ἐλέγχει τὸν ἀσεβῆ· ἀλλὰ λόγον ποιούμενος τοῦ προνοουμένου καὶ εὐεργετῶν αὐτόν. Ἠνεχύραζες τοὺς ἀδελφούς σου διακενῆς. Ὑπολαμβάνει δὲ τοῦτο περὶ τοῦ Ἰὼβ ἐντεῦθεν, ὅτι ᾔδει αὐτὸν πλούσιον, καὶ ὑπώπτευεν ἀπὸ τοι ούτων τινῶν πόρων πλουτεῖν αὐτόν· διό φησιν· «Ἠνε χύραζες διακενῆς·» τουτέστι μηδὲν ἐποφειλόμε νος. Προσεπιτείνων δὲ πάλιν ἄλλην αὐτοῦ ἁμαρτίαν φησίν. Ἀμφίασιν δὲ γυμνῶν ἀφείλου. Ἔστι ποτὲ λαβεῖν ἀμφιάσματα, οὐ γυμνοῦ, ἀλλὰ πλουσίου, ἔχοντος ἀποκείμενα ἐνδύματα πολλά. Ἐὰν μέντοιγε χιτῶνα ἔχῃ τις ἕνα, καὶ τοῦτον τὸν χιτῶνα προφάσει τοῦ ἀπαιτεῖν τὸ ἐμὸν ἐκδύσω, μὴ ἐλεήσας ἐκεῖνον τὸν γυμνὸν, ἀμφίασιν τοῦ γυμνοῦ ἀφειλόμην. Πολλὰ δὲ τοιαῦτα ἐν ἡμῖν γίνεται, ὅταν δανείζωμεν, ὅταν προσ οφειλέτας ἔχωμεν. Πολλάκις ὁ ὀφειλέτης ἡμῶν εἰς ὑπερβολὴν πένεται, μὴ δυνάμενος ἀποδοῦναι· καὶ ἡμεῖς, τὰ σπλάγχνα ἡμῶν ἀποκλείσαντες, καὶ μὴ βλέποντες, ὅτι γυναῖκα τρέφει, καὶ τέκνα, καὶ μόλις τρέφεται ἀπὸ τῶν ποριζομένων αὐτῷ ὀλίγων ὀβολῶν, ἀπαιτοῦμεν πικρῶς, ἔσθ' ὅτε καὶ περισσὰ ἔχοντες παρ' ἑαυτοῖς. Ταῦτα οὖν λέγει ἐγκαλῶν τῷ Ἰὼβ, ὅτι, «Ἀμφίασιν γυμνῶν ἀφείλου.» Ἴσως δὲ καὶ τὸ μὴ δοῦναι τῷ γυμνῷ ἱμάτιον ἀφαίρεσιν ὀνομά ζει· ἀποστερητὴς γάρ ἐστι καὶ πλεονέκτης καὶ ὁ μὴ ἐνδύων τὸν γυμνὸν, καὶ ὁ μὴ τρέφων τὸν ἄρτου δεόμενον. Ἐθαύμασας δέ τινων πρόσωπα. Ἄλλο καὶ τοῦτο ἁμάρτημα· ἁμάρτημα γὰρ καὶ τὸ θαυμάζειν πρόσ ωπον. Ὁ δεῖνα, ὅτι πλούσιός ἐστι, θαυμάζω αὐτοῦ τὸ πρόσωπον· τὸν δὲ πένητα καταπατῶ, ἐπειδήπερ ἀξίωμα οὐκ ἔχει. Ἔσται οὖν σοι ὁ παντοκράτωρ βοηθός. Ὑγιὲς ἐνθάδε δόγμα ὁ Ἐλιφὰζ λέγει· οἴεται γὰρ τὸν Ἰὼβ διὰ τὰ ἁμαρτήματα πάσχειν, καὶ ὅτι ὑπομείνας κα θαίρεται δι' αὐτοῦ τοῦ πάσχειν· καὶ καθαιρόμενος, ὥσπερ χρυσὸς ἐν χωνευτηρίῳ, δόκιμος ἀποφαίνεται, πᾶν τὸ ἀλλότριον ἀποθέμενος, καὶ πάσης κακίας 12.1040 ἀμιγὴς γεγονώς. Φησὶν οὖν, ὅτι, ἐὰν καὶ σὺ ὑπομεί νῃς τὰ συμβεβηκότα σοι, ἀποδώσει σε καθαρὸν ὥσπερ ἄργυρον πεπυρωμένον ὁ Θεός· καὶ καθαρὸς γενόμε νος, παῤῥησίαν ἕξεις, ὡς ἀποθέμενος τὰ ἁμαρτή ματα, καὶ ἱλαρῶς τὸ πρόσωπον ἐπαρεῖς εἰς τὸν οὐ ρανὸν, ἀκαταγνώστῳ συνειδότι τὰς ἱκετείας ποιούμε νος· κἄν τι εὔξῃ καὶ ὑπόσχῃ τῷ Θεῷ, αὐτὸς ἐνισχύ σει σε πρὸς πέρας ἀγαγεῖν τὰς πρὸς αὐτὸν ὑποσχέ σεις· αὐτὸς γάρ ἐστιν «ὁ ἐνεργῶν ἐν ἡμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας.» Ἀντὶ μέντοι τοῦ, «∆ώσει δέ σοι ἀποδοῦναι τὰς εὐχὰς,» Θεοδοτίων, «Καὶ ὁριεῖς ῥῆμα, καὶ σταθήσεταί σοι,» ἐξέδωκε· τουτέστιν, ἅπαν ὃ ἂν συντάξῃ καὶ τυπώσῃς, οὐ διαπεσεῖται· καὶ ἁπλῶς εἰπεῖν, ἅπασάν σοι τὴν ἁρμόζουσαν δικαίῳ παρέξει διαγωγήν· καὶ πᾶσαι αἱ ὁδοί σου κατευοδωθήσονται ὑπὸ τοῦ θείου ὁδηγούμε ναι φωτός· ἢ καὶ αἱ πράξεις σου λαμπραὶ καὶ ἐπίδο ξοι ἔσονται. Ὅτι ἐταπείνωσεν ἑαυτὸν, καὶ ἐρεῖς· Ὑπερηφανεύσατο. Ὡς μὲν περὶ ἑτέρου δοκεῖ λέγειν· πρὸς δὲ τὸν Ἰὼβ ὁ λόγος. ∆ιὰ τοῦτο, φησὶν, ἔσται ταῦτα τῷ μετανοοῦντι, ὅτι ἐταπείνωσεν ἑαυτὸν, καὶ εἶπεν, ὅτι ἐνδίκως αὐτὸς ὑπέστη ἃ πέπονθεν, ἐπειδὴ ὑπερη φανεύσατο. Καὶ κύφοντα ὀφθαλμοῖς σώσει. Τουτέστι τὸν τα πεινόφρονα, τὸν κάτω βλέποντα διὰ τὸ δυσσυνείδητον καὶ ἀπαῤῥησίαστον, καθάπερ ὁ ἐν τοῖς Εὐαγγελίοις δικαιωθεὶς τελώνης. ΚΕΦ. ΚΖʹ. Ἔτι δὲ προσθεὶς Ἰὼβ τῷ προοιμίῳ εἶπεν. Ἔλαβεν ἐξουσίαν τοῦ Ἰὼβ ὁ διάβολος καὶ ἤτασεν αὐτὸν νυκτὸς καὶ ἡμέρας· πρότερον μὲν διὰ τῶν ἐκτός· ὕστερον δὲ δι' αὐτοῦ τοῦ σώματος· μετὰ ταῦτα καὶ διὰ τῶν φίλων. Ὅτε γὰρ αὐτὸν ἐδοκίμαζε διὰ τῆς γυναικὸς, καὶ οἶδεν, ὅτι οὐ νενίκηται ὁ Ἰὼβ, τρεῖς φίλους ἤνεγκεν, οὐκ ἐχθροὺς, οὐκ ἐπίβουλα δόγματα ἔχοντας· ἀλλ' ἀληθεῖς μὲν λόγους, οὐ καλῶς δὲ, οὐδὲ ἐν καιρῷ προσφερομένους· καὶ ἐβούλετο διὰ τούτων ποιῆσαι τὸν δίκαιον φθέγξασθαί τι κατὰ τῆς Προ νοίας· ἀσεβῆσαι διὰ τοὺς πόνους· ἐκκακῆσαι διὰ τὰς ἀλγηδόνας· ἀλλ' ὁ στεῤῥὸς ἀδάμας οὗτος, ὅρα τί λέγει μετὰ τοὺς λόγους τῶν τριῶν, ὅτε ἐτέλεσε ὁ Ἐλιφὰζ τρεῖς διαλέξεις, ὁ Βαλδὰδ τρεῖς, ὁ Σοφὰρ δύο. Οὐ γὰρ σύνοιδα ἐμαυτῷ ἄτοπα πράξας. Τοῦτο καὶ Παῦλος ὕστερον ἐφθέγξατο, καὶ προσέθηκεν· «Ἀλλ' οὐκ ἐν τούτῳ