ἐῤῥιζωμένος καὶ τεθεμελιωμένος, καὶ μέχρι αὐτῶν τῶν οὐρανίων ἁψίδων ἠσφαλισμένος. Ἦλθε πρῶτος ἄγγελος, καὶ λέγει τῷ Ἰώβ· Τὰ ζεύγη τῶν βοῶν ἠροτρία, καὶ ἐλθόντες οἱ αἰχμαλωτεύοντες, ᾐχμαλώτευσαν αὐτὰ, καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίραις. Ἔτι τούτου λαλοῦντος, ἦλθεν ἕτερος ἄγγελος, καὶ λέγει τῷ Ἰώβ· Πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ καὶ κατέκαυσε τὰ πρόβατά σου, καὶ τοὺς ποιμένας κατέφαγεν ὁμοίως. βʹ. Βλέπε τί ποιεῖ ὁ διάβολος. Ἐπειδὴ γὰρ εἶδεν αὐτὸν εἰς τὴν πρώτην καὶ δευτέραν πληγὴν γενναίως ἑστηκότα, καὶ μηδ' ὅλως ἐκ τῶν βασάνων αὐτοῦ διασαλευθέντα, πολεμούμενον, καὶ μὴ τιτρωσκόμενον, μηχανᾶταί τι τοιοῦτον ποιῆσαι· Ἐπιβάλλει πῦρ ἐξ ἀέρος, ἵνα δόξῃ τὸ πῦρ ἐξ οὐρανοῦ καταπέμπεσθαι, καὶ ἵνα νομίσας, ὅτι ὁ Θεὸς ἐξ οὐρανῶν αὐτὸν πολεμεῖ, βλασφημήσῃ τὸν Θεὸν, τὸν οὕτω δίχα τινὸς ἁμαρτήματος ἀδίκως αὐτὸν πολεμοῦντα· Πῦρ, φησὶν, ἐκ τοῦ οὐρανοῦ ἔπεσε, καὶ κατέφαγε τὰ πρόβατά σου καὶ τοὺς ποιμένας. Ἔτι τούτου λαλοῦντος, ἦλθεν ἕτερος ἄγγελος, καὶ εἶπε τῷ Ἰώβ· 56.566 Οἱ ἱππεῖς ἐποίησαν ἡμῖν κεφαλὰς τρεῖς, καὶ ἐκύκλωσαν τὰς καμήλους, καὶ ᾐχμαλώτευσαν αὐτὰς, καὶ τοὺς παῖδας ἀπέκτειναν μαχαίραις. Ἀλλὰ καὶ ἐν πᾶσι τούτοις ἔμενεν ὁ μακάριος Ἰὼβ, ὥσπερ στῦλος ἀσάλευτος, ὥσπερ πύργος ἄσειστος, ὥσπερ ἀγωνιστὴς ἀήττητος, ἀκαμπὴς, ἀνένδοτος, βάλλων μᾶλλον, ἢ βαλλόμενος. Ὅταν γάρ τις ἀνόνητα κάμνῃ, πολλὰ πολεμῶν, καὶ μηδὲν ὠφελῶν, πολλάκις μαχόμενος, καὶ μηδ' ὅλως περιγινόμενος, αὐτὸς μᾶλλόν ἐστιν ὁ τὰς μάστιγας κατὰ τῶν ματαίων αὐτοῦ πόνων ὑποδεχόμενος. Ἔτι τούτου λαλοῦντος, ἦλθεν ἕτερος ἄγγελος. Συνεχὴς ὁ πόλεμος, ἀλλὰ μάταιος τῷ κάμνοντι· πυκνότερα τὰ βέλη, ἀλλὰ φαιδρότερα τὰ βραβεῖα. Οὐκ ἀφίησιν αὐτὸν οὐδὲ πρὸς ὥραν ἀναπνεῦσαι, ἵνα μή τι κατὰ τὴν ἔμφυτον εὐσέβειαν τοῦ παλαιστοῦ σοφόν τι λογίσηται. Ἔπεμψεν ὅλα τὰ βέλη, καὶ οὐκ ἐνίκησε τὸν ἀθλητήν· ἐκένωσεν αὑτοῦ τὴν φαρέτραν, καὶ οὐκ ἐκενώθη τῆς ἀλγηδόνος. Αἰσχυνθήτωσαν οἱ ἀνομοῦντες διὰ κενῆς. Ἐπεὶ οὖν κἀκεῖνος ἀπεστράφη τεταπεινωμένος, κατῃσχυμμένος, ὁ πολλὰ παλαίσας, καὶ διὰ πάντων ἡττηθείς. Ἔπεμψε γὰρ κατὰ ποιμένων, κατὰ βουκολίων, κατὰ τῶν προβάτων, κατὰ τῶν καμήλων, κατὰ τῶν υἱῶν, κατὰ τῶν θυγατέρων, κατὰ τῆς οἰκίας, κατὰ τοῦ σώματος, διὰ τῶν φίλων, διὰ τῶν οἰκετῶν, διὰ τῶν σκωλήκων, διὰ τῶν τραυμάτων, διὰ τῶν ἰχώρων. Πᾶντα ἐξεκένωσε, καὶ τὴν εὐσέβειαν οὐκ ἔλυσε. Τὸν τοῖχον διώρυξε, καὶ τὸν θησαυρὸν οὐκ ἐξεκένωσεν. Ὅσας εἶχεν ὁ τῆς οἰκουμένης τύραννος ῥομφαίας ἐκίνησε, διὰ πυρὸς, διὰ ξιφῶν, διὰ χώματος, δι' αἰχμαλωσίας, δι' αἵματος. Πάντα διέτεινε, καὶ τὸν ἀθλητὴν μᾶλλον ἀνδρειότερον ἐποίησε. ∆ι' ὃ δὴ καὶ ὁ προφήτης ἀνεβόα λέγων· Τοῦ Ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος. Τάχα δὲ καὶ πρὸς αὐτὸν λέγει· Σκληρόν σοι πρὸς κέντρα λακτίζειν. Ἔλαβε πάντα τὰ χρήματα, τὰ κτήματα, τὴν ὕπαρξιν. Καὶ τί ὁ τελευταῖος ἄγγελος; Τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων εἰς τὸν οἶκον τοῦ ἀδελφοῦ αὐτῶν τοῦ πρεσβυτέρου, ἐξαίφνης ἦλθε πνεῦμα ἐκ τῆς ἐρήμου, καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας, καὶ κατέπεσεν ἡ οἰκία ἐπὶ τὰ παιδία σου, καὶ ἀπέθανον. Καὶ ἵνα μάθῃς, ἀγαπητὲ, ὅτι οὐκ ἦν ἄνθρωπος ὁ ταῦτα διαγορεύων τῷ Ἰὼβ, ἀλλ' αὐτὸς ἦν ὁ διάβολος ἐσχηματισμένος ἐν ἀνθρώπου μορφῇ, μάθε μετὰ πάσης ἀκριβείας· Τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων παρὰ τῷ ἀδελφῷ αὐτῶν τῷ πρεσβυτέρῳ, ἐξαίφνης ἦλθε πνεῦμα ἐκ τῆς ἐρήμου, καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας, καὶ ἔπεσεν ἡ οἰκία ἐπὶ τὰ παιδία σου, καὶ ἀπέθανον. Πόθεν οἶδας, εἰπέ μοι, ὅτι ἦλθεν ἐκ τῆς ἐρήμου, καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας; Ἄνθρωπος εἶ, καὶ πῶς εἶδες τὸ πνεῦμα; ποίοις ὀφθαλμοῖς ἐθεάσω αὐτό; πῶς δὲ καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τὸ πνεῦμα; Εἰ ἄνθρωπος εἶ, καὶ ἔνδον ἦς ἐν τῇ οἰκίᾳ, πάντως ὅτι καὶ σὲ περιελάμβανεν ἡ οἰκία· εἰ δὲ ἔξω ἦς, πῶς ἔβλεπες τὰ ἔσω γιγνόμενα; Εἰ δὲ πνεῦμα εἶ, δεῖξον ὅστις εἶ, μὴ σχηματίζου εἰς ἀνθρώπου μορφήν.