3
ἑρμηνευτὰς τῷ διαψάλματι κεχρημένους εὑρίσκων, οὐ δίκαιον ἡγοῦμαι τοσούτων μὲν καὶ τοιούτων καταφρονῆσαι, ἑνὸς δὲ μόνου διανοίᾳ πιστεῦσαι. Οὗ δὴ χάριν μέλους ἐναλλαγὴν ὑπολαμβάνω σημαίνειν τοῦ διαψάλματος τὴν γραφήν. Ἐπειδὴ γὰρ χοροὺς συστησάμενος ὁ μέγας ∆αβὶδ τῷ Θεῷ τὴν ὑμνῳ δίαν προσέφερεν, οὐκ αὐτῷ χρείαν τινὰ πληρῶν, ἀλλὰ τῷ λαῷ προξενῶν ὠφέλειαν, δηλονότι μετά τινος ἁρμοδίας καὶ τοὺς χοροὺς ᾄδειν, καὶ τοὺς τοῖς ὀργάνοις κεχρημένους σύμφωνον παρεσκεύασε παρέχεσθαι τὴν ἠχήν. Πολλὰς δὲ καὶ τὰ ᾄσματα τοῦ μέλους ἔχει μεταβολὰς, καὶ αἱ λύραι δὲ, καὶ μέντοι καὶ κιθάραι, τῶν κρουμάτων ἐναλλαγάς· ἔστι δὲ καὶ ἐπὶ τῶν αὐλῶν πολλὴν τοιαύτην ἰδεῖν διαφοράν. Τὸ τοίνυν διάψαλμα δοκεῖ μοι σημαίνειν, 80.865 ὡς ἔφην, τὴν τοῦ μέλους μεταβολήν. Τὸ δὲ ἀκριβὲς τῆς ἑρμηνείας οἶδεν ὁ τοιαύτην τεθεικὼς τὴν ἐπι γραφὴν, καὶ εἴ τις κατ' ἐκεῖνον τοῦ θείου Πνεύματος τὴν αἴγλην ἐδέξατο. Εἰδέναι δὲ προσήκει τοὺς φιλοπόνως τοῖς Ψαλμοῖς ἐντυγχάνοντας, ὡς τοῦ χρό νου τὴν τάξιν οὐ διασώζουσιν· ἀλλ' οἱ μὲν τὰς πρε σβυτέρας περιέχοντες ἱστορίας ἔστιν ὅτε τὴν δευτέ ραν ἔλαχον τάξιν, οἱ δέ γε τὰς νεωτέρας, ἐτάχθησαν πρότεροι. Καὶ γὰρ ὁ τρίτος ψαλμὸς τοῦ κατὰ τὸν Ἀβεσσαλὼμ διηγήματος τὴν ἐπιγραφὴν ἔχει, ὁ δέ γε ἑκατοστὸς τεσσαρακοστὸς πρῶτος τοῦ Σαούλ. Ὅσῳ δὲ προγενέστερα τὰ κατὰ τὸν Σαοὺλ τῶν κατὰ τὸν Ἀβεσσαλὼμ, παντί που δῆλον τῷ τὴν ἱστο ρίαν ἐπισταμένῳ. Οἶμαι δὲ αὐτὸν μὲν τὸν θεῖον ∆αβὶδ τοὺς Ψαλμοὺς εἰρηκέναι· τινὰς δὲ τῶν ὕστερον γενομένων τὴν τούτων ποιήσασθαι σύνταξιν. Ταῦ τα δὲ ἐπεσημηνάμην, ἵνα μὴ διακόπτω τὴν ἑρμη νείαν περὶ τούτων μεταξὺ γράφειν ἀναγκαζόμενος. Ἐνταῦθα τοίνυν τὴν προθεωρίαν συμπεράναντες, σὺν Θεῷ φάναι, τῆς κατὰ μέρος ἑρμηνείας ἁψώ μεθα.
ΕΡΜΗΝΕΙΑ ΤΟΥ Αʹ ΨΑΛΜΟΥ. Ἀνεπίγραφος παρ' Ἑβραίοις. αʹ. "Μακάριος ἀνὴρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ
ἀσεβῶν, καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη, καὶ ἐπὶ καθέδρᾳ λοιμῶν οὐκ ἐκάθισεν." Ἐντεῦθεν ῥᾴδιον συνιδεῖν, ὡς πάλαι παρ' Ἑβραίοις τὰς ἐπιγραφὰς εὑρόντες οἱ τὰς θείας ἡρμηνευκότες Γραφὰς, ταύτας μετέθεσαν εἰς τὴν Ἑλλάδα φωνήν. Τοῦτον γὰρ καὶ τὸν μετ' αὐτὸν ψαλμὸν ἀνεπιγράφους εὑρόντες ἀνεπι γράφους κατέλιπον· οὐ τολμήσαντές τι προσθεῖναι παρ' ἑαυτῶν τοῖς λογίοις τοῦ Πνεύματος. Τινὲς μέν τοι τῶν τὰς ὑποθέσεις τῶν ψαλμῶν συγγεγραφότων ἠθικὴν τοῦτον ἔφασαν τὸν ψαλμὸν περιέχειν διδα σκαλίαν· ἐμοὶ δὲ οὐχ ἧττον δογματικὸς ἢ ἠθικὸς ἔδοξεν εἶναι. Περιέχει γὰρ οὐχ ἁμαρτωλῶν μόνον, ἀλλὰ καὶ ἀσεβῶν κατηγορίαν, καὶ παραινεῖ τοῖς θείοις λόγοις προσέχειν διηνεκῶς· ἐξ ὧν οὐκ ἠθικὴν μό νον, ἀλλὰ καὶ δογματικὴν ὠφέλειαν καρπούμεθα. Ἁρμοδίως δὲ λίαν ὁ μέγας ∆αβὶδ μακαρισμὸν τῆς οἰκείας αὑτοῦ προτέθεικε συγγραφῆς, τὸν ἑαυτοῦ υἱὸν ὁμοῦ καὶ ∆εσπότην μιμούμενος, τὸν Σωτῆρα λέγω Χριστόν· ὅστις πρὸς τοὺς ἱεροὺς μαθητὰς διδασκαλίας ἀπὸ μακαρισμῶν ἤρξατο, "Μακά ριοι, λέγων, οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν." Υἱὸς δὲ τοῦ ∆αβὶδ ὁ ∆ε σπότης Χριστὸς ὡς ἄνθρωπος κατὰ τὴν τῶν ἱερῶν Εὐαγγελίων φωνήν· "Βίβλος γὰρ γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Ἀβραάμ." Κύριος δὲ αὐτοῦ καὶ ποιητὴς, ὡς Θεός. Αὐτοῦ γάρ ἐστιν ἡ φωνή· "Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου." 80.868 Μακαρίζει τοίνυν τὸν μήτε τοῖς ἀσεβέσιν ὁδοῦ κοι νωνήσαντα, μήτε βεβαίαν τῶν ἁμαρτωλῶν δεξάμενον τὴν βουλήν· τοῦτο γὰρ δὴ στάσιν ἐκάλεσεν· καὶ τὴν μόνιμον τῶν λοιμῶν φυγόντα διαφθοράν. Τὸ δὲ μα κάριος ὄνομα θεία μὲν ὑπάρχει προσηγορία· καὶ μάρτυς ὁ θεῖος Ἀπόστολος βοῶν· "Ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ βασιλεὺς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων." Μετέδωκε δὲ καὶ ταύ της τοῖς ἀνθρώποις, ὥσπερ καὶ τῶν ἄλλων, ὁ ∆ε σπότης Θεός· καὶ γὰρ πιστὸς καλούμενος· "Πιστὸς γὰρ, φησὶν, ὁ Θεὸς, δι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ." Καὶ ὁ