1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

3

τοῦτο, ὡς ἂν καὶ περιφανεστέρως ἀνδρεῖος ἀναδειχθῇ, ἠγνόουν δὲ καὶ οἱ τούτου φίλοι. ἐπεὶ δὲ ἤκουσαν αὐτοῦ τὸν θάνατον ἐπευχομένου, δέον ἑτέροις παραμυθήσασθαι λόγοις, συνεχωρήθησαν, ὡς ἤδη φθάσαντες εἴπομεν, τοῦτο μὲν μὴ ποιῆσαι, ἐκ δέ τινος δικαιώματος, ἴσως δὲ καὶ τοῦ διαβόλου λάθρᾳ αὐτοῖς τοῦτο ὑποσπείροντος, τὸν ὑπὲρ θεοῦ δῆθεν ζῆλον ἀναλαβεῖν, καὶ νομίσαντες, ὅπερ οὐκ ἦν ἀληθές, βλασφημίαν εἶναι κατὰ θεοῦ τὸ ποθεῖν τὸν δίκαιον ἀπαλλαγῆναι τοῦ σώματος, τὴν ὑπὲρ θεοῦ δῆθεν συνηγορίαν ἀναδεξάμενοι οἱ πρὸς θεραπείαν ἥκοντες πικρότεροι τῶν ἀλγηδόνων τῷ δικαίῳ κατέστησαν. ὅτι δὲ οὐκ ἦν ἀληθὴς ἡ ὑπόνοια, ἐξὸν ἦν αὐτῷ διαχειρίσασθαι ἑαυτὸν καὶ ὑπεξαγαγεῖν τοῦ σώματος, ἀλλ' οὐκ ἠνέσχετο τοῦτο ποιεῖν διὰ τὸν θεὸν τὸν συνδήσαντα τὴν ψυχὴν τῷ σώματι. καὶ ἤρα μὲν τοῦ θανάτου, εἰλικρινὲς δὲ τὸ πρὸς τὸν θεὸν φυλάττων σέβας, καίτοιγε ἐπ' ἐξουσίας ἔχων, οὐχ ἑαυτὸν ἀνεῖλεν. εἴ τις τοιγαροῦν τοῖς ἴχνεσιν ἠκολούθησε τοῦ μεγάλου Ἰὼβ καὶ παρῆλθε μὲν τὸν ἐμπαθῆ φόβον, τὴν δὲ τελείαν ἀγάπην ἔφθασεν, οἶδεν 5 ἐκ ποίας παρρησίας οὕτω διαλέγεται καὶ ὅτι οὐκ ἂν ἐθάρρει κρίνεσθαι πρὸς θεόν, εἰ μὴ τῇ ἀγάπῃ τῇ πρὸς αὐτὸν συνεδέδετο καὶ σφόδρα ἐθάρρει τῇ τοῦ κυρίου δικαιοκρισίᾳ· διὸ καὶ ὁ θεὸς αὐτὸν ἀπεδέξατο εἰδώς, ἐκ ποίας γνώμης καὶ ποίας ἀγάπης τοὺς λόγους προέφερεν. εἰ δὲ καί τις ἀλγηδόνων πεπείραται, διαφερόντως καταπλαγήσεται τὴν ἐν ταῖς βασάνοις τοῦ ἀνδρὸς φιλοσοφίαν. ἀλλ' ἰτέον λοιπὸν ἐπὶ τὴν τῶν ῥητῶν ἑρμηνείαν. λέξομεν δὲ ὅσα καὶ τῇ ἱστορίᾳ συμβαίνει καὶ ὅσα πρὸς ἀλληγορίαν βλέπει οὐδὲν τῇ ἱστορίᾳ λυμαινόμενα, ὥσπερ καὶ ἐπὶ τῶν λοιπῶν ἁγίων βιβλίων. οὕτω γὰρ ἡμᾶς οἱ πατέρες ἐδίδαξαν, μήτε ἐκριζοῦν τὰ ἐγγεγραμμένα καὶ πάντα πρὸς ἀλληγορίαν στρέφειν μήτε Ἰουδαϊκῶς ἐναπομένειν μόνῳ τῷ γράμματι, ἀλλὰ διασκαλιδεύειν καὶ καλλιεργεῖν τὸν νοητὸν τῶν θείων γραφῶν παράδεισον καὶ τὰ μὲν τῇ ἱστορίᾳ, τὰ δὲ τῇ θεωρίᾳ ἀποδιδόναι, καὶ διαφερόντως ἐπὶ τῶν προφητῶν, ὧν ἕνα ἡγοῦμαι τὸν ἁγιώτατον Ἰώβ. εἰ μὲν γὰρ ἑκάτερα δέχεται τὸ ῥητὸν ἀβιάστως, καὶ τὴν ἱστορίαν καὶ τὴν θεωρίαν, χρηστέον ἀμφοτέροις· εἰ δὲ τὴν ἱστορίαν μόνην, μείνωμεν ἐπὶ τοῦ γράμματος· εἰ δὲ πρὸς διάνοιαν μόνην ὁρᾷ, ἀνακουφιστέον τὸν λόγον εἰς τὴν ἀλληγορίαν. χωρήσωμεν τοιγαροῦν, ὡς ἔφην, ἐπὶ τὴν τῶν ῥητῶν σαφήνειαν αὐτήν, πρότερον αἰτήσαντες τοῦ μακαρίου Ἰὼβ τὴν ἁγίαν ψυχήν, ἱκετεῦσαι θεὸν δοῦναί τι καὶ ἡμῖν ἐπάξιον εἰπεῖν τῆς τοῦ ἀνδρὸς μεγαλοψυχίας. 6 ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· Ἄνθρωπός τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι, ᾧ ὄνομα Ἰώβ. Προθεωρία τοῦ κεφαλαίου ὄνομα τοῦ δικαίου καὶ χώραν φησὶν ἡ γραφὴ καὶ διαγράφει τὴν ὥραν αὐτοῦ τῆς ψυχῆς, προασφαλιζομένη τὸν ἀκροατήν, ἵνα κατὰ ταύτην τοῦ ἀνδρὸς τὴν ὑπόληψιν ἀκούσῃ καὶ τὰ ὑπ' αὐτοῦ λεγόμενα μηδὲν θορυβούμενος, ἀλλὰ ἀσφαλῶς πεπεισμένος περὶ τῆς αὐτοῦ δικαιοσύνης. εἶτά φησιν, ὡς καὶ πολύπαις ἦν καὶ καλλίπαις καὶ βρύων πᾶσι τοῖς τῆς ἀνθρωπίνης εὐδαιμονίας. διδάσκει δὲ καὶ τῶν παίδων αὐτοῦ τὴν ὁμόνοιαν καὶ φιλαδελφίαν καὶ τοῦ πατρὸς τὴν ἐπιμέλειαν καὶ τὸ περὶ θεὸν σέβας καὶ μεθ' ὅσης ἐπιμελείας τοὺς παῖδας ἀνέτρεφεν, πολλὴν ποιούμενος πρόνοιαν καὶ τὰς κατὰ διάνοιαν αὐτῶν ἀκουσίους ἁμαρτίας ἐξαλείφειν διὰ θυσιῶν καὶ τῆς εἰς θεὸν δεήσεως. 7 φρ. 1 μέχρι σήμερον ἐν τῇ Ἀραβίᾳ καὶ τὸ μνημεῖον τοῦ ἀνδρείου Ἰὼβ φαίνεται καὶ ἡ τῆς κοπρίας παλαίστρα, ἐν ᾗ τοὺς λαμπροὺς ἀνεδήσατο στεφάνους, καὶ τὰς δι' ἔτους αὐτῷ τιμὰς ἄγουσιν οἱ ἐπιχώριοι, ὡς ἐκεῖθεν ἡμῖν ἀφικόμενοί τινες τῶν ἀδελφῶν ἐξηγήσαντο. τὴν δὲ Αὐσίτιδα χώραν οἱ μὲν τὴν τοῦ Σιὼν εἶναι ἔφησαν, οἱ δὲ τὴν Ἰδουμαίαν, ἄλλοι δὲ ἐν μέσῳ τινὰ κειμένην τῆς Ἰδουμαίας καὶ τῆς Ἀραβίας, ἕτεροι δὲ αὐτὴν τὴν Ἀραβίαν, ἐν ᾗ καὶ τὸ μνῆμα τοῦ δικαίου κεῖται. ἀλλ' ὅτι μὲν Ἰδουμαῖος ἦν, εὔδηλον ἐκ τῶν πρὸς τῷ τέλει τοῦ βιβλίου γεγραμμένων. ποῦ δὲ κατῴκει καὶ ποῦ ἠγωνίσατο, πρόδηλον ἐκ τῶν μέχρι νῦν ὁρωμένων. 8 φρ. 2 ἡ χώρα ἡ Αὐσῖτις χώρα ἦν τοῦ Ἠσαύ· ἀπὸ γὰρ Ἠσαὺ Αὐσῖτις ἐκλήθη ἤτοι ἀπὸ Αὖς ἑνὸς