριστοῦ τοῦ θεοῦ ἡμῶν, ἥτις πάσχα σωτήριον τοῖς ὀρθοδόξως δοξάζουσι διωνόμασται, τῆς βασιλικῆς εὐτρεπιζομένης προόδου οἱ τῆς ἀγορᾶς προεξάρχοντες, πέπλα σηρικὰ πολυτελῶς ἐξυφασμένα τῇ γῇ καταστρώσαντες ἀπ' αὐτῶν τῶν ἀνακτόρων μέχρι τῶν τοῦ σεβασμίου καὶ μεγίστου ναοῦ τῆς τοῦ θεοῦ λόγον ἁγίας σοφίας πυλῶν, ἐπὶ τούτοις τὸν βασιλέα μετὰ τῆς δορυφορούσης αὐτὸν εὐταξίας διελθεῖν φιλοτίμως παρεσκευάκασι. μετὰ δὲ ταῦτα καὶ κατὰ τὴν νέαν κυριακὴν ἐφίππου τῆς προόδου γεγενημένης ἐπεριπετάννυντο ὧδε κἀκεῖσε τὰ