μόνον τὰ πρὸς θεὸν σπουδαῖός τε καὶ ἐράσμιος ὑπῆρχεν, εἰ καὶ πρὸς τὴν Ἀρειανικὴν ἀπέκλινεν αἵρεσιν, ὑπὸ τοῦ δυσσεβοῦς τε καὶ ἀθεωτάτου Εὐσεβίου τοῦ τῆς Νικομηδείας ἐπισκόπου συνελαθείς· ἐπεὶ τά γε ἄλλα μέτριος καὶ εὐσχημοσύνης ἐς τὰ μάλιστα ἐπιμελούμενος καὶ σωφροσύνης ἄκρως ἐπειλημμένος περί τε τὴν δίαιταν καὶ τὸν ἄλλον τρόπον, καὶ πλείστην γε τὴν εἰς τὰς ἐκκλησίας ἐποιεῖτο σπουδὴν μακρῷ τὸν ἑαυτοῦ πατέρα ταῖς περὶ ταῦτα προθυμίαις ὑπερβάλλεσθαι φιλοτιμούμενος. καὶ τήν τε ἐκκλησίαν ἐδείματο τὴν μεγίστην ἐν τῇ πόλει τοῦ πατρὸς πλησίον τῆς γερουσίας, κάτωθεν τοῦ ἔργου καὶ ἐκ κρηπίδων ἀρξάμενος. καὶ τὸν τοῦ πατρὸς τάφον τιμῶν, νεὼν ἐξῳκοδομήσατο μέγιστον ἐκεῖ θρησκευτήριον· καὶ Ἀνδρέαν τὸν ἀπόστολον ἐκ τῆς Ἀχαΐας μετενεγκών, ὡς προέφην, ἐκεῖ μετέθηκεν· καὶ μὴν καὶ Λουκᾶν τὸν εὐαγγελιστὴν ἐκ τῆς αὐτῆς μετέθηκεν Ἀχαΐας καὶ Τιμόθεον ἐξ Ἐφέσου τῆς Ἰωνίας. 3.22α-26a Artemii Passio 10 unmittelbar nach στησάμενος ob. S. 30, 28: Οὐ πολὺς ἐν μέσῳ καιρὸς καὶ ὁ Κώνστας, εἰς κώμους καὶ μέθας ἐναποκλίνας καὶ ἀλλοκότους ἐρώτων διαγωγάς, ῥαθύμως τὴν ὅλην ἀρχὴν διεπέττευε, τὸ τῆς βασιλείας μέγεθος ἐξορχούμενος· ἐπιβουλεύεται τοιγαροῦν καὶ αὐτὸς παρά τινος τῶν στρατηγῶν Μαγνεντίου καὶ μετὰ τῆς βασιλείας προσαπόλλυσι καὶ τὸ ζῆν. τούτου πεσόντος, κρατεῖ τῆς ἀρχῆς ὁ Μαγνέντιος, μεθ' οὗ τῆς τυραννίδος συνεπελάβοντο Νεποτιανὸς καὶ Βρεττανίων. § 11 ταῦτα μαθὼν ὁ Κωνστάντιος ἐκ τῶν τῆς ἀδελφῆς γραμμάτων, ἀπάρας ἐκ τῆς Ἀνατολῆς καὶ πρὸς τὴν Ἑσπέραν γενόμενος, συνάπτει πρὸς ἀμφοτέρους πόλεμον καὶ κατὰ κράτος νικᾷ, τοῦ Βρεττανίωνος πρὸς αὐτὸν ἀποκλίναντος· ὅτε καὶ τὸ τοῦ σταυροῦ σημεῖον, μέγιστόν τε καὶ δεινῶς ἐκφανὲν ἅπαν ὡς ὑπεραστράπτειν τῷ καταπληκτικῷ τῆς αἴγλης τὸ τῆς ἡμέρας φῶς, ἐπὶ τῶν Ἱεροσολύμων ὤφθη περὶ τρίτην ὥραν μάλιστα τῆς ἡμέρας, τῆς ἑορτῆς τῆς λεγομένης Πεντηκοστῆς ἐνεστηκυίας, διῆκον ἀπὸ τοῦ Κρανίου λεγομένου τόπου ἄχρι καὶ τοῦ Ἐλαιῶνος ὄρους, ὅθεν ὑπῆρχεν ὁ σωτὴρ τὴν ἀνάληψιν ποιησάμενος. Κρατεῖ τοίνυν τῆς βασιλείας ἁπάσης Κωνστάντιος, τῶν τοῦ μεγάλου Κωνσταντίνου υἱῶν μόνος ὑπολειφθείς. § 12 ἀτενίσας οὖν πρὸς τὸ τῆς ἀρχῆς μέγεθος καὶ εἰλιγγιάσας, ὡς ἅτε δὴ ἄνθρωπος ὢν καὶ μὴ ἔχων τὸν ἐκ τοῦ γένους αὐτῷ συνασπίζοντα (οὔτε γὰρ αὐτῷ παῖς ἐγεγόνει, οὔτε τις τῶν ἀδελφῶν κατελέλειπτο), καὶ δείσας μή τις αὐτῷ πάλιν ἐπανασταίη τύραννος κατὰ τῆς αὐτοῦ βασιλείας ἐξανιστάμενος, σκέπτεται τῶν συγγενῶν τινα λαβεῖν σύγκληρον καὶ τῆς βασιλείας ὑπασπιστήν. ὃ δὴ καὶ πεποίηκε Γάλλον τὸν Ἰουλιανοῦ ἀδελφὸν Καίσαρα προστησάμενος. ἀνεψιὸς δὲ πρὸς πατρὸς ὁ Γάλλος ἦν αὐτῷ· Κωνστάντιος γάρ, ὁ Γάλλου καὶ Ἰουλιανοῦ πατήρ, ἀδελφὸς ἦν Κωνσταντίνου τοῦ μεγάλου. τοῦτον οὖν ἐν τῷ Σιρμίῳ προχειρισάμενος, γυναῖκά τε αὐτῷ ζεύγνυσι τὴν ἑαυτοῦ ἀδελφὴν Κωνσταντίαν, πίστεως καὶ βεβαιότητος χάριν, καὶ ἄρχοντας αὐτῷ δίδωσιν αὐτὸς καταστήσας (οὐ γὰρ ἐκείνῳ γε ἐφεῖτο, Καίσαρί γε ὄντι), Θαλάσσιον μὲν ἀποστείλας ἔπαρχον πραιτωρίων, Μόντιον δὲ ἐπὶ τῶν βασιλικῶν πραγμάτων οὓς κοιαίστωρας αὐτοῖς ὀνομάζειν φίλον, ἅμα καὶ πατρίκιον αὐτὸν ποιησάμενος. 3.28α Artemii Passio 12 unmittelbar nach αὐτὸν ποιησάμενος ob. S. 52, 33: Ὁ δὲ