1

 2

 3

 4

 5

 6

 7

 8

 9

3

εἰσιν πονηρῶν ἄξιοι οἱ τῆς τοῦ θεοῦ γνώσεως ἑαυτοὺς ἀποστήσαντες. 1.14 Εἶδον σύμπαντα τὰ ποιήματα τὰ πεποιημένα ὑπὸ τὸν ἥλιον, καὶ ἰδοὺ τὰ πάντα ματαιότης καὶ προαίρεσις πνεύματοσ. {Τοῦ Νύσσης.} Οὐκ ἦν γὰρ ὁ συνιῶν ἢ ὁ ἐκζητῶν τὸν θεόν, ἐπειδὴ πάντες ἐξέκλιναν ἅμα ἠχρειώθησαν. ∆ιό φησι· καὶ πάντα ματαιότης. Ἀλλ' οὐκ αἴτιος τούτου θεός, ἀλλ' ἡ ἀνθρωπίνη προαίρεσις, ἣν ὠνόμασε πνεῦμα, οὐκ ἐξ ἀρχῆς ὂν τοιοῦτον, ἀλλ' ἐκ διαστροφῆς ἐξαρμοσθὲν τοῦ κοσμίου. 1.1618 Ἐλάλησα ἐγὼ ἐν καρδίᾳ μου τοῦ λέγειν· ἰδοὺ ἐγὼ ἐμεγαλύνθην καὶ προσέθηκα σοφίαν ἐπὶ πᾶσιν οἳ ἐγένοντο ἔμπροσθέν μου ἐν Ἱερουσαλήμ, καὶ ἡ καρδία μου εἶδε πολλὴν σοφίαν καὶ γνῶσιν. Παραβολὰς καὶ ἐπιστήμην ἔγνων, ὅτι καί γε τοῦτο προαίρεσις πνεύματος· ὅτι ἐν πλήθει σοφίας πλῆθος γνώσεως, καὶ ὁ προστιθεὶς γνῶσιν προστίθησιν ἄλγημα. {∆ιονυσίου.} Ἐφυσιώθην μάτην καὶ προσέθηκα σοφίαν, οὐχ ἣν ἔδωκεν ὁ θεός, ἀλλὰ περὶ ἧς φησιν ὁ Παῦλος· ἡ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ θεῷ ἐστιν. Σολομὼν γὰρ καὶ ταύτην ἐπεπαίδευτο ὑπὲρ τὴν φρόνησιν [ὑπὲρ] πάντων τῶν ἀρχαίων. ∆είκνυσιν οὖν ταύτης τὸ μάταιον, ὡς δηλοῖ καὶ τὰ ἑξῆς· καὶ ἡ καρδία μου εἶδε πολλά, σοφίαν καὶ γνῶσιν, παραβολὰς καὶ ἐπιστήμην ἔγνων· σοφίαν δὲ καὶ γνῶσιν οὐ τὴν ἀληθῆ, ἀλλ' ἥτις κατὰ Παῦλον φυσιοῖ. Εἶπε δέ, καθὰ γέγραπται, καὶ τρισχιλίας παραβολάς, ἀλλ' οὐ τὰς ἐν πνεύματι, ἀλλ' οἷαι τῇ κοινῇ πολιτείᾳ τῶν ἀνθρώπων ἁρμόττουσιν, οἷον περὶ ζῴων ἢ φαρμάκων. ∆ιὸ καὶ ἀποσκώπτων ἐπήγαγεν· ἔγνων ὅτι καί γε τοῦτό ἐστι προαίρεσις πνεύματος. Πλῆθος δὲ γνώσεως, οὐ τοῦ ἁγίου πνεύματος, ἀλλ' ὅπερ ὁ ἄρχων ἐνεργεῖ τούτου τοῦ κόσμου, καὶ ἐπιπέμπει σκελίσαι τὰς ψυχάς, πολυπραγμονεῖν οὐρανοῦ μέτρα, γῆς θέσιν, θαλάσσης πέρατα. Ἀλλ' ὁ προστιθεὶς τούτων γνῶσιν προστίθησιν ἄλγημα. Ἐρευνῶσι γὰρ τὰ τούτων βαθύτερα· τίς ἡ χρεία τοῦ τὸ πῦρ ἄνω χωρεῖν, τὸ δὲ ὕδωρ κάτω; Καὶ μαθόντες ὅτι τὸ μὲν ὡς κοῦφον, τὸ δὲ ὡς βαρύ, προστιθέασιν ἄλγημα· καὶ διὰ τί μὴ ἀνάπαλιν; 2.1 Εἶπον ἐγὼ ἐν καρδίᾳ μου· δεῦρο πείρασαι ὡς ἐν εὐφροσύνῃ, καὶ ἴδε ἐν ἀγαθῷ. Καί γε τοῦτο ματαιότησ. {∆ιονυσίου.} Πείρας γὰρ ἕνεκα καὶ κατὰ συμβεβηκὸς ἀπὸ τοῦ σεμνοτέρου καὶ κατεσκληκότος βίου ἦλθεν εἰς τὴν ἡδονήν. Εὐφροσύνην δέ φησιν ἣν ὀνομάζουσιν ἄνθρωποι, ἐν ἀγαθῷ δὲ ἃ καλοῦσιν ἀγαθά, ἅπερ οὐχ ἱκανὰ ζωοποιῆσαι τὸν κτησάμενον, ἃ ματαιοῖ τὸν πράττοντα. 2.2 Τῷ γέλωτι εἶπον περιφορὰν καὶ τῇ εὐφροσύνῃ· τί τοῦτο ποιεῖσ; {∆ιονυσίου.} ∆ιπλῆν ὁ γέλως ἔχει περιφοράν· ὅτι τε περιφορὰ γεννᾷ γέλωτας καὶ πενθεῖν οὐ συγχωρεῖ τὰς ἁμαρτίας, καὶ ὅτι οὗτος περιφέρεται, καιροὺς καὶ τόπους ἐναλλάττων καὶ πρόσωπα· φεύγει γὰρ τοὺς πενθοῦντας. Καὶ τῇ εὐφροσύνῃ· τί τοῦτο ποιεῖς; Τί πορεύῃ πρὸς οὓς οὐ θέμις εὐφραίνεσθαι, πρὸς τοὺς μεθύσους καὶ πλεονέκτας καὶ ἅρπαγας; ∆ιὰ τί δὲ ὡς οἶνον; Ἐπειδὴ τὴν καρδίαν οἶνος εὐφραίνει· πραϋθύμους γὰρ τοὺς ἀνθρώπους ἐργάζεται. Εὐφραίνει δὲ αὐτὴν καὶ ἡ σὰρξ εὔτακτα κινουμένη καὶ μέτρια. 2.3 Καὶ ἡ καρδία μου ὡδήγησεν ἐν σοφίᾳ καὶ τοῦ κρατῆσαι ἐπὶ εὐφροσύνῃ, ἕως οὗ εἰδῶ ποῖον τὸ ἀγαθὸν τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὃ ποιήσουσιν ὑπὸ τὸν ἥλιον ἀριθμὸν ἡμερῶν ζωῆς αὐτῶν. {∆ιονυσίου.} Ὁδηγηθείς, φησίν, διὰ σοφίας κατεκράτησα τῶν ἡδονῶν ἐπὶ εὐφροσύνῃ· σκοπὸς δέ μοι τῆς γνώσεως τὸ ἐπὶ μηδενὶ ματαίῳ τὴν ζωὴν ἀσχολῆσαι, εὑρεῖν δὲ τὸ ἀγαθόν, οὗ τις τυχὼν οὐχ ἁμαρτάνει τῆς τοῦ συμφέροντος κρίσεως, ὃ διαρκές ἐστι καὶ οὐ πρόσκαιρον, τῇ δὲ ἁπάσῃ ζωῇ παρατείνεται. 2.48 Ἐμεγάλυνα ποίημά μου, ᾠκοδόμησά μοι οἴκους, ἐφύτευσά μοι ἀμπελῶνας, ἐποίησά μοι κήπους καὶ παραδείσους, καὶ ἐφύτευσα ἐν αὐτοῖς πᾶν ξύλον πάγκαρπον· ἐποίησά μοι κολυμβήθρας ὑδάτων τοῦ ποιῆσαι ἀπ' αὐτῶν δρυμὸν βλαστῶντα ξύλα· ἐκτησάμην δούλους καὶ παιδίσκας, καὶ οἰκογενεῖς ἐγένοντό μοι, καί γε κτῆσις βουκολίου καὶ ποιμνίου ἐγένετό μοι πολλὴ ὑπὲρ πάντας τοὺς γενομένους ἔμπροσθέν μου ἐν Ἱερουσαλήμ· συνήγαγόν μοι καί γε ἀργύριον καί γε χρυσίον, καὶ περιουσιασμοὺς τῶν βασιλέων καὶ τῶν χωρῶν· ἐποίησά μοι ᾄδοντας καὶ ᾀδούσας, καὶ τρυφήματα