Θεοῦ, ᾧτινι οἱ θεσπέσιοι μαθηταὶ ἀπέκτεινον ἅπαν ἀρσενικὸν τῆς ἀντικειμένης δυνά μεως, ὡς Σίμωνα καὶ Ἐλύμαν τοὺς μάγους, καὶ τὰ ἰσχυρὰ δὲ αὐτῶν κατέλυον δόγματα· περιεποιοῦντο δὲ τὰς γυναῖκας, καὶ δυναμένας εἰπεῖν ψυχάς· ∆ιὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν ἕως ἐπὶ τῆς γῆς· καὶ τὰ νήπια δὲ ὡσαύτως, οἷς καὶ Παῦλος γράφει· Τεκνία, μὴ ταῖς φρεσὶν νήπιοι γίνεσθε, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε. Καὶ κτήνη δὲ, φησὶ, περιποιήσατε. ∆ίκαιος γὰρ οἰκτείρει ψυχὰς κτηνῶν αὐτοῦ· τοὺς ἀλογωτέρους διὰ τῶν κτηνῶν αἰνιττόμενος. Κτῆνος ἦν καὶ ὁ Κορνήλιος, κατὰ τὴν ὀπτασίαν τὴν περὶ τῶν τετραπόδων φανεῖσαν τῷ Πέτρῳ. ΚΕΦ. ΚΒʹ. Στίχ. ʹ. Οὐ λήψῃ τὴν μητέρα μετὰ τῶν τέκνων. Ἐπειδὴ μὴ δύναται ἑαυτὰ τρέφειν, τῆς μητρὸς ληφθείσης. ΚΕΦ. ΚΓʹ. Στίχ. γʹ. Οὐκ εἰσελεύσεται Ἀμανίτης. Τί δήποτε τὴν πρὸς Μωαβίτας καὶ Ἀμανίτας ἐπιμιξίαν κωλύει οὐ κατὰ ῥητόν τινα χρόνον, ἀλλ' εἰς τὸν αἰῶνα; Πρῶτον διὰ τὴν παράνομον αὐτῶν ῥίζαν· ἐκ παρανόμου γὰρ γεγένηνται συνουσίας· ἔπειτα διὰ τὴν ἀσέβειαν, ἧς καὶ τοὺς Ἰσραηλίτας 17.32 μεταλαχεῖν παρεσκεύασαν ὡραΐσαντες τὰς γυναῖκας, καὶ διὰ τούτων αὐτοὺς εἰς τὴν τῶν εἰδώλων λατρείαν ἀγρεύσαντες. Τὸν μέντοι Ἰδουμαῖον καὶ τὸν Αἰγύ πτιον μετὰ τρίτην κελεύει προσίεσθαι γενεὰν, τὸν μὲν ὡς ἀδελφὸν, τὸν δὲ ὡς εὐεργέτην ἐν καιρῷ γεγενημέ νον. Λιμοῦ γὰρ προσπεσόντος, εἰς Αἴγυπτον εἰσελθόντες οἱ πατέρες αὐτῶν διετράφησαν. ∆ιδάσκει τοίνυν ὁ νόμος ἡμᾶς, μηδὲ παλαιᾶς εὐεργεσίας ἀμνημονεῖν. Στίχ. ιδʹ. Τί ἐστιν, Ὅτι Κύριος ὁ Θεός σου ἐμπε ριπατεῖ ἐν τῇ παρεμβολῇ σου; Οἶδε πολλάκις δυσοσμίας ὁ ἀὴρ ἐμπιπλάμενος λοι μὸν ἐμποιεῖν. Ἐκέλευσε τοίνυν αὐτοῖς στρατοπε δευομένοις τὴν ἐκκρινομένην καταχωννύναι κόπρον. Ἵνα δὲ μὴ ἀπειθήσαντες βλάβην εἰσδέξωνται, ἀναγ καίως ἐπήγαγεν· Ὅτι Κύριος ὁ Θεὸς ἐμπεριπατεῖ ἐν τῇ παρεμβολῇ σου. Καὶ τὴν αἰτίαν διδάσκει· Ἐξελέσθαι σε, καὶ παραδοῦναι τὸν ἐχθρόν σου πρὸ προσώπου σου. ∆ιὰ δὲ τούτου παιδεύει μηδὲν πράττειν παράνομον. Τοῦτο γὰρ ἐπάγει· Καὶ ἔσται ἡ παρεμβολή σου ἁγία, καὶ οὐχ εὑρεθήσεται ἐν σοὶ ἀσχημοσύνης πρᾶγμα. Στίχ. ιβʹ. Καὶ ὁ τόπος ἔστω σοι, φησὶν, ἔξω τῆς παρεμβολῆς, καὶ ἐξελεύσῃ ἐκεῖ. Στίχ. ιγʹ. Καὶ πάσσαλος ἔσται σοι ἐπὶ τῆς ζώνης σου. Καὶ ἔσται ὅταν καθιζάνῃς ἔξω, καὶ ὀρύ ξῃς ἐν αὐτῷ, καὶ ἐπαναγαγὼν καλύψεις τὴν ἀσχημοσύνην σου ἑαυτοῦ. Στίχ. ιδʹ. Ὅτι Κύριος ὁ Θεός σου ἐμπεριπατεῖ ἐν τῇ παρεμβολῇ ἐξελέσθαι σε, καὶ παραδοῦναί σοι τὸν ἐχθρόν σου εἰς τὰς χεῖράς σου. Καὶ ἔσται ἡ παρεμβολή σου ἁγία, καὶ οὐκ ὀφθήσε ται ἐν σοὶ ἀσχημοσύνη πράγματος. Παραιτεῖσθαι μὲν γὰρ πᾶν εἶδος ἀκαθαρσίας πρέ πει τοὺς κατανδρίζεσθαι τῶν νοητῶν ἐπιθυμοῦντας ἐχθρῶν. Ἐπειδὴ δὲ πολλὰ πταίομεν ἅπαντες, καὶ νοσεῖ μὲν ἡ ἀνθρώπου φύσις τὸ εὐόλισθον εἰς τὸ πλημμελές· συνήσει δὲ οὐδεὶς παραπτώματα, κατὰ τὴν τοῦ Ψάλλοντος φωνήν· Γένοιτο, φησὶ, μιᾷ τῶν ἐμφύτων καὶ ἐν ὑμῖν ἀκαθαρσιῶν περιθραύεσθαι μονονουχὶ, καὶ ἁλίσκεσθαί τι νενοσηκότας τῶν ἔξω νόμου καὶ ζωῆς ἁγιοπρεποῦς. Ἐνοικεῖ γὰρ τοῖς μέ λεσι τῆς σαρκὸς τῆς ἁμαρτίας ὁ νόμος. Πρῶτον μὲν μὴ ἐναργῶς καὶ ἀκρύπτως, μήτε μὴν ἐν ὄψει πολ λῶν, τὰ ἐκ τῆς ἀῤῥωστίας πραττέσθω πταίσματα· ἀλλ' οἷον ἔξω λεληθότες, καὶ ὡς ἀπωτάτω τῆς παρ εμβολῆς· εἶτα ταῖς ἐπανορθώσεσι κατακαλυπτέσθω, φησί· Σοφοὶ γὰρ καλύψουσι τὰς ἑαυτῶν αἰσχύ νας, κατὰ τὸ γεγραμμένον. Καταλήγοντες γὰρ τῶν πλημμελημάτων, καὶ ταῖς εἰς τὰ ἀμείνω ῥοπαῖς ἀνα στοιχειοῦντες τρόπον τινὰ τὸν νοῦν, εἰς τὸ δεῖν ἑλέ σθαι τὸ ὠφελοῦν, ἐκ μέσου ποιούμεθα τὰ προσ πταίσματα· καὶ τὴν ἄκοσμον ἁμαρτίαν ταῖς τῶν ἐφεξῆς εὐωδίαις νικήσαντες, εἰσελευσόμεθα πά λιν εἰς τῶν ἁγίων παρεμβολὴν, τουτέστιν εἰς τὴν τῶν πρωτοτόκων ἐκκλησίαν. Ἐν Χριστῷ δὲ τοῦτο πληροῦται, εἰ λάβοιμεν τὸν αὐτοῦ σταυρὸν, γοργῷ καὶ εὐζωνοτάτῳ φρονήματι κεχρημένοι. Τὸ γὰρ ἔχειν ἡμᾶς ἐπὶ τοῦ ζωστῆρος πάσσαλον, ἤγουν τὸ 17.33 ξύλον, τοῦτο πλαγίως ὑπαινίττεται. Πνευματικῶς οὖν τῶν νοητῶν ὑποτύπωσιν ποιούμενοι τὰ σωμα τικά· οὐ γάρ ἐσμεν ἐν ἀκαθαρσίαις, ἐν ὀφθαλμοῖς