προφήτῃ πολλάκις ἀπεδίδρασκεν οὗτος τὸν τυραννοῦντα· ὅθεν ποτὲ καὶ πεφευγὼς εἰς πόλιν ἀλλοφύλων, ἥτις Γὲθ ἐπωνόμαστο, καὶ φοβηθεὶς ἁλῶναι μανίαν ὑποκρίνεται καὶ διέδρα πανσόφως. ταύτην οὖν ἀνεστήλωσε τὴν πρᾶξιν τῷ δεσπότῃ καὶ στήλην ἐπεγράψατο καὶ κοινὸν ᾄδει μέλος «ὑπὲρ λαοῦ τοῦ δυστυχοῦς καὶ θεοῦ μακρυνθέντος». «ἐλέησόν με» γάρ φησιν, «ὁ θεός, φιλανθρώπως, ὅτι με κατεπάτησεν ἄνθρωπος ἀναξίως.» Καὶ ὁ πεντηκοστόεκτος ἱστορεῖ τι λανθάνον. ὁ γὰρ ∆αυὶδ κρυπτόμενος τὸν Σαοὺλ μεμηνότα, δεινῶς καταδιώκοντα φεύγοντα τὸν προφήτην, ὑπό τι σπήλαιον βαθὺ κρύπτεται λανθανόντως. «στηλογραφίαν» οὖν αὐτὴν τὴν πρᾶξιν ὀνομάζει, ἀλλ' «εἰς τὸ τέλος» ἔφησε «μηδαμῶς διαφθείρῃς», ὅπερ ἐστὶ παράγγελμα τοῖς ἀγωνιζομένοις μὴ ἐκκακεῖν ταῖς θλίψεσι μήτε μὴν πρὸς τῷ τέλει πίπτειν πρὸς τὴν ἀπόγνωσιν καὶ φθείρειν τοὺς ἀγῶνας. Καὶ ὁ πεντηκοστόγδοος τὴν αὐτὴν γραφὴν ἔχει, ᾄδει δὲ τοῦτον τῷ θεῷ ἐν συνοχῇ καρδίας, ὁπηνίκα κατέφυγεν εἰς τὸν πατρῷον οἶκον καὶ γνοὺς Σαοὺλ διέλαβε κύκλωθεν τὴν οἰκίαν, ὁ δὲ λαθὼν ἀπέδρασε τὰς τυραννούσας χεῖρας. Ὁ δὲ πεντηκοστένατος ἐστὶ παρ' ἱστορίαν· «ὁπότε» γὰρ «ἐνέπρησε τὴν Μεσοποταμίαν καὶ τὴν Συρίαν τὴν Σωβὰλ καὶ τὸν Ἐδὼμ ἀνεῖλε διὰ χειρὸς τοῦ Ἰωάβ, δώδεκα χιλιάδας, εἰς τῶν ἁλῶν τὴν φάραγγα»· πρόσκειται δ' «εἰς τὸ τέλος, ὑπὲρ τῆς ἀλλοιώσεως, ὡς πρὸς στηλογραφίαν». οὐδὲν δὲ τούτων γέγραπται ἐν Τετραβασιλείῳ, ἀλληγορίας τοιγαροῦν ὁ λόγος ἀξιούσθω. σωματική ἐστι ζωὴ ἡ Μεσοποταμία, τοῖς ἐμπαθέσι ποταμοῖς, φεῦ, περικλυζομένη, ἣν ἐνεπύρισε Χριστὸς ὁ δι' ἡμᾶς πτωχεύσας, καὶ τὴν Συρίαν τὴν Σωβάλ, τοὺς δουλωθέντας βίῳ. τὸ γὰρ σωβὰλ ἑπτά ἐστι, καὶ πᾶς θεῷ δουλεύων ὡς Ἰωὰβ ὑπήκοον τὴν φύσιν προσλαμβάνει· ἁλῶν γὰρ φάραγξ πέφυκεν ἡ τῶν παθῶν κοιλότης, καὶ χιλιάδες δώδεκα φύσις ἐστὶ καὶ χρόνος, ὁ χρόνος ἑβδοματικός, πενταδικὴ δ' ἡ φύσις, ταῖς πέντε γὰρ αἰσθήσεσιν ἡ φύσις διοικεῖται. Ὁ δ' ἑξηκοστοδεύτερος τὴν φυγὴν ἀναγράφει, ὁπόταν καταπέφευγεν εἰς χώραν Ἰδουμαίων. Ὁ δ' ἑξηκοστοτέταρτος ἐσόμενα προγράφει, ὑπὲρ Ἱερεμίου γὰρ καὶ τοῦ λοιποῦ προφήτου, ὃς Ἰεζεκιήλ ἐστι, καὶ τῶν τῆς παροικίας, ὁπότε δορυάλωτοι ἤγοντο πρὸς Περσίδα, ὅπερ ἐσχάτως γέγονε, κρατοῦντος Σεδεκίου· ἀλλ' ὁ ∆αυὶδ προφητικοῖς ὄμμασι προκατεῖδε τὸν πόλεμον, τὴν ἅλωσιν καὶ τὰ τῆς παροικίας. Ὁ δέ γ' ἑξηκοστόπεμπτος σαφῶς οὑτωσὶ λέγει· «ᾠδὴ τῆς ἀναστάσεως» ἤτοι τῆς τοῦ κυρίου· καὶ δῆλον, «ἀλαλάξατε, πᾶσα» γάρ φησι «κτίσις». Ὁ δέ γε «εἰς ἀνάμνησιν τοῦ σῶσαί με» προλέγει, ἔστι δ' ἑξηκοστένατος, ὥσπερ δ' ἀναμιμνήσκει τὸ τοῦ θεοῦ φιλάνθρωπον τῆς κοινῆς σωτηρίας. Ὁ δὲ Ἰωναδὰβ υἱὸς ἐστί τις χοροψάλτης, ὃς δὴ τὸν ἑβδομήκοστον ᾖσε ψαλμὸν τῷ λόγῳ. «ὑπὲρ τῶν πρώτων» δέ φησι «συναιχμαλωτισθέντων»· ὁ Ναβουχοδονόσορ γὰρ ὁ Περσῶν αὐτοκράτωρ τρισσάκις ᾐχμαλώτισε τὴν πόλιν Ἰουδαίων, ὁ δὲ ψαλμὸς προϊστορεῖ τὴν ἅλωσιν τὴν πρώτην. Ὁ δ' ἑβδομηκοστόπρωτος «ὑπὲρ τοῦ Σολομῶντος», οἶμαι τοῦ καθ' ἡμᾶς, Χριστοῦ τοῦ εἰρηνικωτάτου. Ἐν δ' ἑβδομηκοστῷ ψαλμῷ φημὶ δὴ καὶ δευτέρῳ ἐπίγραμμα «ἐξέλιπον οἱ ὕμνοι τοῦ προφήτου, ψαλμὸς Ἀσάφ», ὅπερ ἐστίν, ὡς μέχρι τούτων ᾄσας οἰκείῳ στόματι ∆αυὶδ τὰ γεγραμμένα μέλη ὕστερον γράφων ἔλεγε ταῦτα τοῖς χοροψάλταις, τῷ Ἰδιθούμ, Ἀσάφ, Αἰμάν, τοῖς ἐπιγεγραμμένοις, νῦν μὲν «εἰς τὸν Ἀσσύριον», τὸν Ναβουχοδονόσορ, νῦν δ' «ὑπὲρ ἀλλοιώσεως», ὑπὲρ ἧς προειρήκει, στρέφων τὸν λόγον εὐφυῶς καὶ μέλεσι ποικίλλων· περιττὸν οὖν πολυλογεῖν τὰ προηρμηνευμένα. Πλὴν ὅπου κεῖται «προσευχή», δηλοῖ τὸ δίχα μέλους· ὅπου δὲ πρόσκειται «Μωσεῖ», μέμνηταί τινος πάντως ἐπὶ τῷ κατ' αὐτὸν καιρῷ ἀνθρώπου σεβασμίου. Τὰ σάββατα δ' ἡρμήνευσεν ἐν ψαλμοῖς διαφόροις· ὅπου δὲ μέμνηται ψαλμὸς «σαββάτου τοῦ προτέρου, ὅταν ἡ γῆ κατῴκιστο», τὴν πρώτην παρουσίαν προγράφει τὴν