καρποφορία. ἀλλ' οὕτω μὲν ταῦτα. Ἔστι δὲ καὶ μὴ καθ' ὑπερβατὸν τὸ χωρίον ἐκλαβομένους, ἀλλ' ὡς ἔχει τάξεως, παρειληφότας τοιοῦτον ἐν αὐτῷ θηρᾶσαι τὸν νοῦν· ἐκωλύθην ἄχρι τοῦ δεῦρο· διὰ τί; φησίν. ἵνα μὴ θᾶττον ἐλθὼν ἀκάρπους ὑμᾶς ἔτι καταλήψωμαι, διὸ ἀνεβαλόμην τὴν παρουσίαν, ἕως οὗ καὶ ἐν ὑμῖν καρπόν τινα βλαστάνοντα τῆς πίστεως ἄξιον καὶ τελεσφορούμενον μάθω. τί οὖν ἂν καὶ καρποφορῶσιν; τίς ἡ χρεία τῆς Παύλου παρουσίας; πολλὴ μὲν οὖν· οὐ γὰρ πάντα τὸν καρπὸν ἀνέμενεν Παῦλος αὐτοὺς καρποφορῆσαι, ἀλλὰ τινά. καὶ μάλα εἰκότως· ὥσπερ γὰρ περιττὸν τὸ τὸν τελείως καρποφοροῦντα εἰς καρποφορίαν παραινεῖν, οὕτως ἐπίπονον καὶ ὄκνον ἐμποιεῖ τὸ μὴ πρὸς καρπογονίαν εὔχρηστον καὶ παρέχον ἐλπίδας χρηστάς. εἰ δὲ καὶ καρπὸς τὶς ἦν καὶ οὗτος τέλειος, οὐδ' οὕτως ἁπλῶς ἐνεκόπτετο τὴν παρουσίαν ὁ Παῦλος· ὀφειλέτην γὰρ αὐτὸν ἀποκαλεῖ ὥστε, εἰ καὶ τοῖς ἔργοις ἐκόμων, αὐτὸς ἂν τὸ αὐτοῦ οὐκ ἀπέστη ποιῶν. 474 Ἔστι δὲ καὶ ἄλλως τὸ νόημα συνιδεῖν. ἐκωλύθην ἄχρι τοῦ δεῦρο· διὰ τί; ὅτι καρπόν τινα ἔτι μοι συνέλεγον λείποντα. καὶ ταύτην τὴν ἔννοιαν ἐπὶ τέλει τῆς ἐπιστολῆς ὥσπερ τὰ προοιμιασθέντα ἐπιλογιζομένου τοῦ ἀποστόλου ἔστι βεβαιουμένην τῶν ἄλλων ἑρμηνειῶν μᾶλλον ἰδεῖν· καὶ γάρ φησιν· διὸ καὶ ἐνεκοπτόμην ἐλθεῖν πρὸς ὑμᾶς, νυνὶ δὲ μηκέτι ἔχων τόπον ἐν τοῖς κλίμασι τούτοις, ἐλεύσομαι πρὸς ὑμᾶς. ὥστε ὁ ἕως τοῦ νῦν ἐλπιζόμενος εἰς συλλογὴν καρπὸς ἐν τοῖς ἄλλοις κλίμασιν ἐκώλυεν αὐτὸν ἐπὶ Ῥώμην δραμεῖν, ἀτέλεστον ἐν ἐκείνοις τὸ ἔργον καταλείποντα. εἶτα τὸ ἐν ὑμῖν καὶ τὰ ἐφεξῆς ὥσπερ ἀντιπίπτοντος λύσις ἐστίν, οἷόν· τί; φησίν, ἐν ἡμῖν οὐ μέλει σοι καρπὸν σχεῖν; ναί, φησί, καὶ ἐν ὑμῖν τοῦτο σπεύδω, τοῦτο ἐπιζητῶ, ὀφειλέτης εἰμί, χρεωστῶ πᾶσιν. Rο+m1,16-18 Ἰουδαίῳ δὲ πρῶτον. ὁ γὰρ Ἰουδαῖος ἀπαιτεῖται πρῶτον πιστεύειν, ἅτε δὴ κατηχημένος τὰ περὶ τοῦ Χριστοῦ ἐκ νόμου καὶ τῶν προφητῶν μᾶλλον τῶν ἐθνῶν, καὶ ὅτι, εἰ καὶ ἐπὶ κοινῇ τοῦ γένους τῶν ἀνθρώπων σωτηρίᾳ ἐπεδήμησεν ὁ Χριστός, ἀλλ' οὖν ἐν τοῖς Ἰουδαίοις καὶ ἐγεννήθη καὶ ἐπολιτεύσατο καὶ ἐδίδαξεν καὶ τὰς θεοσημείας ἐν αὐτοῖς εἰργάσατο· δι' ἃ πάντα ὀφειλέται εἰσὶν οἱ Ἰουδαῖοι πρῶτον πιστεύειν εἰς Χριστὸν ἤπερ τὰ ἔθνη. ∆ικαιοσύνη γὰρ θεοῦ, φησίν, ἐν τῷ εὐαγγελίῳ ἀποκαλύπτεται, τοῦτ' ἔστιν ἅπασα ἡ ἀρετὴ διὰ τοῦ εὐαγγελίου φανεροῦται· δικαιοσύνην γὰρ πολλάκις εἴωθε πᾶσαν λέγειν τὴν ἀρετήν. πῶς δὲ ἀποκαλύπτεται καὶ τίσιν; τοῖς ἐκ πίστεως τῷ εὐαγγελίῳ προσιοῦσιν· πᾶσι μὲν γὰρ κηρύττει τὴν ἀρετὴν τὸ εὐαγγέλιον καὶ πᾶσι παραινεῖ ἀντέχεσθαι τῆς ἀρετῆς, ἐκείνοις δὲ ἀποκαλύπτει τὸ κάλλος τῆς ἀρετῆς, καὶ ἐκείνους ποιεῖ ἐραστὰς αὐτῆς, τοὺς μετὰ πίστεως προσιόντας. τί οὖν; παύεται ἡ πίστις τῆς ἀρετῆς κατορθουμένης; οὐμενοῦν, ἀλλὰ καὶ εἰς τὸ τελειότερον καὶ ὑψηλότερον πρόεισιν. ἐπίστευσεν, πράττει διὰ τοῦτο τὴν ἀρετήν· ἀρετὴν κατορθοῖ, εἰς τελειοτέραν προκόπτει πίστιν· ἡ μὲν γὰρ πρώτη πίστις κατάνυξίς τις ψυχῆς ἦν καὶ προθυμία, ἡ δὲ τῇ τῶν ἀρετῶν ἐργασίᾳ συναυξηθεῖσα καὶ τελειωθεῖσα πίστις βεβαίωσίς ἐστιν ἀμετάπιστος καὶ πληροφορία. καὶ ἡ μὲν ἔοικε καταβολῇ σπέρματος, ἡ δὲ τῶν ἀρετῶν ἐργασίᾳ καὶ καρποφορίᾳ, ἡ δὲ δι' αὐτῶν συναυξηθεῖσα καὶ τελειωθεῖσα πίστις ἀπολαύσει καὶ εὐδαιμονίᾳ. οὕτως οὖν δικαιοσύνη θεοῦ ἀποκαλύπτεται ἐν τῷ εὐαγγελίῳ ἐκ πίστεως 475 εἰς πίστιν. καλεῖ δὲ θεοῦ δικαιοσύνην τὴν ἀρετήν, ὅτι θεῖόν τί ἐστιν ἡ ἀρετή, καὶ ὅτι πάντα τὰ ἀγαθὰ ἐκ θεοῦ. Ἐκ πίστεως εἰς πίστιν. πιστεύειν γὰρ δεῖ ὅτι θεὸς ἐφάνη ἐπὶ γῆς μετὰ σαρκός, ὅπερ ἐστὶν ἀρχή· καὶ πάλιν ὅτι ἔσται τοῖς πιστεύσασιν εἰς κλῆρον ἡ βασιλεία τῶν οὐρανῶν, ὅπερ ἐστὶ πίστεως τέλος. Τὸ δὲ ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται μαρτυρία μέν ἐστι τῶν εἰρημένων καὶ ἀπόδειξις· προφητικὴ γὰρ ἡ ῥῆσις εἰρημένη τῷ Ἀμβακούμ, τοιοῦτον δέ τί φησιν· καλῶς εἶπον, φησί, τὸν σπουδαῖον ἐκ πίστεως εἰς πίστιν δι' ἀρετῆς προϊέναι, καὶ γὰρ ὁ Ἀμβακούμ, φησίν, ἄνωθεν τοῦτο διὰ τοῦ αὐτοῦ πνεύματος βοᾷ, ὅτι ὁ σπουδαῖος ἄνθρωπος ἐκ πίστεως ζῇ, τοῦτ' ἔστι πᾶσαν τὴν ζωὴν αὐτοῦ πίστει παρατεινομένην ἔχει. ἢ οἰκειότερον· ἐπεὶ