καὶ δυνηθῇ λαβεῖν ὅρια ἐν τῇ φυλῇ τῇ βασιλικῇ, περὶ ἧς γέγραπται· «πρόδηλον γάρ, ὡς ἐξ Ἰούδα ἀνατέ ταλκεν ὁ Κύριος». -»Καὶ προσαναβῆναι τὴν ἀνάβασιν Ἀκραβίν». Ἑρμηνεύεται δὲ σκορπίοι, «καθ' ὧν πατεῖν καὶ τῶν ὄφεων» ἐλάβομεν παρὰ τοῦ Χριστοῦ. «Ἀναβῆναι» δέ σε δεῖ, τουτέστιν ὑπεραναβῆναι τοὺς σκορπίους τοὺς πολεμοῦντας ἐν Ἰούδᾳ κληρονομῆσαι βουλό μενον. Ἰεζεκιὴλ δέ φησιν· «ὁ δὲ δίκαιος ἐν μέσῳ σκορπίων κατοι κεῖ». -»Τὰ δὲ ὅρια ἕως Κάδης». Ὅπερ ἅγιον καὶ ἁγιασμὸς ἑρμη νεύεται. 413 Ἴδωμεν δὲ καὶ τὰ ἐπὶ «τῶν ἀνατολικῶν ὁρίων» μυστήρια μὴ ψιλὸν νοοῦντες ὀνομάτων κατάλογον. Λέγεται τοίνυν ἐν τούτοις «πηγὴ Ἡλίου», «πόλις Ἡλίου», «πόλις γραμμάτων», ἣν ὁ λαβὼν ἐν εὐλογίᾳ γίνεται. Ἀλλὰ τίς ἡ ἐν Ἰούδᾳ «τοῦ ἡλίου πηγή» καὶ ποίου «ἡλίου»; ∆ῆλον ὡς περὶ οὗ γέγραπται· «τοῖς δὲ φοβουμένοις τὸ ὄνομά μου ἀνατελεῖ ἥλιος δικαιοσύνης». Ταύτην τὴν πηγὴν χαρίζεται τοῖς μαθηταῖς, ἵνα «πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον» ᾖ ἐν αὐτοῖς. Ἔστι δὲ καὶ «πόλις ἡλίου» κατ' Αἴγυπτον τὰ ἐπιφανῆ καὶ ἔνδοξα τοῦ 414 κόσμου σημαίνουσα. Τὰ γὰρ κατὰ Θεὸν ἔνδοξα τῆς κληροδοσίας Ἰούδα βασιλικῆς τε φυλῆς καὶ ἐν γῇ ἁγίᾳ. 415 (Πρὸς τὸ μὴ ἐκκακεῖν ἐν τῇ ἀναγνώσει τῆς θείας γραφῆς τὸν μὴ συνιέντα τὸ σκο τεινὸν τῶν ἐν αὐτῇ αἰνιγμάτων καὶ παραβολῶν. ἀπὸ τῆς κʹ ὁμιλίας τῆς εἰς τὸν Ἰησοῦν τὸν Ναυῆ): Ἡ μὲν ἄκρα ὠφέλεια ἀπὸ τῶν τοιούτων ἀναγνωσμάτων τῷ δυναμένῳ νοῆσαι τὴν ἀληθῆ κληροδοσίαν ἀπὸ Ἰησοῦ μεριζομένην τοῖς υἱοῖς Ἰσραὴλ γίνεται καὶ τῷ οἵῳ τε γενομένῳ ἀναβῆναι ἐπὶ «τὴν γῆν τὴν ἁγίαν», τὴν ἀληθινήν, «τὴν» ὄντως «ἀγαθὴν» καὶ ἐφαρμόσαι ἐκ τῆς ὀνομασίας τῶν εἰρημένων τῇ διαφορᾷ τῶν κληρονομούντων τὰ κατὰ τοὺς τόπους λεγόμενα. Ἐπεὶ δὲ δύσκο λόν ἐστιν εὑρεῖν τὸν οὕτως ὠφελούμενον, βουλόμεθα παραμυθήσασθαι τοὺς ἀκούοντας μὴ ἐκκακεῖν ἐπὶ ταῖς ἀναγνώσεσι. Τίς οὖν ἡ παρα 416.20 μυθία ὑπὲρ τοῦ μὴ ἐκκακεῖν τὸν ἀκούοντα τῶν τοιούτων ἀναγνωσμά των, λεκτέον. Ὥσπερ τοίνυν αἱ ἐπῳδαὶ δύναμίν τινα ἔχουσι φυσικὴν καὶ μὴ νοῶν ὁ κατεπᾳδόμενος λαμβάνει τι ἐκ τῆς ἐπῳδῆς κατὰ τὴν φύσιν τῶν φθόγγων τῆς ἐπῳδῆς εἴτε εἰς βλάβην εἴτε εἰς ἴασιν σώ ματος ἢ ψυχῆς ἑαυτοῦ· οὕτω μοι νόει πάσης ἐπῳδῆς δυνατωτέραν εἶναι τὴν ὀνομασίαν τῶν ἐν ταῖς θείαις γραφαῖς ὀνομάτων. Εἰσὶ γάρ τινες δυνάμεις ἐν ἡμῖν, ὧν αἱ μὲν κρείττονες διὰ τούτων τῶν οἱονεὶ ἐπῳδῶν τρέφονται συγγενεῖς οὖσαι αὐταῖς καὶ ἡμῶν μὴ νοούντων 417 ἐκείνας τὰς δυνάμεις νοούσας τὰ λεγόμενα δυνατωτέρας ἐν ἡμῖν γί νεσθαι πρὸς τὸ συνεργεῖν τῷ ἡμετέρῳ βίῳ. Ὅτι γὰρ ἔστι τινὰ ἐν ἡμῖν ἀόρατα καὶ πολλά γε ταῦτα, δηλώσει ὁ εἰπὼν Ψαλμός· «Εὐλόγει ἡ ψυχή μου τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ». Ἔστιν οὖν πλῆθός τι ἐν ἡμῖν δυνάμεων κεκληρωμένων ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα· αἵτινες, ἐὰν ὦσιν ἅγιαι, τῆς γραφῆς ἀνα γινωσκομένης ὠφελοῦνται καὶ γίνονται ἰσχυρότεραι, κἂν «ὁ νοῦς» ἡμῶν «ἄκαρπος ᾖ», ὡς γέγραπται περὶ «τοῦ γλώσσῃ λαλοῦντος», ὅτι· «Τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστι». Νόει 418 οὖν μοι, ὅτι ποτὲ «τοῦ ἐν ἡμῖν νοῦ ἀκάρπου ὄντος» αἱ δυνάμεις αἱ συνεργοῦσαι τῇ ψυχῇ καὶ τῷ νῷ καὶ πᾶσιν ἡμῖν τρέφονται λογικῇ τῇ ἀπὸ τῶν ἱερῶν γραμμάτων καὶ τῶν ὀνομάτων τούτων τροφῇ καὶ τρεφόμεναι δυνατώτεραι γίνονται πρὸς τὸ ἡμῖν συνεργεῖν. Ὥσπερ δὲ αἱ κρείττους δυνάμεις οἱονεὶ κατεπᾴδονται καὶ ὠφελοῦνται καὶ γίνονται δυνατώτεραι ἀπὸ τῶν τοιούτων γραμμάτων καὶ ὀνομάτων, οὕτως αἱ ἀντικείμεναι δυνάμεις τῶν ἐν ἡμῖν οἱονεὶ καθέλκονται καὶ νικῶνται ἀπὸ τῶν τοῦ Θεοῦ ἐπῳδῶν καὶ νικώμενοι κοιμίζονται. Καὶ εἴ ποτέ τις ὑμῶν ἑώρακεν ἀπὸ ἐπῳδῶν ἀσπίδα κοιμιζο μένην ἢ ἄλλο τι τούτων τῶν ἰοβόλων, ἐκεῖνο τὸ παράδειγμα λαβέτω εἰς τὴν γραφήν· ἧς ἀναγινωσκομένης καὶ μὴ νοουμένης ἐνιότε ἀκηδιᾷ 419 καὶ ἐκκακεῖ ὁ ἀκροατής. Καὶ πιστευέτω ὅτι αἱ ἐν αὐτῷ ἀσπίδες καὶ αἱ ἐν αὐτῷ ἔχιδναι ἀτονώτεραι γίνονται ἀπὸ τῶν φαρμάκων τῶν φαρμακευόντων, οἷον παρὰ σοφοῦ Μωσῆ, παρὰ σοφοῦ Ἰησοῦ,