Εὐρώπης· διαβάντες δὲ καὶ εἰς τὴν Ἀσίαν, τήν τε Γαλατίαν καὶ τὴν Καππαδοκίαν ἐπῆλθον, καὶ πολλοὺς ἔλαβον αἰχμαλώτους ἄλλους τε καὶ τῶν κατειλεγμένων τῷ κλήρῳ, καὶ μετὰ πολλῆς λείας ἀπεκομίσθησαν οἴκαδε. ὁ δὲ αἰχμάλωτος καὶ εὐσεβὴς ὅμιλος, συναναστραφέντες τοῖς βαρβάροις, οὐκ ὀλίγους τε αὐτῶν εἰς τὸ εὐσεβὲς μετεποίησαν καὶ τὰ Χριστιανῶν φρονεῖν ἀντὶ τῆς Ἑλληνίδος δόξης παρεσκεύασαν. ταύτης τῆς αἰχμαλωσίας γεγόνεσαν καὶ οἱ Οὐρφίλα πρόγονοι, Καππαδόκαι μὲν γένος, πόλεως δὲ πλησίον Παρνασσοῦ, ἐκ κώμης δὲ Σαδαγολθινὰ καλουμένης. ὁ τοίνυν Οὐρφίλας οὗτος καθηγήσατο τῆς ἐξόδου τῶν εὐσεβῶν, ἐπίσκοπος αὐτῶν πρῶτος καταστάς. κατέστη δὲ ὧδε· παρὰ τοῦ τὴν ἀρχὴν ἔχοντος τοῦ ἔθνους ἐπὶ τῶν Κωνσταντίνου χρόνων εἰς πρεσβείαν σὺν ἄλλοις ἀποσταλείς (καὶ γὰρ καὶ τὰ τῇδε βάρβαρα ἔθνη ὑπεκέκλιτο τῷ βασιλεῖ), ὑπὸ Εὐσεβίου καὶ τῶν σὺν αὐτῷ ἐπισκόπων χειροτονεῖται τῶν ἐν τῇ Γετικῇ χριστιανιζόντων· καὶ τά τε ἄλλα αὐτῶν ἐπεμελεῖτο καὶ γραμμάτων αὐτοῖς οἰκείων εὑρετὴς καταστάς, μετέφρασεν εἰς τὴν αὐτῶν φωνὴν τὰς γραφὰς ἁπάσας, πλήν γε δὴ τῶν Βασιλειῶν, ἅτε τῶν μὲν πολέμων ἱστορίαν ἐχουσῶν, τοῦ δὲ ἔθνους ὄντος φιλοπολέμου καὶ δεομένου μᾶλλον χαλινοῦ τῆς ἐπὶ τὰς μάχας ὁρμῆς, ἀλλ' οὐχὶ τοῦ πρὸς ταῦτα παροξύνοντος. ὅπερ ἰσχὺν ἔχει ταῦτα ποιεῖν, σεβάσμιά τε μάλιστα νομιζόμενα καὶ πρὸς τὴν τοῦ θείου θεραπείαν τοὺς πειθομένους καταρυθμίζοντα. ἱδρύσατο δ' ὁ βασιλεὺς τὸν αὐτόμολον τοῦτον λαὸν περὶ τὰ τῆς Μυσίας χωρία, ὡς ἑκάστῳ φίλον ἦν. καὶ τὸν Οὐρφίλαν διὰ πλείστης ἦγε τιμῆς ὡς καὶ πολλάκις «ὁ ἐφ' ἡμῶν Μωσῆς» λέγειν περὶ αὐτοῦ. λίαν δὲ οὗτος τὸν ἄνδρα θειάζει, καὶ τῆς αἱρετικῆς αὐτοῦ δόξης ἐραστὴν αὐτόν τε καὶ τοὺς ὑπ' αὐτὸν ἀναγράφει. 2.6 Ὅτι τοὺς ἐνδοτάτω Ἰνδούς, ὅσοι Χριστὸν ἔμαθον τιμᾶν ἐκ τῆς Βαρθολομαίου τοῦ ἀποστόλου διδασκαλίας, τὸ ἑτεροούσιον πρεσβεύειν ὁ δυσσεβής φησι. καὶ τὸν Θεόφιλον εἰσάγει τὸν Ἰνδὸν τὸ τοιοῦτον ἀσπαζόμενον φρόνημα, παραγενέσθαι τε εἰς αὐτοὺς καὶ τὴν αὐτῶν ἐκδιηγεῖσθαι δόξαν. τὸ δὲ τῶν Ἰνδῶν ἔθνος τοῦτο Σάβας μὲν πάλαι ἀπὸ τῆς Σαβᾶ μητροπόλεως, τὰ νῦν δὲ Ὁμηρίτας καλεῖσθαι. 2.7 Ὅτι μετὰ τρεῖς ὅλους ἐνιαυτούς φησιν Εὐσέβιον καὶ Μάριν καὶ Θέογνιν ψήφῳ βασιλέως τοῦ Κωνσταντίνου ἐπανόδου τυχόντας, πίστεώς τε σύμβολον αἱρετικῆς ἐκθεῖναι καὶ πανταχόσε διαπέμψαι ἐπ' ἀνατροπῇ τῆς ἐν Νικαίᾳ συνόδου· καὶ τὸν Ἀλεξανδρείας Ἀλέξανδρον καθελεῖν τε καὶ ἀποκηρύξασθαι, ἀνθ' ὧν ἐπὶ τὸ ὁμοούσιον παλιντραπέλως ἐπανέστρεφεν· ἀλλὰ καὶ Εὐστάθιον τὸν Ἀντιοχείας, παιδίσκης μῖξιν καὶ αἰσχρᾶς ἡδονῆς ἀπόλαυσιν αἰτίαν ἐπιγραψαμένους· φυγὴν αὐτῷ βασιλεὺς ἐτιμήσατο εἰς τὴν Ἑσπέραν μεθόριον ποιησάμενος. πεντήκοντα δὲ καὶ διακοσίους φησὶν εἶναι τὸ πλήρωμα τοῦ παρανόμου τούτου συνεδρίου, καὶ τὴν Νικομήδειαν αὐτοῖς τῶν παρανομηθέντων ποιήσασθαι ἐργαστήριον. 2.8 Ὅτι περὶ Ἀγαπητοῦ τοῦ συναιρεσιώτου, ὃς καὶ ἐκ καταλόγου στρατιωτικοῦ πρεσβύτερός τε κατέστη παρὰ τῶν ὁμοφρόνων καὶ Συνάδων ἐπίσκοπος ὕστερον· περὶ γοῦν τούτου πολλὰ τερατολογῶν, νεκρούς τε αὐτὸν ἀναστῆσαι λέγει καὶ πολλῶν ἄλλων παθῶν φυγαδευτὴν γενέσθαι καὶ ἐλατῆρα, οὐ μὴν ἀλλὰ καὶ παραδόξων ἄλλων ἔργων δημιουργόν· καὶ πολλοὺς ἐξ Ἑλλήνων εἰς τὸν Χριστιανισμὸν μετατάξασθαι παρασκευάσαι. 2.9 Ὅτι Κωνσταντῖνόν φησιν ὀκτὼ καὶ εἰκοστῷ ἔτει τῆς βασιλείας αὐτοῦ τὸ Βυζάντιον εἰς Κωνσταντινούπολιν μετασκευάσαι, καὶ τὸν περίβολον ὁριζόμενον βάδην τε περιιέναι, τὸ δόρυ τῇ χειρὶ φέροντα· ἐπεὶ δὲ τοῖς ἑπομένοις ἐδόκει μεῖζον ἢ προσῆκε τὸ μέτρον ἐκτείνειν, προσελθεῖν τε αὐτῷ τινα καὶ διαπυνθάνεσθαι· «ἕως ποῦ, δέσποτα;» τὸν δὲ ἀποκρινάμενον διαρρήδην φάναι· «ἕως ἂν ὁ ἔμπροσθέν μου στῇ», ἐπίδηλον ποιοῦντα ὡς δύναμις αὐτοῦ τις οὐρανία προηγοῖτο, τοῦ πραττομένου διδάσκαλος. ἱδρυσάμενον δὲ τὴν πόλιν Ἄλμα Ῥώμαν ὀνομάσαι, ὃ δηλοῖ τῇ Ῥωμαΐδι γλώττῃτὴν ἔνδοξον· καὶ βουλήν τε σύγκλητον τάξασθαι καὶ σιτηρεσίου δαπάνην