Fragmenta

 ἡγοῦμαι τὰς ἀποστολικὰς παρεκδεξάμενον διηγήσεις ὑπολαβεῖν, τὰ ἐν ὑποδείγμασι πρὸς αὐτῶν μυστικῶς εἰρημένα μὴ συνεωρακότα. 2.13 σφόδρα γάρ τοι σμικρὸς

 Πανταίνου τοῦ τῆς ̓Αλεξανδρέων ἱερέως, καὶ ̓Αμμωνίου τοῦ σοφωτάτου, τῶν ἀρ- χαίων καὶ πρὸ τῶν [πρώτων ξοδδ] συνόδων ἐξηγητῶν, εἰς Χριστὸν καὶ τὴν ἐκκλ

 Θωμᾶς μὲν τὴν Παρθίαν ειληχεν, ̓Ιωάννης δὲ τὴν ̓Ασίαν, πρὸς ους καὶ διατρίψας ἐτελεύτησεν ἐν ̓Εφέσῳ.

Πανταίνου τοῦ τῆς ̓Αλεξανδρέων ἱερέως, καὶ ̓Αμμωνίου τοῦ σοφωτάτου, τῶν ἀρ- χαίων καὶ πρὸ τῶν [πρώτων ξοδδ] συνόδων ἐξηγητῶν, εἰς Χριστὸν καὶ τὴν ἐκκλησίαν πᾶσαν τὴν ἑξαήμερον νοησάντων. Οἱ μὲν ουν ἀρχαιότεροι τῶν ἐκκλησιαστικῶν [ἐκκλησιῶν ξοδ] ἐξηγη-τῶν [ἐξηγητικῶν ξοδ], λέγω δὴ Φίλων ὁ φιλόσοφος καὶ τῶν ἀποστό-λων ὁμόχρονος, καὶ Παπίας ὁ πολύς, ὁ ̓Ιωάννου τοῦ εὐαγγελιστοῦ φοιτητής, ὁ ̔Ιεραπολίτης ..... καὶ οἱ ἀμφ' αὐτοὺς πνευματικῶς τὰ περὶ παραδείσου ἐθεώρησαν εἰς τὴν Χριστοῦ ἐκκλησίαν ἀναφερόμενοι. Τοὺς κατὰ θεὸν ἀκακίαν ἀσκοῦντας παῖδας ἐκάλουν, ὡς καὶ Παπίας δηλοῖ βιβλίῳ πρώτῳ τῶν κυριακῶν ἐξηγήσεων καὶ Κλήμης ὁ ̓Αλεξαν-δρεὺς ἐν τῷ Παιδαγωγῷ. Ταῦτά φησιν αἰνιττόμενος οιμαι Παπίαν τὸν ̔Ιεραπόλεως τῆς κατ' ̓Ασίαν τότε γενόμενον ἐπίσκοπον καὶ συνακμάσαντα τῷ θείῳ εὐαγγελιστῇ ̓Ιωάννῃ. ουτος γὰρ ὁ Παπίας ἐν τῷ τετάρτῳ αὐτοῦ βιβλίῳ τῶν <λογίων> κυριακῶν ἐξηγήσεων τὰς διὰ βρωμάτων ειπεν ἐν τῇ ἀνα-στάσει ἀπολαύσεις ... καὶ Εἰρηναῖος δὲ ὁ Λουγδούνου ἐν τῷ κατὰ αἱρέσεων πέμπτῳ λόγῳ τὸ αὐτό φησι καὶ παράγει μάρτυρα τῶν ὑπ' αὐτοῦ εἰρη- μένων τὸν λεχθέντα Παπίαν. ..... οὐ μὴν ἀλλ' οὐδὲ Παπίαν τὸν ̔Ιεραπόλεως ἐπίσκοπον καὶ μάρτυρα, οὐδὲ Εἰρηναῖον τὸν οσιον ἐπίσκοπον Λουγδούνων (σξιλ. ἀπο-δέχεται Στέφανος), ἐν οις λέγουσιν αἰσθητῶν τινων βρωμάτων ἀπόλαυ-σιν ειναι τὴν τῶν οὐρανῶν βασιλείαν. Παπίας ̔Ιεραπόλεως ἐπίσκοπος, ἀκουστὴς τοῦ θεολόγου ̓Ιωάννου γενόμενος, Πολυκάρπου δὲ ἑταῖρος, πέντε λόγους κυριακῶν λογίων εγραψεν. ἐν οις ἀπαρίθμησιν ἀποστόλων ποιούμενος μετὰ Πέτρον καὶ ̓Ιωάννην, Φίλιππον καὶ Θωμᾶν καὶ Ματθαῖον εἰς μαθητὰς τοῦ κυρίου ἀνέγραψεν ̓Αριστίωνα καὶ ̓Ιωάννην ετερον, ον καὶ πρεσβύτερον ἐκάλε-σεν. ως τινας οιεσθαι, οτι <τούτου> τοῦ ̓Ιωάννου εἰσὶν αἱ δύο ἐπιστολαὶ αἱ μικραὶ καὶ καθολικαί, αἱ ἐξ ὀνόματος ̓Ιωάννου φερόμεναι, διὰ τὸ τοὺς ἀρχαίους τὴν πρώτην μόνην ἐγκρίνειν. τινὲς δὲ καὶ τὴν ̓Αποκά-λυψιν τούτου πλανηθέντες ἐνόμισαν. καὶ Παπίας δὲ περὶ τὴν χιλιον-ταετηρίδα σφάλλεται, ἐξ ου καὶ ὁ Εἰρηναῖος.

11.2 Παπίας ἐν τῷ δευτέρῳ λόγῳ λέγει, οτι ̓Ιωάννης ὁ θεολόγος καὶ ̓Ιάκωβος

ὁ ἀδελφὸς αὐτοῦ ὑπὸ ̓Ιουδαίων ἀνῃρέθησαν. Παπίας ὁ εἰρημένος ἱστόρησεν ὡς παραλαβὼν ἀπὸ τῶν θυγατέρων Φιλίππου, οτι Βαρσαβᾶς, ὁ καὶ ̓Ιοῦστος δοκιμαζόμενος, ὑπὸ τῶν ἀπίστων ἰὸν ἐχίδνης πιὼν ἐν ὀνόματι τοῦ Χρι-στοῦ ἀπαθὴς διεφυλάχθη. ἱστορεῖ δὲ καὶ αλλα θαύματα καὶ μάλιστα τὸ κατὰ τὴν μητέρα Μαναΐμου τὴν ἐκ νεκρῶν ἀναστᾶσαν· περί <τε> τῶν ὑπὸ τοῦ Χριστοῦ ἐκ νεκρῶν ἀναστάντων, οτι εως ̓Αδριανοῦ εζων.

12.1 Μετὰ δὲ ∆ομετιανὸν ἐβασίλευσε Νερούας ετος εν, ος ἀνακαλεσά-μενος

̓Ιωάννην ἐκ τῆς νήσου ἀπέλυσεν οἰκεῖν ἐν ̓Εφέσῳ. μόνος τότε περιὼν τῷ βίῳ ἐκ τῶν ιβʹ μαθητῶν καὶ συγγραψάμενος τὸ κατ' αὐτὸν εὐαγγέλιον μαρτυρίου κατηξίωται. 12.2 Παπίας γὰρ ὁ ̔Ιεραπόλεως ἐπί-σκοπος, αὐτόπτης τούτου γενόμενος, ἐν τῷ δευτέρῳ λόγῳ τῶν κυριακῶν λογίων φάσκει, οτι ὑπὸ ̓Ιουδαίων ἀνῃρέθη· πληρώσας δηλαδὴ μετὰ τοῦ ἀδελφοῦ τὴν τοῦ Χριστοῦ περὶ αὐτῶν πρόρρησιν καὶ τὴν ἑαυτῶν ὁμολογίαν περὶ τούτου καὶ συγκατάθεσιν· εἰπὼν γὰρ ὁ κύριος πρὸς αὐτούς· ∆ύνασθε πιεῖν τὸ ποτήριον, ο ἐγὼ πίνω; καὶ κατανευσάντων προθύμως καὶ συνθεμένων· Τὸ ποτήριόν μου, φησίν, πίεσθε, καὶ τὸ βάπτισμα, ο ἐγὼ βαπτίζομαι, βαπτισθήσεσθε. καὶ εἰκότως· ἀδύ-νατον γὰρ θεὸν ψεύσασθαι. 12.3 ουτω δὲ καὶ ὁ πολυμαθὴς ̓Ωριγένης ἐν τῇ κατὰ Ματθαῖον ἑρμηνείᾳ (τ. χῃι ξ. 6) διαβεβαιοῦται, ὡς οτι μεμαρτύρηκεν ̓Ιωάννης, ἐκ τῶν διαδόχων τῶν ἀποστόλων ὑποσημαι-νάμενος τοῦτο μεμαθηκέναι. καὶ μὲν δὴ καὶ ὁ πολυΐστωρ Εὐσέβειος ἐν τῇ ἐκκλησιαστικῇ ἱστορίᾳ (ιιι, 1) φησί·