πάλαι ἀβέλτερον. λέγουσι δὲ καὶ †ἀβελτήριον τὴν ἀβελτηρίαν†. Ἀναξανδρίδης Ἑλένῃ (fr. 12 K.)· ἄγκυρα, λέμβος, σκεῦος ὅ τι βούλει λέγειν. ὦ Ἡράκλεις, ἀβελτηρίου †τεμνικοῦ†. ἀλλ' οὐδ' ἂν εἰπεῖν τὸ μέγεθος δύναιτό τις. alpha.37 Ἄβιοσ· ὁ ἀβλαβής, παρὰ τὴν βίαν, οἷον ὁ κρείσσων βίας. καὶ Ἄβιοι· οἱ νομάδες παρ' Ὁμήρῳ (N 6), οἷον οἱ τὸν πολιτικὸν καὶ κοινωνικὸν οὐκ ἔχοντες βίον. ὁ μέντοι Εὐριπίδης (Ion. 764) ἐπὶ τοῦ δυσβίου ἐχρήσατο τῇ λέξει. κέχρηνται δὲ αὐτῇ καὶ ἐπὶ τοῦ ἐστερημένου τῆς ζωῆς. ἀλλὰ καὶ ὁ πολύβιος κατ' ἐπίτασιν τοῦ α ἄβιος λέγεται παρὰ τοῖς παλαιοῖς. alpha.38 Ἄβιοσ· Ἀντιφῶν (87 B 43 D. .K) ἐπὶ τοῦ πολὺν βίον τάττει κεκτημένου, ὥσπερ καὶ Ὅμηρος (Λ 155) τὸ ἄξυλον ἀντὶ τοῦ πολύξυλον. alpha.39 Ἀβίωτον· κακόν, ἀηδές, ὀδυνηρόν, οὐκ ἄξιον ζωῆς· ἀβίωτον γὰρ αὐτῷ, φησί, τὸν βίον διέθηκεν (incerti auctoris). alpha.40 Ἀβλεπτήματι· ἁμαρτήματι. alpha.41 Ἀβλήδην· ἐνδόσιμον. alpha.42 Ἀβληχρήν· ἀσθενῆ· βληχρὸν γὰρ τὸ ἰσχυρόν. alpha.43 Ἄβολοσ· ὁ μηδέπω ἐκβεβληκὼς τοὺς ὀδόντας πῶλος. alpha.44 Ἀβόλοις πώλοισ (Pl. Leg. 8, 834c)· τοῖς μηδέπω βεβληκόσιν ὀδόντας. alpha.45 Ἀβουλεῖν· μὴ βουλεύεσθαι ἢ μὴ βούλεσθαι. Πλάτων (Reip. 4, 437c). alpha.46 Ἀβούλητον κακόν· ἀθέλητον, ὃ οὐκ ἄν τις ἕλοιτο. alpha.47 Ἀβουλία· ἀπαιδευσία, ἄνοια, προπέτεια. alpha.48 Ἀβούλωσ· ἀφρόνως, ἀμαθῶς, προπετῶς. alpha.49 Ἁβρὰ βαίνων· θρυπτόμενος, βλακευόμενος. alpha.50 Ἄβραι· νέαι δοῦλαι. οἱ δέ φασιν οὔτε ἁπλῶς ἡ θεράπαινα ἄβρα λέγεται οὔτε ἡ εὔμορφος, ἀλλ' ἡ οἰκότριψ γυναικὸς κόρη καὶ ἔντιμος, εἴτε οἰκογενὴς εἴτε μή. Μένανδρος Ψευδηρακλεῖ (fr. 453 K. Th.)· μήτηρ τέθνηκε ταῖν ἀδελφαῖν ταῖν δυεῖν ταύταιν, τρέφει δὲ παλλακή τις τοῦ πατρὸς αὐτάς, ἄβρα τῆς μητρὸς αὐτῶν γενομένη. Σικυωνίῳ (fr. 1 Sandbach)· {καὶ} ἄβραν γὰρ ἀντωνούμενος ἐρωμένην ταύτῃ μὲν οὐ παρέδωκ' ἔχειν, ἔτρεφε δὲ χωρὶς ὡς ἐλευθέρᾳ πρέπει. Ἀπίστῳ (fr. 58 K. Th.)· ᾤμην, εἰ τὸ χρυσίον λάβοι ὁ γέρων, θεράπαιναν εὐθὺς ἠγορασμένην ἔσεσθαι ἄβραν. alpha.51 Ἀβραμιαῖοσ· γιγαντιαῖος, ἱεροπρεπής. ἢ ἀπόγονος τοῦ Ἀβραάμ. alpha.52 †Ἁβροδιαίτη· τρυφερὰ ζωὴ καὶ ἁπαλὴ καὶ ἡδονῆς μεστή†. alpha.53 Ἁβροδίαιτοσ· τρυφητής, τρυφερόβιος. καὶ ἁβρόσ· ὁ τρυφερὸς καὶ ἁπαλός. καὶ ἁβρὸς λειμὼν καὶ νοτερὸς καὶ εὐθαλής. alpha.54 Ἀβροκόμασ· ὄνομα κύριον. σατράπης δ' ἦν Ἀρταξέρξου τοῦ Περσῶν βασιλέως. alpha.55 Ἁβρόσ· λαμπρός, τρυφερός, ἁπαλός. alpha.56 Ἁβροσύνη· φαιδρότης. alpha.57 Ἀβροτήμων· ἁμαρτωλός. alpha.58 Ἁβρότητι· τρυφερότητι, ἁπαλότητι. alpha.59 Ἄβροτον· ἄψυχον, ἀναίσθητον. alpha.60 Ἁβροχίτων· ὁ τρυφερὰ φορῶν. alpha.61 Ἁβρύνεται· κοσμεῖται, θρύπτεται, καυχᾶται. alpha.62 Ἄβρωτοσ· ὁ νῆστις. alpha.63 Ἄβυδοσ· ἐπὶ συκοφάντου τάττεται ἡ λέξις διὰ τὸ δοκεῖν συκοφάντας εἶναι τοὺς Ἀβυδηνούς. καὶ ἀβυδοκόμαι οἱ ἐπὶ τῷ συκοφαντεῖν κομῶντες. τίθεται δὲ ἡ λέξις καὶ ἐπὶ τοῦ εἰκαίου καὶ οὐδενὸς ἀξίου. κωμῳδοῦνται δὲ Ἀβυδηνοὶ καὶ εἰς ἀκολασίαν. alpha.64 Ἄβυθος φλυαρία· ἡ πολλή. alpha.65 Ἀβύρβηλον· ἀναίσχυντον, ἀπεχθές, πολύ, μάταιον. οἱ δὲ δασὺ καὶ συρφετῶδες. alpha.66 Ἀβυρτάκη· ὑπότριμμα βαρβαρικὸν ἐκ δριμέων σκευαζόμενον, ἐκ καρδάμων καὶ σκορόδων καὶ σινάπεως καὶ σταφίδων, ᾧ πρὸς κοιλιολυσίαν ἐχρῶντο. alpha.67 Ἄβυσσοσ· ἡ πέρας μὴ ἔχουσα διὰ μέγεθος. ἔστι δὲ καὶ ἐν Ἄργει λίμνη οὕτω καλουμένη. alpha.68 Ἀγαθά· ἐπὶ τῶν πρὸς ἀπόλαυσιν καὶ εὐωχίαν σιτίων καὶ ποτῶν ἐχρήσατο Ξενοφῶν τῇ λέξει (An. 4, 4, 9). alpha.6 Ἀγαθῆς Τύχης νεώσ· οὐκ ἄδηλον τὸ σημαινόμενον. alpha.70 Ἀγαθὴ τύχη· τοῦτο προγραφόμενον οἴονταί τινες [...] ἔνιοι δὲ προστιθέασι τὸ καὶ θεός, ὡς Πλάτων ἐν τρίτῳ Νόμων (6, 757ε)· νῦν δὴ θεὸν καὶ τύχην ἀγαθὴν ἐν εὐχαῖς ἐπικαλούμεθα. καὶ Τιμοκλῆς (fr. 3 Dem.)· θεὸς μὲν δηλαδὴ ἀγαθὴ τύχη τ' ἔνεστιν. alpha.71 Ἀγαθέστατε· †Εὐριπίδης† εἶπεν. alpha.72 Ἀγαθὴ Τύχη· ἡ Νέμεσις καὶ ἡ Θέμις. alpha.73 Ἀγάθαρχοσ· κύριον καὶ τοῦτο. ἦν δὲ ζωγράφος ἐπιφανής, Εὐδήμου υἱός, τὸ δὲ γένος Σάμιος. alpha.74 Ἀγαθικά· τὰ σπουδαῖα. alpha.75 Ἀγαθὸν τίνοσ· ἀντὶ τοῦ τίνος ἕνεκα. Μένανδρος (fr.