ἑκάστῳ δὲ ἡμῶν ταῦτα γενέσθαι μυστικῶς δεῖ, ἐὰν ἀπὸ τῆς διδασκαλίας ἕως τέλους ἐν πᾶσι τις διαρκέσας μείνῃ ἀπαθὴς ἄχρι τῆς ἐνδόξου Χριστοῦ παρουσίας. 123 τοὺς ἐν οὐρανῷ καὶ ἐν γῇ μετωνυμικῶς οὐρανὸν καὶ γῆν λεγομένους διελεύ σεσθαι πᾶσαν τὴν ἑαυτῶν κατά στασιν, ἵνα ἔλθωσιν ἐπὶ τὰ ὑπερέ χοντα. οἱ γὰρ τοῦ σω τῆρος λόγοι ἀεὶ τὰ οἰκεῖα ἐνεργή σουσιν ὡς τέλειοι καὶ οὐκ ἐπιδεχό μενοι βελτίους γενέσθαι παρελθόν τες ὅ εἰσιν. ἀλλ' «ὁ οὐρανὸς μὲν καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι αὐτοῦ μενοῦσι» λόγοι ὄντες τοῦ δι' οὗ τὰ πάντα ἐγένετο· 124 ὁ γὰρ λόγος τῶν γεγονότων οὐ παρέρ χεται, εἰ καὶ αὐτὰ παρέρχεται. 125 ὃ δὲ λέξει, πρὸ μὲν τῆς οἰκονομίας τὸν Χριστὸν τοῦτο λέγειν, μετὰ δὲ τὴν οἰκονομίαν οὐκέτι, ὅτε «ὁ θεὸς αὐτὸν ὑπερύψωσε καὶ ἐχαρί σατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα». 126 ἀπέκρυψεν ὁ υἱὸς εἰπὼν μὴ γινώσκειν εἰς τὸ συμφέρον τῶν μαθητῶν. ἕτερος δέ φησιν, ὅτι ὥσπερ ὁ Παῦλός φησι «τότε καὶ ὁ υἱὸς ὑποταγήσεται τῷ πατρὶ» οὐχ ὡς ἀνυποτάκτου (l. ἂν ὑποτάκ του̣ Diehl) ποτὲ ὄντος, ἀλλ' ὡς μηδέπω τῶν μελῶν αὐτοῦ πάντων τελειωθέν των, οὕτως ἐπεὶ τὸ σῶμα τοῦ Χριστοῦ οὐκ οἶδε τὴν ἡμέραν ἐκείνην ἢ τὴν ὥραν, οὐδὲ αὐτὸς λέγει εἰδέναι ... 127 καὶ κατὰ τὴν τῆς γραφῆς περὶ τοῦ εἰδέναι συνήθειαν καὶ «ὁ φυλάσσων ἐντολὰς οὐ γνώσεται πταῖσμα» ἀντὶ τοῦ οὐ πείσεται· καὶ «τὸν μὴ γνόντα ἁμαρτίαν ἁμαρ τίαν ὑπὲρ ἡμῶν ἐποίησε». τοιοῦτόν τι σημαίνει καὶ τὸ «οὐδὲ ὁ υἱός» καὶ κατὰ τὸ «ἔγνω Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ» 128 νῦν μὲν προπαρασκευάζει τὴν γνῶσιν τῆς ἡμέρας καὶ ὥρας τοῖς κληρονό μοις· τῆς ἐπαγγελίας τῆς ἀφ' οὗ «ἑαυτὸν ἐκένωσεν», ἵνα ἅπαντες δι' οὓς ἀνέλαβε τὴν τοῦ «δούλου μορφήν», γνῶσι τὰ τῆς ἡμέρας καὶ ὥρας, «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν». 130.30 τὸ γὰρ ἑκάστου τῆς ἐξόδου τέλος μόνος οἶδεν ὁ θεὸς καὶ ὁ πνεῦμα 131 θεοῦ ἔχων, ὡς Σαμουὴλ τοῦ Σαοὺλ (I. Regn.28,19) καὶ Ἡλίας τοῦ Ὀχοζίου. 132 ἢ δύο ἐν τῷ ἀγρῷ τῷ ἡγεμονικῷ, ὅ τε τοῦ σπουδαίου νοῦς καὶ ὁ τοῦ φαύλου, καὶ τῶν ἀληθουσῶν ἐν τῷ βαρεῖ μυλῶνι τοῦ κόσμου ψυχῶν ἔνθα ἡ μὲν καλὴ καὶ ἀγαθὴ παραλαμβάνεται, ἡ δὲ φαύλη ὡς ἀναξία ἀφίεται. δύναται δὲ σημαίνε σθαι καὶ τὰ δύο ἐπὶ μιᾶς ὕλης σώματα, ὧν τὸ μὲν τοῦ δικαίου ὁ ἕτερός ἐστι τῶν ἐπὶ τῆς μιᾶς κλίνης ὁ παραλαμ βανόμενος, τὸ δὲ τοῦ ἀδίκου ὁ ἕτερος καὶ ἀφιέμενος. καὶ τὸ μὲν σῶμα ὡς ἀσθενὲς ἐπὶ κλίνης ἐστὶν κἂν παρα λαμβάνηται, ἡ δὲ ψυχὴ διὰ πολλῶν, <ὧν κλ> ἀνέχεται ἐν τῷ βίῳ, ἀλήθει ἐν τῷ μυλῶνι τοῦ κόσμου. 133 τού των οὖν τῶν ἑξῆς οὐχ ὡς περὶ τῆς καθολικῆς, ὡς δὲ περὶ τῆς ἑκάστου συντελείας μάλιστα ἐκληπτέον τὸν λόγον. οὗτοι γὰρ ἤκουσαν γρηγορεῖν, ὧν μακρὰν τὸ καθολικώτερον ἦν, διὰ τὴν ἐσομένην ἐν αὐτοῖς ἐπιδημίαν τοῦ λόγου, οὔπω ὡς ἔμελλεν ἔσεσθαι γενομένην ἐν αὐτοῖς. 134 καὶ ὁ μὲν κύριος ἐλθὼν εἰσέρχεται εἰς οἰκίαν ψυχὴν οἰκοδεσπότης νοῦ(ς), ὁ δὲ κλέπτης ἀντικείμενος διορύσσων τὰς φυσικὰς ἐννοίας τῆς ψυχῆς, ἃς ᾠκοδόμησεν ὁ λόγος, καὶ ἀνατρέπων, ἵνα σκυλεύσῃ, τὸν νοῦν. 135 καὶ πᾶς δέ, ὃν γρηγοροῦντα ὁ λόγος (εἰ καὶ μηδέπω ὡς ἥλιος, ἀλλ' ὡς λύχνος) φωτίζει, 136 ἐπιτηρεῖν ὀφείλει καὶ τὸν λύχνον τοῦ κυρίου 137 ἐπὶ δύσει, εἴτε ἐν τῇ ἐξόδῳ τοῦ βίου, εἴτε καθ' ἣν συντέλεια τοῦ αἰῶνος τούτου γίνεται αὐτῷ. τάχα δὲ μετὰ τὸν κλέπτην ἔρχεται ὁ κύριος· ἐπ' ἐκεῖνον δὲ ἔρχεται, οὗ ὁ κλέπ της γρηγοροῦντος ἀπέσχετο. 138 ὅρα δὲ εἰ μὴ καὶ τοὺς τὰ τοιαῦτα ἐγχειρισθέντας ἐπισκόπους καὶ διδασκάλους δυσωπεῖ ὁ λόγος. 140 τὸ παρὰ τοῦ ∆ανιὴλ εἰρημένον πρὸς θάτερον τῶν κατει πόντων τῆς ἁγίας Σωσάννης πρεσ βυτέρων «ἤδη γὰρ ὁ ἄγγελος τοῦ θεοῦ λαβὼν φάσιν παρὰ τοῦ θεοῦ σχίσει σε μέσον» [ἑρμηνεύων Ὠριγένης λέγει] γενήσεσθαι πάντως αὐτῷ τοῦτο ἐν τῇ κρίσει κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ κυρίου, ὅτι «καὶ διχοτομήσει αὐτόν». 144 διχοτόμησις ὅτι (l. διχοτομήσει δὲ ὅτε Diehl κλ) «τὸ πνεῦμα ἐπιστρέφει πρὸς τὸν θεὸν ὃς ἔδωκεν αὐτό», ἡ δὲ ψυχὴ μετὰ τοῦ λεγομένου ἐν τῷ εὐαγγελίῳ σώματος ἄπεισιν «εἰς γέενναν». κλαίουσι τοίνυν ἀνθ' ὧν ἐγέλων,