136 ἂν πῶς γεγόνασιν ὑπὸ ἁμαρτίαν, λέγοντος Παύλου· «Ἁμαρτία δὲ οὐκ ἐλλογεῖται μὴ ὄντος νόμου». Ἀλλὰ πρὸς τοῦτο φήσομεν ἀλλα ‖ ··οσ· [···········]·σ̣περ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποι[ο]ῦσι[ν καὶ ἐνδείκνυ]νται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν *** τ̣ο`̣ν̣ φ̣ύσε̣[ι νό]μον τοῦτον εἶναι τὸν τοῦ Θεοῦ νόμον, τὸν δὲ κατὰ τὰς πόλεις γραπτὸν μὴ εἶναι φύσει ἀλλὰ θέσει νόμον καὶ μάλιστα ὅτ̣ε ἔν τισιν ἐναντιοῦται | τῷ τῆς φύσεως νόμῳ *** εἴπερ τὸν Μωσέως νόμον ὑπολαμβάνεται εἶναι περὶ οὗ τῷ Παύλῳ ἐστὶν ὁ λόγος, δηλονότι ἡ ἁμαρτία οὐκ ἐλλογηθήσεται πρὸ Μωσέως οὔτε τῷ Κάϊν ἀδελφοκτονήσαντι, οὔτε τοῖς διὰ τὰ ἁμαρτήματα τὸν κατακλυσμὸν πεπονθόσιν ἀλλ' οὔτε τοῖς ἐν Σοδόμοις πονηροῖς καὶ ἁμαρτωλοῖς σφόδρα ἐνώπιον τοῦ Θεοῦ καταλελο γισμένοις | καὶ διὰ ταῦτα καταδικασθεῖσιν πυρὶ καὶ θείῳ κατὰ [τὰ] α᾿̣ ναγεγραμμένα *** Καὶ Ἑλλήνων δέ τινες οὐ κακῶς · ἀπεφ̣ήναντο ὅτι ἀναγκαῖόν ἐστιν ἐν τῷ λογικῷ καὶ θνητῷ γένει ἅμα τῇ συμπληρώσει τοῦ λόγου πρότερον ὑποστῆναι τὴν κακίαν, εἶτα χρονῳ ἐξ ἐπιμελείας καὶ προσοχῆς ταύτην μὲν ἀνασκευάζεσθαι, τὴν δὲ α᾿̣ρ[ετὴ]ν ὑφίστασθαι *** | 138 δίκαιοι δὲ κατ' ἐνώπιόν εἰσιν τῶν ὑποδεεστέρων καὶ π[ολλ]άκις γε συγκρίσει χειρόνων καὶ ὁ ἄδικος δίκαιος εἴρηται. Οὕτω γοῦν τῇ Ἱερουσαλὴμ εἴρηται περὶ Σοδόμων· «Ἐδικαιώθη Σόδομα ἐκ σοῦ» *** Ἐπὰν οὖν αἱ γραφαὶ μαρτυρῶσιν τισὶν ὡς δικαίοις καὶ πάλιν λέγωσιν «Οὐ δικαιωθήσεται κατ' ἐνώπιόν σου πᾶς ζῶν», μὴ νομίσῃς αὐτὰς ἑαυταῖς ἐναντιοῦσθαι μηδὲ | τὸν Παῦλον μὴ ἀκηκοέναι τῶν ἐπαινουμένων ἐπὶ δικαιοσύνῃ λέγοντα «Οὐκ ἔστιν δίκαιος οὐδὲ εἷς». Ἐρεῖς γὰρ ὅτι ὁ αὐτὸς ὡς μὲν πρὸς τούσδε δίκαιός ἐστιν, ὡς δὲ πρὸς τὸν Θεὸν οὐκ ἔστιν δίκαιος *** Οὐ δικαιοῦται οὖν Ἀαρὼν ἐνώπιον Μωσέως νικώμενος ὑπὸ τῆς ἐν Μωϋσεῖ δικαιοσύνης. Ἡ δὲ Μαρία δικαιοῦται μὲν ἐνώπιον πολλῶν, οὐχὶ δὲ καὶ ἐνώπιον | Ἀαρὼν καὶ Μωσέως *** πῶς οὐκ ἔστιν δίκαιος οὐδὲ εἷς, Ἰουδαῖος μὲν κἂν προφήτης ᾖ, Ἕλλην δὲ κἂν ἀποστολικός τις ᾖ, ὁποῖος ὁ μαθητευθεὶς Παύλῳ Τίτος ἐτύγχανεν *** Ποῖα δὲ ἀποκείμενα ἢ ὅτε πληροῦται τὸ «Εἶπεν Κύριος τῷ Κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς μου ὑποπόδιον τῶν ποδῶν σου»; *** Πῶς γὰρ ἔστιν ὁ συνίων | ἐπείπερ εἴ τις δοκεῖ ἐγνωκέναι οὔπω ἔγνω καθὼς δεῖ γνῶναι; Ὁ μὲν γὰρ συνίων βλέπει πρόσωπον πρὸς πρόσωπον, ὁ δὲ μὴ βλέπων πω πρόσωπον πρὸς πρόσωπον ἀλλὰ δι' ἐσόπτρου ἔτι καὶ ἐν αἰνίγματι οὐδέπω συνίησιν *** 140 Τάχα μὲν οὖν πάντες ἐξέκλιναν ὅτε πορευόμενοι ‖ ἐπορεύοντο καὶ ἔκλαιον αἴροντες τὰ σπέρματα αὐτῶν καὶ ἐποίησαν ἃ αἴτια τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας, οὐκ ἀπὸ σκοποῦ δ' ἂν εἴη τὸ «ἐξέκλιναν» λαμβάνειν διὰ τὴν κακίαν οὖσαν παρὰ φύσιν *** οἱ ποιήσαντες μόνα τὰ διαταχθέντα δοῦλοι ἀχρεῖοί εἰσιν, ἐπεὶ ἅμα καὶ τότε ἠ|χρεώθημεν· καὶ μήποτε οὐκ ἔστιν καύχημα τὸ «<Ὃ> ὠφείλομεν ποιῆσαι πεποιήκαμεν». Ὁ γοῦν κατὰ τὸ εὐαγγέλιον λαβὼν τὸ τάλαντον μετὰ τοῦ συνδούλου ἑαυτοῦ τοῦ εἰληφότος πέντε τάλαντα ὃ μὲν ὤφειλεν ἀποδοῦναι ἔδωκεν λέγων τῷ κυρίῳ· «Ἴδε ἔχεις τὸ σόν», οὐδὲν ἧττον ἀποδοὺς ὃ ὤφειλεν, ἀχρεῖος ὑπὸ τοῦ κυρίου λέγεται εἶναι δοῦλος φάσκοντος· «Καὶ | τὸν ἀχρεῖον δοῦλον ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον καὶ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων». Οὐκοῦν πάντες ἐξέκλιναν καὶ ἅ[μα ἠχρ]εώθησαν *** ὁ Σωτὴρ πρὸς τὸν εἰπόντα «Τί ἀγαθὸν ποιήσω ἵνα ζωὴν αἰώνιον κληρονομήσω»; εἶπεν· «Τί με ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; Ε̣ἷς̣ ἐστιν ἀγαθός, ὁ Θεός» *** ταὐτὸν εἶναι χρηστότη|τα ἀγαθότητι τετηρήκαμεν ἐν τῷ «Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι χρηστός, ὅτι εἰς τὸν αἰῶνα τὸ <ἔλεος> αὐτοῦ», παρὰ τοῖς λοιποῖς ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τό *** Καὶ εἴ τίς γε ἐπιστήσαι ἑκάστῳ τῶν ἀνθρώπων καὶ τῷ νομιζομένῳ εἶναι δικαιοτάτῳ, οὐκ ἂν αὐτὸν ταχέως εὕροι καθαρὸν ἀπὸ παντὸς δόλου *** Ξίφη οὖν εἰσιν οἱ πόδες ὀξέα τῶν ἐκχεόντων αἷμα, ὥς|περ ἐκ τοῦ ἐναντίου ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων τὰ ἀγαθά· πόδες δὲ 142 ἀντὶ τοῦ αἱ πορεῖαι καὶ ἐν ταῖς ὁδοῖς γε τῶν τοιούτων οὐδὲν ὑγιές ἐστιν, ἀλλὰ