ἀριθμὸς ἰσάκις ἰσοσκελισθεὶς ἀπὸ τοῦ ιβʹ. δωδεκάκις γὰρ ιβʹ ρμδʹ. βεβαίας δὲ στάσεως σύμβολον τὸ τετράγ<ω>νον σχῆμα φέρει. 32 Παρακατιὼν λέγει ταύτας ρμδʹ χιλιάδας παρθένους· καὶ ἐὰν λαμβάνῃς φυλὰς ταύτας τὰς σωματικὰς τὰς λεγομένας ἐν τῷ Ἰσραήλ, ποῦ παρθένους, ποῦ ιβʹ χιλιάδας παρθενίας, εὕροις ἂν κατὰ φυλήν; ἀλλ' ἐν τῇ ἐκκλησίᾳ τοῦτο εὑρίσκομεν, παρθενίαν ἐζηλωμένην διδάσκοντος αὐτὴν τοῦ Λόγου, οὐ κατ' ἐπιταγὴν οὐδὲ ἵνα βρόχον ἐπιβάλῃ τοῖς ἀκούουσιν, ἀλλ' αὐθαίρετον ἐν εὐφρούνῃ καὶ ἀγαλλιάει, καθὼς γέγραπται. οὗτοι οὖν εἰσιν οἳ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν, ὡς εἴρηται, παρθένοι γάρ εἰσιν· καὶ οὐχ εὑρέθη ψεῦδος ἐν τῷ στόματι αὐτῶν. 33 Αὗται αἱ λευκαὶ στολαὶ δύνανται δηλοῖν τὰς ἀχράντους προθέσεις καὶ πράξεις αὐτῶν. πρὸς ταῖς λευκαῖς στολαῖς ἅς εἰσιν περιβεβλημένοι, φοίνικας ἐν ταῖς χερσὶν κατέχουσιν, σύμβολον τῆς νίκης ᾗ νενικήκαιν τὸν κόμον. Οὗτοί εἰσιν οἱ ἀπὸ τῆς μεγάλης θλίψεως ἐρχόμενοι, διὰ μαρτυρίου καὶ ὁμολογίας δηλονότι, καὶ τῶν ἄλλων περιστάσεων τῶν διὰ Χριστὸν ἃς ἐπάγουσιν τοῖς Ἰησοῦ μαθηταῖς οἱ πονηροὶ ἄνθρωποί τε καὶ δαίμονες, λευκάναντες καὶ πλύναντες ἃς περίκεινται στολὰς τῷ αἵματι τοῦ ὑπὲρ αὐτῶν σφαγέντος ἀρνίου. ὅπως δὲ οἱ ἄνθρωποι νοήσωμεν τὸ ἀδιάστατον τῆς θεραπείας αὐτῶν, ὠνομάσθη ὁ παρ' ἡμῖν χρόνος τεμνόμενος εἰς ἡμέραν καὶ νύκτα. 34 Ἐπίστησον εἰ αἱ πλυθεῖσαι καὶ λευκανθεῖσαι στολαὶ τῶν ἐκ μεγάλης θλίψεως ἀναβεβηκότων εἶναι δύναται τὰ σώματα αὐτῶν, ἤδη προτεθεωρημένα ὡς ἀν<α>στάντα ἄφθαρτα καὶ πνευματικά. 35 Κρίνας ὁ θεὸς πληγαῖς ὑποβάλλειν τοὺς ἁμαρτωλούς, ἀπειράτους τῶν πληγῶν τούτων ἐνίους ἀνθρώπους εἴασεν, καὶ τοὺς ἔτι ἐμμένοντας οἷς εἰργάζοντο καὶ ὅσοι ἄγευστοι δὶς τῶν πληγῶν ἀπελείφθησαν, ἵνα ἔχωσι μετανοίας τόπον, ὥστε μὴ προσκυνεῖν ἔτι τὰ δαιμόνια τὰ χρύσεα καὶ τὰ ἐξ ἑτέρας ὕλης κατεσκευασμένα ἀγάλματα. δηλοῦται ὡς προσκυνοῦσί τινες τὰ δαιμόνια τὰ χρύσεα καὶ τὰ ἀργύρεα, χάλκεά τε καὶ ξύλινα· ἵνα δαιμόνια νοῆται τὰ ἐφεδρεύοντα πνεύματα τοῖς ἀψύχοις μορφώμασι. χρύσεά τε καὶ τὰ λοιπά, μὴ αἰσθανόμενα δι' ὄψεως καὶ ἀκοῆς μηδὲ βαδίζοντα, τὰ αἰσθητὰ ἀγάλματα. Στόμα γὰρ ἔχουιν καὶ οὐ λαλήουι καὶ τὰ ἑξῆς, ὡς γέγραπται ἐν τοῖς ψαλμοῖς. 36 Ὅτι οἱ μεγάλοι λόγοι σαφηνιζόμενοι βρονταί εἰσι τοῖς δικαίοις καὶ ὁ προ φήτης τάχα μὲν δηλοῖ φάσκων φωνὴ τῆ βροντῆ ου ἐν τῷ τροχῷ· ζητήσεις γὰρ ἐκεῖ τροχόν, καὶ κυκλούμενον τὸν τροχὸν ἰδὼν ὄψει ἐκεῖ βροντήν. ἐξετάζων δὲ καὶ τὰ περὶ τοὺς υἱοὺς τῆς βροντῆς Ἰάκωβον καὶ Ἰωάννην, οὓς ἐκάλεσεν ὁ Ἰησοῦς Βοανεργέ, ὅ ἐτιν υἱοὶ βροντῆ, εὑρήσεις αὐτοὺς εἰκότως υἱοὺ βροντῆ κεκλημένους διὰ τὴν μεγαλοφωνίαν τῶν νοημάτων καὶ δογμάτων αὐτῶν. Ἤκουσα γὰρ (φησί) βροντῶν ἑπτά, καὶ ὅσα ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ ἔμελλον γράφειν καὶ ἐλέχθη μοι Μὴ γράψῃς ὅσα ἐλάλησαν αἱ ἑπτὰ βρονταί. ἄρα νοεῖς ἐπὶ τούτων ὅτι αἱ τοιαῦται βρονταὶ ἐλάλησαν λόγους δυναμένους γράφεσθαι καὶ μὴ γράφεσθαι· καὶ ὅτι ἤκουσεν ἐνάρθρου φωνῆς διὰ τῆς τοιαύτης φωνῆς ὁ ἱερὸς Ἰωάννης. ἀλλὰ μήποτε αἱ ἑπτὰ βρονταὶ αἱ ἐλαληκυῖαι τῷ Ἰωάννῃ, ἐὰν προσσχῇς τῇ γραφῇ, εὑρήσεις τίνες εἰσίν· μία βροντὴ οφία· ἄλλη βροντὴ ύνει· τρίτη βροντὴ βουλή· τετάρτη βροντὴ ἰχύ· γνῶι πέμπτη βροντή· <εὐέβεια> ἕκτη· ἑβδόμη βροντὴ φόβο. ἐὰν ταῦτα λαλουσῶν ἀκούσω τῶν βροντῶν, <οὐ> δύναμαι γράφειν, οὐδὲ γὰρ αὐτὸν τὸν κόμον χωρῆαι τὰ γραφόμενα βιβλία ἀπὸ φωνῆς τῶν ἁγίων βροντῶν τῶν λαλουσῶν ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν. 37 Καὶ ἦλθεν ἡ ὀργή σου καὶ ὁ καιρὸς τῶν νεκρῶν κατὰ τὸν τῆς συντελείας καιρόν, φανερωθέντων πάντων τῷ βήματι τοῦ Χριτοῦ ἐπὶ τῷ λαβεῖν ἕκατον ἐπαξίως τῶν βεβιωμένων. ἡ ὀργὴ τοῦ θεοῦ συνίσταται, ἣν ἕκαστος ἐθηαύριεν ἑαυτῷ ἐν ἡμέρᾳ ὀργῆ καὶ ἀποκαλύψεω δικαιοκριία τοῦ θεοῦ· ἐν ᾧ καιρῷ καὶ ὁ τῶν προφητῶν καὶ ἁγίων <καὶ> φοβουμένων τὸ ὄνομα τοῦ θεοῦ μισθὸς ἀποδοθήσεται. τῶν οὖν μισθὸν ληψομένων τρία τάγματα δηλοῦται, προφητῶν καὶ ἁγίων καὶ ἑτέρων φοβουμένων τὸ ὄνομα τοῦ θεοῦ. καὶ ὅρα <εἰ> οἱ