πρὸς τὸν θεὸν πρὸς τὸ μὴ γενέσθαι ἐν τῷ οὐαὶ οὐκ ἐσιώπα ἀλλ' εὐηγγελίζετο. καὶ ταῦτα δὲ ἑώρα ὁ ἀφορίζων αὐτὸν ἐκ κοι λίας μητρὸς αὐτοῦ καὶ ὁ ἀφορίζων αὐτὸν εἰς τὸ ἑαυτοῦ εὐαγγέλιον, ὅτι ἐν κόποι ἔσται περιοτέρω, ἐν φυλακαῖ περιευόντω, ἐν πληγαῖ ὑπερβαλλόντω, ἐν θανάτοι πολλάκι· ὑπὸ Ἰουδαίων πεντάκι τεαράκοντα παρὰ μίαν λήψεται, τρὶ ῥαβδιθήεται, ἅπαξ λιθαθήεται· καὶ τάδε τινὰ πείσεται καυχώμενο ἐν ταῖ θλίψει καὶ εἰδὼ ὅτι ἡ θλίψι ὑπομονὴν κατεργάζεται καὶ ὑπομένων. διὰ ταῦτα δὲ ἄξιον ἦν αὐτὸν ἀφορισθῆναι εἰς εὐαγγέλιον θεοῦ προγινωσκόμενον ἔσεσθαι, καὶ ἀφορισθῆναι αὐτὸν ἐκ κοιλίας μητρὸς αὐτοῦ. καὶ ἀφωρίζετο εἰς εὐαγγέλιον θεοῦ οὐ διὰ τὴν φύσιν ἔχουσάν τι ἐξαίρετον καὶ ὅσον ἐπὶ τῇ κατασκευῇ ὑπὲρ τὰς τῶν μὴ τοιούτων φύσεις, ἀλλὰ διὰ τὰς προεγνωσμένας μὲν πρότερον πράξεις ὕστερον δὲ γενομένας ἑκάστην ἐκ τῆς παρασκευῆς καὶ τῆς προαιρέσεως τῆς ἀποστολικῆς. νῦν δὲ ἀποδιδόναι εἰς τὸ ἀπὸ τοῦ ψαλμοῦ ῥητὸν οὐκ ἦν εὔκαιρον, παρεκβατικὸν γὰρ ἦν· διὸ εἰς τὴν οἰκείαν τάξιν θεοῦ διδόντος ἀποδοθήσεται, ὅταν τὸν ψαλμὸν διηγώμεθα. ἀρκέσει δὲ καὶ ταῦτα πεπλεονασμένα εἰς τὸ ἀφωρισμένος. 2 i 9-11 μάρτυς γάρ μου ἐστὶν ὁ θεὸς ᾧ λατρεύω ἐν τῷ πνεύματί μου ἐν τῷ εὐαγγελίῳ τοῦ υἱοῦ αὐτοῦ, ὡς ἀδιαλείπτως μνείαν ὑμῶν ποιοῦμαι πάντοτε ἐπὶ τῶν προσευχῶν μου δεόμενος εἴπως ἤδη ποτὲ εὐοδωθήσομαι ἐν τῷ θελήματι τοῦ θεοῦ ἐλθεῖν πρὸς ὑμᾶς· ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς. ἔστι δὲ καὶ χωρὶς θελήματος θεοῦ ἥκειν πρός τινα, ὥσπερ ὁ Βαλαὰμ ἀπῄει πρὸς τὸν Βαλὰκ καταρασόμενος μισθοῦ τὸν Ἰσραήλ· οἶμαι δὲ ὅτι καὶ πᾶς ἐθνικός, ἢ ὁπώσποτε τῆς θεοσεβείας ἀλλότριος, μὴ διακονούμενος ἁγίοις τῶν λυσιτελῶν τι αὐτοῖς, οὐ καὶ ἐν θελήματι θεοῦ εὐοδοῦται γίνεσθαι πρὸς οὓς γίνεται, εἰ καὶ εὐοδοῦταί ποτε· ἐτὶ γὰρ φησὶν ἡ γραφὴ ἐν κακοῖ εὐοδία ἀνδρό. 3 11, 12 ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικὸν εἰς τὸ στηριχθῆναι ὑμᾶς· τοῦτο δέ ἐστι συμπαρακληθῆναι ἐν ὑμῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως ὑμῶν τε καὶ ἐμοῦ. ὡς ὄντος δὲ χαρίσματος μὴ πνευματικοῦ ἡγοῦμαι ὅτι ἀναγκαίως πρόσκειται· ἔστι γάρ τινα χαρίσματα, οὐ πνευματικά, ὡς καὶ ὁ γάμος· τὸ γὰρ πνευματικὸν οὐκ ἄν ποτε ἐμποδίσαι προευχῇ· ἡ δὲ ἐπὶ τὸ αὐτὸ σύνοδος ἀνδρὸς καὶ γυναικὸς κωλύει. ὅτι δὲ χάρισμα ὁ γάμος δηλοῖ ὁ ἀπόστολος φήσας θέλω πάντα ἀνθρώπου εἶναι ὡ καὶ ἐμαυτόν, ἀλλ' ἕκατο ἴδιον ἔχει χάριμα ἐκ θεοῦ· ὃ μὲν οὕτω, ὃ δὲ οὕτω. 4 i 13-15 οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς καὶ ἐκωλύθην ἄχρι τοῦ δεῦρο, ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν, Ἕλλησί τε καὶ βαρβάροις· σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμί, οὕτως τὸ κατ' ἐμὲ πρόθυμον καὶ ὑμῖν τοῖς ἐν Ῥώμῃ εὐαγγελίσασθαι. [ἔστιν δὲ ἐνταῦθα καθ' ὑπερβατόν, ὃ ἐὰν μὴ τηρηθῇ μάχεται τῇ ἀκολουθίᾳ· τίς γὰρ ἂν εἴποι διὰ τοῦτο κεκωλύσθαι ἐλθεῖν πρὸς τοὺς Ῥωμαίους τὸν Παῦλον ἵνα καρπὸν ἔχῃς; τοὐναντίον γάρ, εἰ μὴ ἐκωλύθη καρπὸν εἶχεν, κωλυόμενος δὲ ἀπεστερεῖτο τοῦ καρποῦ· πῶς οὖν ἀναγνωστέον; πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν, Ἕλλησί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις, καὶ ἐκωλύθην ἄχρι τοῦ δεῦρο· διὰ τί οὖν ἠναγκάσθη τὸ ὑπερβατὸν θεῖναι; ἐπειδὴ τῷ ἵνα καρπόν τινα ἔχω ἔμελλε συνάπτειν πολλά (οἷον τὸ καὶ ἐν ὑμῖν καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν, Ἕλλησί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμὶ καὶ τὰ ἀκόλουθα) ἵνα μὴ διακόψῃ τῇ συνεχείᾳ, παρενθεὶς τὸ ἐκωλύθην ἄχρι τοῦ δεῦρο συνῆψε τῷ προτέρῳ τῷ προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς τὸ ἵνα τινὰ καρπὸν ἔχω, καὶ οὕτως ἀπέδωκε τῇ τοῦ λόγου ἀκολουθίᾳ τὴν τάξιν.] 5 i 18 ἀποκαλύπτεται γὰρ ὀργὴ θεοῦ ἀπ' οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων. ἔοικε δὲ λέγεσθαι ὀργὴ καὶ ὁ διάκονος τῶν ἐπὶ τοῖς ἡμαρτημένοις πόνων καὶ οἱ ὑπ' αὐτὸν τῶν αὐτῶν ὑπηρέται καὶ λειτουργοί, ὡς ὅτε προετέθη ἐκκαῆναι ἡ ὀργὴ τοῦ θεοῦ ἐν τῷ Ἰραήλ, ὅτε ἀναειθεὶ ὑπ' αὐτῆς ∆αυεὶδ