φιλοτεχνήματι, ὡς προνοῶν ἐν τῷ προνοουμένῳ. 9 Jo 1, 11 Πῶς ἦλθεν εἰς τὰ ἴδια ὁ ἀεὶ πανταχοῦ καὶ ἐν τῷ κόσμῳ παρών; ὡς ἐπιφανεὶς σαρκί, ὡς σὺν ἡμῖν σωματικῶς συνδιαιτηθεὶς καὶ ἄνθρωπος ἀληθῶς ἐπιγνωσθείς. ἴδιος δὲ αὐτοῦ ὁ κόσμος ὡς ποίημα καὶ δημιούργημα καὶ ὡς διακυβερνώμενος καὶ προνοούμενος ὑπ' αὐτοῦ, ἔτι δὲ νῦν καὶ ὡς μᾶλλον ἀγαπηθείς, ὅτι καὶ ἄνθρωπος γενέσθαι δι' αὐτὸν ἤτοι διὰ τὸν ἐν αὐτῷ ἄνθρωπον κατηξίωσεν. 10 Jo 1, 12 Ἔδωκεν αὐτοῖς ἐξουσίαν καὶ τὰ ἑξῆς. τί οὖν οἱ πρὸ τῆς Χριστοῦ παρουσίας οἱ τῷ νόμῳ ζήσαντες οὐκ εἶχον ἐξουσίαν τέκνα θεοῦ γενέσθαι; οὐ μὲν οὖν τοσαύτην οὐδὲ πολλοῦ δεῖ. ἄκουΣον Παύλου λέγοντος· ἐλθούσης δὲ τῆς ἐντολῆς ἡ ἁμαρτία ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον. καὶ νόμος δὲ παρεισῆλθεν. καί τι καὶ ἐπλεόνασεν τὸ ἁμάρτημα, φησίν. καὶ τὴν ἁμαρτίαν οὐκ ᾔδειν, εἰ μὴ ὁ νόμος ἔλεγεν· οὐκ ἐπιθυμήσεις. καὶ χωρὶς γὰρ νόμου ἁμαρτία νεκρά, ὥστε ὁ νόμος διδάσκαλος μὲν ἦν ἀρετῆς καὶ κακίας ἀποτροπή, οὐ μὴν δὲ ἐδίδου χάριν καὶ συνεργίαν εἰς τὸ πληρῶσαι τὰς ἐντολάς, ὥστε οὐδὲ ἐξουσίαν εἶχον τοσαύτην πλὴν ὅΣον τὴν ἀπὸ τοῦ αὐτεξουσίου γενέσθαι τέκνα θεοῦ. τοὐναντίον μὲν οὖν ἐκ περιστάσεως καὶ ἐνεπόδιζεν ὁ νόμος· ἀφορμὴν γὰρ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς, κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν, φησίν. καὶ πάλιν, ὅτι καὶ ἐξ ἔργων μόνων ἦν ἡ διὰ νόμου σωτηρία, νῦν δὲ δεῖ μὲν καὶ ἔργων, τὸ δὲ ὅλον χάριτός ἐστιν· δωρεὰν γὰρ διὰ τοῦ βαπτίσματος υἱοθετούμεθα καὶ τέκνα θεοῦ ἐκ μόνου τοῦ θελῆσαι γινόμεθα, ὥστε ἄφατος ἡμῖν καὶ πολλὴ ἡ ἐξουσία τοῦ γενέσθαι τέκνα θεοῦ. ἐν δὲ τῷ νόμῳ οὐχ οὕτως, ἀλλ' ὁ ποιήσας αὐτὰ ἄνθρωπος ἐκεῖνος μόνος ζήσεται ἐν αὐτοῖς. νῦν δὲ πᾶς ὁ βουλόμενος πᾶσαν ἔλαβεν ἐξουσίαν γενέσθαι τέκνα θεοῦ. μετὰ μέντοι τὸ γενέσθαι οὐ δεῖ καταισχύνειν τὸν πατέρα οὐδὲ ἀτιμάζειν τὸν προῖκα καὶ δωρεὰν καὶ οὐχ ὡς ὁ νόμος δι' ἔργων υἱοποιησάμενον, ἀλλὰ καὶ αὐτόν τι δεῖ συνεισενεγκεῖν εἰς εὐχαριστίαν τῆς τηλικαύτης εὐεργεσίας βίον καθαρὸν καὶ ἀνεπίληπτον καὶ ταῦτα οὐδὲ χαλεποῦ ὄντος τοῦ ἐπιτηδεύματος, ἅτε τῆς χάριτος τὰ μέγιστα ἡμῖν καὶ ἐν τῇ τῶν ἀρετῶν ἐργασίᾳ συνεφαπτομένης καὶ συνεπισχούσης. ὥστε διχῶς ἐν ἡμῖν ἡ ἐξουσία τοῦ τέκνα θεοῦ κληθῆναι καὶ γενέσθαι ἐπεδαψιλεύθη ἔκ τε τοῦ προῖκα καὶ δωρεὰν καὶ οὐκ ἐξ ἔργων υἱοθετεῖσθαι, ἀλλ' ἐκ μόνου τοῦ βούλεσθαι καὶ ἐκ τοῦ μετὰ τὴν υἱοθεσίαν καὶ εἰς αὐτὴν τῶν ἀρετῶν ἐργασίαν παρὰ τῆς χάριτος <δύναμιν> ἐφευρίσκειν. οἱ δὲ ἐν τῷ νόμῳ οὔτε χωρὶς ἔργων τινὸς δωρεᾶς ἢ υἱοθεσίας ἠξιοῦντο οὔτε ἐν αὐτοῖς τοῖς ἔργοις συμμαχίας τινὸς ἢ συνεργασίας ἀπέλαυον τῆς ἀπὸ τοῦ νόμου. τοὐναντίον μὲν οὖν αὐτοῖς καὶ τὴν ἁμαρτίαν ἐκεῖθεν ηὕρισκον μᾶλλον ἀνεζωοποιημένην καὶ σφοδρότερον αὐτοῖς ἐπιτιθεμένην, ὥστε τὴν ἀπὸ τοῦ αὐτεξουσίου μόνην ἐκεῖνοι διεκεκλήρωντο ἐξουσίαν, ἄλλην δὲ παρὰ ταύτην οὐδεμίαν. ἡμεῖς δὲ καὶ ταύτην ἔχομεν ἠλευθερωμένην καὶ τὴν ἀπὸ τῆς χάριτος πολλαπλασίονα καὶ ὑψηλοτέραν ταύτης, ὥστε Σοφῶς ἅμα καὶ εὐλόγως φησὶν ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι. εἰ δὲ τοσαύτην ἐξουσίαν εἰληφότες υἱοὶ θεοῦ εἶναι, ἔτι τοῖς πάθεσιν δουλεύομεν, τίς ἡμῖν ἀπολογία ὑπολείψεται, μᾶλλον δέ, τίς κόλασις οὐκ ἀξία ἐπενεχθήσεται τοῖς εἰς τοσαύτην ἑαυτοὺς ῥᾳθυμίαν καὶ ἀμέλειαν καταστήσασιν, ὥστε ἀντὶ τοῦ τέκνα θεοῦ εἶναι δούλους ἑλέσθαι χρηματίζειν παθῶν. 11 Jo 1, 12-14 Καὶ πῶς ἔνι γενέσθαι, φησίν, τοὺς ἀνθρώπους τέκνα θεοῦ; μὴ θαυμάσῃς φησίν· καὶ γὰρ ὁ λόγος δι' αὐτὸ τοῦτο σὰρξ γενέσθαι κατηξίωσε καὶ ἐσκήνωσεν ἐν ἡμῖν, ἵνα ἐκεῖνος γενόμενος ἄνθρωπος δι' οἰκονομίαν ἡμᾶς υἱοὺς θεοῦ ποιήσῃ χάριτι καὶ φιλανθρωπίᾳ. σὰρξ ἐγένετο, ὥστε οὐκ ἐν φαντασίᾳ ὤφθη, ἀλλ' ἀληθῶς γέγονεν σὰρξ καὶ ἐσκήνωσεν ἐν ἡμῖν, ὥστε οὐκ εἰς σάρκα ἐτράπη καὶ μία γέγονεν φύσις, ἀλλὰ σὰρξ ἀληθῶς γεγονὼς ἐφύλαξεν καὶ τοῦ γεγονότος καὶ τοῦ πρὶν γέγονεν καὶ τὴν φύσιν ἄτρεπτον καὶ τὸ ἰδίωμα. καὶ ἐθεασάμεθα τὴν δόξαν. τίνος; αὐτοῦ, ἐκείνου φησίν, οὐκ αὐτῶν· εἷς γάρ ἐστιν ὁ αὐτὸς κατὰ τὴν ὑπόστασιν, εἰ καὶ ἡ τῶν φύσεων διαφορὰ οὐκ ἀναιρεῖται. 12