τούτων οὐκ ἂν ἀρκέσαντος τοῦ ῥηθέντος ἐπὶ τοῦ ῥαντισμοῦ· «καὶ καθαρὸς ἔσται». Καὶ μετὰ τὸν ῥαντισμὸν γὰρ ῥυπαρὰ εἶχε τὰ ἱμάτια. Ἅπερ εἴη ἂν πολιτεία μὴ πάντῃ κακῶς ὑφασμένη, ἐπεὶ κἂν ἀπέθετο ταῦτα. «Τρίχες» δὲ τὰ ἐξανθήσαντα νεκρὰ τῇ ψυχῇ, αἷς ἐναντίαι αἱ τοῦ 413 Σαμουὴλ καὶ τῶν Ναζιραίων καὶ αἱ τῶν μαθητῶν «ἠριθμημέναι». Τῶν γὰρ Ναζιραίων «σίδηρος ἐπὶ τὴν κεφαλὴν οὐκ ἀναβαίνει». «Πάντα, ὅσα ἂν ποιῶσιν, εὐοδούμενα πραττόντων ὡς μήτε φύλλον αὐτῶν καρ- ποφορούντων ἀπορρεῖν». Ἤδη δὲ καὶ ἀπὸ τοῦ σώματος ὕδατι τὸν μολυσμὸν ἀποτίθεται. Μετὰ δὲ τὸ τρίτον «καθαρὸν» γενέσθαι τῆς μὲν παρεμβολῆς ἄξιος γίνεται· εἰς δὲ τὸν ἴδιον οἶκον οὐκ εἰσεῖσιν ἕως «ἡμερῶν ἑπτὰ» καὶ τοῦ πάλιν ξυρηθῆναι. Ὡς μὴ ἀρκούσης τῆς δευτέρας ξυρήσεως ἁπλούστερον εἰρημένης τῆς δευτέρας κατ' ἐξαίρετον ἐχούσης-κεφαλὴν καθαιρομένου διὰ τὰ τῶν δογμάτων κεφα 414 λαιωδέστερα καὶ «πώγωνα» μετ' αὐτὴν ἀποτιθεμένου τὰ τοῦ ἀνδρὸς ἁμαρτήματα, διὰ δὲ «τῶν ὀφρύων» ἅπασαν οἴησιν-οὕτω καὶ «πλύνει τὰ ἱμάτια» δεύτερον καὶ δεύτερον «λούεται» καὶ οὕτω «καθαρὸς» τέταρτον ἤδη γίνεται. «Τῇ δὲ ὀγδόῃ» τῆς ἐν τῇ παρεμβολῇ διαγωγῆς «ἡμέρᾳ» οὐκέτι λήψονται ἕτεροι αὐτῷ, ἀλλ' αὐτὸς «ἑαυτῷ ἀφήσει ζῷα καὶ ἔλαιον καὶ σὺν ἐλαίῳ σεμίδαλιν» ὡς ἂν ἐν τῇ καθάρσει τελειωθῇ· 415 Καὶ τῆς «ἐν τόπῳ ἁγίῳ» θυσίας ἄξιος γίνεται ὁ ἐπὶ τὸν πέμπτον φθάσας καθαρισμὸν καὶ τὸ θῦμα αὐτοῦ «ἅγια ἁγίων» ἐστίν. Ὁ μὲν οὖν «περὶ πλημμελείας ἀμνὸς» ἀνδραγάθημα καθαιρετικὸν ἡμαρτημένων· ὁ δὲ «ὁλοκαρπούμενος» ἤδη καρπὸς ἄξιος ὢν καὶ δι' ὅλων ἀνατεθῆναι τῷ Θεῷ τροφὴ τῷ πυρὶ «τοῦ θυσιαστηρίου» γινόμενος. Μεθ' οὓς «τὸ πρόβατον»· οἱ παραμείναντες τῇ ψυχῇ τοῦ καθαριζομένου καρποὶ ἐπ' αὐτὸν ἀναφερόμενοι τὸν καθαριζόμενον. Εἰς δὲ τὰς τρεῖς θυσίας τὰ «τρία δέκατα» διαιρεῖται «τῆς σεμιδάλεως»· ἐπὶ τῷ πέμπτῳ καθαρισμῷ οὐκ ἄλευρον δέ φησιν, ἀλλὰ «σεμίδαλιν», ὕλην ἄρτου κα 416 θαροῦ· «ἐν ἐλαίῳ δὲ πεφύραται»· φωτὸς δὲ τοῦτο τροφή, οὐχ ἁπλῶς πυρός. ∆ι' ἑτέρου δὲ «κοτύλης ἐλαίου» πάλιν καθαρίζεται ὁ δεόμενος ἱερέως τοῦ «στήσοντος αὐτὸν» οὐ μόνον ἔσω τῆς παρεμβολῆς ἀλλὰ καὶ «παρ' αὐτὴν τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου ἔναντι Κυρίου».