περικαθίσασα καὶ πρὸς τὸ ἐνθεάζειν ἑαυτὴν ἀνερεθίσασα καὶ ἀναβακχεύσασα. Τὸ μὲν οὖν τοὺς πολλοὺς ἐντεῦθεν ἐξαπατᾶσθαι οὐ πάνυ θαυμάζω· τὸ γὰρ τῆς ἐπιπνοίας καινὸν καὶ ἀσύνηθες ἐκπλήττει τὸν ἰδιώτην, καὶ θαυμάζειν ἢ καὶ πρεσβεύειν ποιεῖ τὸ δεικνύμενον. ἀρχιερεῖ δὲ τοῦτο πῶς δώσομεν γεγυμνασμένῳ τὰ αἰσθητήρια καὶ διάκρισιν εἰληφότι χείρονος καὶ βελτίονος; ὅς γε ἓν οἶδε μόνον πνεῦμα θεῖον προφητικαῖς καρδίαις ἐγκαινιζόμενον, κατάρχον, οὐ καταρχόμενον, δεσπόζον, οὐ δεσποζόμενον, οὐ συνθήμασί τισι καὶ κινήσεσιν εἰσπνεόμενον, ἀλλὰ νοῦ μετρούμενον, καθαρότητι καὶ ψυχῆς ἐμφαινόμενον τελειότητι. ἀλλ' ὁ μέγας τῆς ἀληθείας φωστὴρ καὶ τὸ τῆς διακρίσεως εἰληφὼς χάρισμα τὴν καινοτομίαν ταύτην τῆς πλάνης μεμαθηκώς, οὐκ ἀνεῖλεν εὐθύς, οὐκ ἐθριάμβευσεν, οὐ τοὺς παραδεδεγμένους ἀπώσατο, οὐ τοὺς λυμανθέντας ἰάσατο, οὐ τὸν καινὸν τοῦτον ἑλληνισμὸν καθεῖλεν ὡς ἀθεΐας ἀρχὴν- πολλοῦ γε καὶ δεῖ-, ἀλλ' ὥς τι μέγα καὶ λαμπρὸν ἕρμαιον εὑρηκώς, ὅλην εἰσποιεῖται τὴν πλάνην καὶ ταῖς Ἑλληνικαῖς εὐθὺς θεαγωγίαις ἁλίσκεται. καὶ ἵνα δὴ πρῶτον ἐντρυφήσῃ τοῖς ὀφθαλμοῖς, τὴν χρησμῳδὸν εἰσκαλεῖ καὶ τοῖς περὶ αὐτὴν τὸ ἑαυτοῦ ὑπανοίγνυσιν ἄδυτον. καὶ τὸ μὲν ἀσελγὲς ἐκεῖνο καὶ μανιῶδες εἴσεισι γύναιον τοῖς τελετάρχαις χειραγωγούμενον, παρ' ὧν καὶ ὁ μέγας ἐπαιδοτριβεῖτο πατὴρ ἐπὶ τὰ Μίθρου μυστήρια. καὶ ὁ τοῦ μεγάλου ἐπόπτης καὶ θεατὴς πνεύματος, ὁ μετὰ τῶν ἀρχαγγέλων ἱστάμενος καὶ μετὰ τῶν σεραφὶμ τὸν τρισάγιον ὕμνον ἀναφέρων θεῷ, ὁ θεωρὸς τοῦ μεγάλου καὶ ἀρχιερέως καὶ θύματος-ἀλλὰ πῶς ἂν ὑμῖν τὰ ἄρρητα διηγήσωμαι; πῶς δὲ μὴ χρανθήσωμαι τοιαύτην ἐξηγούμενος τελετήν; ἀλλὰ γὰρ ἀνάγκη λέγειν, ἐπειδήπερ εἰς τοιούτους λόγους ἐμπέπτωκα. ὁ τοίνυν τῶν θείων λαμπτὴρ καὶ τῶν τελουμένων φωστήρ, ὥσπερ ἐν ∆ελφοῖς ἑστηκὼς ὑποφρίσσων εἱστήκει τὴν μαντῳδὸν ἀναμένων φωνὴν καὶ σεβόμενος τὴν προφήτιδα. οἱ δὲ μυσταγωγοὶ ἑκατέρωθεν πρὸς τὴν θεαγωγίαν αὐτὴν παρεσκεύαζόν τε καὶ ἀνεβάκχευον, ἄων τὰς βλεφαρίδας ἐγείρειν προτρέποντες, δευρὶ τὴν χεῖρα κινεῖν, ἀλλὰ μὴ δευρί, οὕτω συμβιβάζειν τὼ πόδε. ἡ δὲ τέως μὲν ἐμαλθακίζετο λεπτοτέραν ἀφιεῖσα φωνὴν καὶ ἐδυσχέραινε τὴν ἐπίπνοιαν. ἐπεὶ δὲ ἡ πᾶσα ἐτελέσθη παρασκευή, ὑπεσείσθη τε ἀθρόον, ἴσως οὐκ ἐνεγκοῦσα τοῦ πνεύματος τὴν παχύτητα, καὶ ἄφωνος εὐθὺς ἦν, ὡς δέ φασιν οἱ τὰ ἐκείνων σεμνύνοντες, καὶ μετέωρος. εἶτα δὴ τὴν γλῶτταν κινήσασα-βαβαὶ τῶν πλάνων λόγων καὶ ληρημάτων. κίνησιν γὰρ τοῦ παντὸς κατεψεύδετο καὶ μελλόντων πρόρρησιν καὶ οὐρανίων κατάλογον τάξεων. προφῆται δέ τινες παρῄεσαν ἐπὶ τούτοις καὶ μάρτυρες καὶ γυναικῶν ὁσίων χορὸς καὶ πρὸ πάντων ὁ ἀκερσεκόμης, οὕτω τὸν Πρόδρομον λέγουσα μετὰ τῆς ὀρείου δασύτητος καὶ τῆς τοῦ προσώπου τραχύτητος. καὶ ἐπὶ πᾶσιν ἡ τοῦ λόγου μήτηρ, ἣν ὥσπερ ἀποικτιζομένη πολύπονον ἀπεκάλει, ὠδῖνας αὐτῇ καὶ ὀδύνας ἡ βλάσφημος γλῶσσα περὶ τὴν τοῦ λόγου γέννησιν καταψευδομένη καὶ λέγουσα. καὶ ταῦτα οὐ λόγος, ἀλλ' ἅπαντα μὲν οἶδε τὸ περὶ αὐτὸν δορυφορικὸν καὶ οἰκίδιον· οἶμαι δὲ καὶ ὑμῶν τοὺς πλείους μὴ ἀγνοεῖν. ἀλλὰ καὶ τὸ τοῦ πατριάρχου συγγενές, ὅσον τε εἰς τὴν γυναικωνῖτιν ἀνήκει καὶ ὅσον εἰς τὸν ἀνδρῶνα, πάντες κοινῇ συνομολογήσαιεν καὶ συμφωνήσαιεν. Καὶ τὰ πλείω δὲ παρῆκεν ὁ λόγος, τό τε μῆκος τῆς γραφῆς ὑφορώμενος καὶ τῇ αἰσχύνη τῶν πραγμάτων ἐπαισχυνόμενος. εἶχε μὲν οὖν οὕτω ταῦτα, καὶ πάλιν ἡ Κασταλία ἀνεκινήθη πηγὴ καὶ τὸ λαλοῦν ὕδωρ μαντικῶς ὑπερήχησε καὶ ὁ ∆ελφικὸς τρίπους τὴν ἀρχαίαν ἀνεκαλέσατο δύναμιν, καὶ ὁ τῶν θειοτέρων μυσταγωγὸς ἀτεχνῶς ἑλληνίζων <ὤφθη> καὶ τοῖς Χαλδαίων λόγοις ἑπόμενος. ὑμεῖς μὲν οὖν οἰήσεσθέ με πλείω τῶν πεφυκότων εἰπεῖν, ἐμοὶ δὲ ἔλαττον τῆς ἀληθείας εἰρῆσθαι δοκεῖ. οὔτε γὰρ τοὺς σχηματισμοὺς τῆς βακχείας εἴρηκα οὔτε τοὺς ὕθλους τῆς μελαγχολώσης γλώσσης