«ἠγαπημένος» λέγεται ὁ Μονογενὴς τοῦ Θεοῦ, πάντων ἀγαπώντων τὰ ἐπινοούμενα αὐτῷ, ἤτοι δὲ σφαλλομένων τοῦ σκοποῦ ἢ ἐπιτυγχανόντων· ὥσπερ πάντες τεθήπασι τὸν Θεόν, σφάλλονται δὲ οἱ ἀποπίπτοντες τῆς ὑγιοῦς ἐννοίας περὶ τοῦ Θεοῦ. [i 7] ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν παραπτωμάτων. ἀπολύτρωσις <ἢ> λύτρωσις γίνεται τῶν αἰχμαλώτων καὶ γενομένων ὑπὸ τοῖς πολεμίοις· γεγόναμεν δὲ ὑπὸ τοῖς πολεμίοις τῷ ἄρχοντι τοῦ αἰῶνο τούτου καὶ ταῖς ὑπ' αὐτὸν πονηραῖς δυνάμεσι, καὶ διὰ τοῦτο ἐδεήθημεν ἀπολυτρώσεως καὶ τοῦ ἐξαγοράζοντος ἡμᾶς ἵνα ἡμᾶς ἀπαλλοτριωθέντας αὐτοῦ ἀπολάβῃ· ἔδωκεν οὖν ὁ Σωτὴρ τὸ ὑπὲρ ἡμῶν λύτρον τὸ ἑαυτοῦ αἷμα· διόπερ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν παραπτωμάτων. τῇ ἀπολυτρώσει ἕπεται ἡ ἄφεσις τῶν παραπτωμάτων, πρὶν ἀπολυτρωθῆναί τινα οὐκ ἐνδεχομένης αὐτῷ γενέσθαι ἀφέσεως παραπτωμάτων. πρῶτον οὖν ἀπολυτρωθῆναι ἡμᾶς δεῖ καὶ μηκέτι εἶναι ὑπὸ τῷ αἰχμαλωτεύσαντι καὶ κεκρατηκότι, ἵνα ἐλευθερωθέντες καὶ ἔξω γενόμενοι τῶν (ἵν' οὕτως εἴπω) χειρῶν αὐτοῦ, ἐπ' ὠφελείᾳ δυνηθῶμεν λαβεῖν τὴν ἄφεσιν τῶν παραπτωμάτων καὶ θεραπευθέντες ἀπὸ τῶν τραυμάτων τῆς ἁμαρτίας ἐνεργῆσαι κατ' εὐσέβειαν καὶ τὰς λοιπὰς ἀρετάς. [i 8] κατὰ τὸ πλοῦτος τῆς χάριτος αὐτοῦ ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς. ὁ νοήσας τί ἐστὶ χάριτί ἐτε εωμένοι καὶ οὐκ ἐξ ἔργων, καὶ υγκρίνων παραπτώματα παραπτώμασι, βλέποι ἂν κατὰ τὴν λέγουσαν παραβολὴν περὶ τῶν πεντακοίων καὶ πεντήκοντα δηναρίων τίς ὀφείλει πλείονας χάριτας ὁμολογεῖν τῷ συγχωρήσαντι τὸ χρέος οἰκοδεσπότῃ. ἔτι δὲ θεωρῶν πῶς οὐκ ἄξια τὰ παθή ματα τοῦ νῦν καιροῦ πρὸ τὴν μέλλουαν δόξαν ἀνακαλυφθῆναι εἰ ἡμᾶ, τὸν πλοῦτον τῆς τοῦ Θεοῦ χάριτος συνίδοι ἄν, καὶ ὡς ἐπερίσσευσεν οὕτως ἐπὶ τοὺς κλητοὺς καὶ ἐκλεκτούς, μάλιστα τοὺς ἀλλοτρίου τῶν διαθηκῶν τοῦ Θεοῦ καὶ ξένου τῶν ἐπαγγελιῶν αὐτοῦ, τῷ παραπτώματι τοῦ Ἰσραὴλ ἑλκυσθέντας ἀπὸ τῆς πατρικῆς χρηστότητος ἐπὶ τὴν σωτηρίαν· ἔτι δὲ μᾶλλον τὸν πλοῦτον τῆς χ<άρι>τος αὐτοῦ ἧς ἐπερίσσευσεν εἰς τοὺς μακαρίους μείζον' <ἄν> τις κατανοήσαι θεωρῶν τὸ οὐκ οἴδατε ὅτι ἀγγέλου κρινοῦμεν; καὶ τὸ εἰ ἃ ἐπιθυμοῦιν ἄγγελοι παρακύψαι, καὶ τὸ περὶ τοῦ ἐπὶ πᾶσι λεγομένου ἔσεσθαι δὸ ἵνα ὡ ἐγὼ καὶ ὺ ἓν ἐμέν, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦιν. οὗτος δὲ ὁ πᾶς πλοῦτος τῆς χάριτος τοῦ Θεοῦ, ἧς ἐπερίσσευσεν εἰς τοὺς ἁγίους, ἀπό τινος ἀρχῆς ἐπιχορηγούμενο καὶ αὔξων καὶ πληθυνόμενος, ἤτοι ἀντιφιλοτιμούμενον καὶ συμπαρεκτεινόμενον κατὰ τὸ δυνατὸν ἔχει τὸν τυγχάνοντα τῶν προειρημένων, ἢ ἀπολειπόμενον κατὰ τὸ ἐνδεχόμενον ποιεῖν πάντα τὰ ἐπιβάλλοντα. εἰ μὲν οὖν ἀπολείποιτό τις, οἱονεὶ κενὴ γένοιτ' ἂν πρὸς τὸν τοιοῦτον ἡ χάρις· εἰ δὲ τὰ παρ' αὐτοῦ ἀνελλιπῶς ποιήσαι, λέγοι ἂν τὸ ἀποστολικὸν ἡ χάρι αὐτοῦ ἡ εἰ ἐμὲ οὐ κενὴ ἐγενήθη. 5 Eph. i. 9 [ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ κατὰ τὴν εὐδοκίαν αὐτοῦ ἣν προέθετο ἐν αὐτῷ εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν.] [Ὠριγένης φησί] τί τὸ πάσῃ σοφίᾳ καὶ μετὰ τοῦτο τί τὸ φρονήσει; κέχρηται τῇ λέξει καὶ Ἰησοῦς ἐν τῇ Σοφίᾳ, ἀρξάμενος ἀπὸ τοῦ πᾶα οφία παρὰ Κυρίου καὶ μετ' αὐτοῦ ἐτιν εἰ τὸν αἰῶνα. εἴ τις οὖν κατενόησε τὰ βλεπόμενα καὶ τίνα τὰ ἐν αὐτοῖς ἢ καὶ ἔξω αὐτῶν μὴ βλεπόμενα, καὶ κατακερματίσας τῷ λόγῳ ἰδίᾳ τὰ ἀόρατα καὶ ἰδίᾳ τὰ ὁρατὰ ἐξετάζοι τὴν σοφίαν ᾗ τὰ πάντα πεποίηκεν ὁ Θεὸς (πάντα γὰρ ἐν οφίᾳ φησὶν ὁ ∆αβὶδ ἐποίηα), οὗτος τὴν παρὰ Κυρίου πᾶαν <ἂν> ἐπιβλέποι οφίαν. ἀλλ' εἰκός τινα ἀπογνόντα τὸ ἤδη δύνασθαι ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει γενέσθαι τὸν ἔτι τὸ σῶμα τοῦτο περικείμενον, κατακούοντα δὲ καὶ τοῦ ἐκ μέρου γινώκομεν καὶ ἐκ μέρου προφητεύομεν, προσκόψειν τῷ ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ, ὡς κατακεχαρισμένως μᾶλλον ἢ ἀληθῶς εἰρημένῳ· ἵνα γὰρ καὶ ἐν σοφίᾳ γνωρισθῇ Παύλῳ καὶ τοῖς παραπλησίοις αὐτῷ τὸ μυστήριον τοῦ Θεοῦ, ἀλλ' οὐκ ἐν πάσῃ σοφίᾳ γνωρίζεται πάντα αὐτῷ ἐκ μέρου γινώσκοντι καὶ ἐκ μέρου