1

 2

 3

 4

3

οὐδέποτε παρ' οὐ δενὸς ἀρχὴν τοῦ εἶναι λαβών· ἀλλ' ὢν ἤδη, τῆς ἐναν θρωπήσεως καὶ τῆς περὶ ἡμᾶς οἰκονομίας ὁ τοῦ Θεοῦ Λόγος ἀρχὴν ἐποιήσατο τῆς παρθενικῆς καὶ ἀχράντου νηδύος τὴν οἴκησιν. Καὶ τούτου μάρτυς μὲν ὁ ἀπό στολος Παῦλος· μάρτυς δὲ ὁ θεσπέσιος εὐαγγελιστὴς Ἰωάννης.

Ὁ μὲν ἅγιος Παῦλος οὑτωσὶ κεκραγώς. "Ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὑτοῦ·" τὸν ὄντα δηλονότι· οὐ γὰρ ἀποστέλλεται τὸ μὴ ὂν, ἀλλὰ γίνε ται· "γενόμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον," καὶ τὰ ἑξῆς. Ὁ δὲ βροντῆς υἱὸς διὰ τὸ με γαλόφωνον καὶ οὐράνιον τῶν δογμάτων παρὰ τοῦ ∆ε σπότου κληθεὶς Ἰωάννης, πρότερον εἰπὼν, ὅτι Θεὸς ἦν ὁ Λόγος, καὶ ἐν ἀρχῇ, καὶ πρὸς τὸν Θεὸν ἦν, καὶ ἀεὶ ἦν, καὶ ὅτι πάντα δι' αὐτοῦ ἐγένετο, καὶ ὅτι πάν των ἐστὶ Κύριος αὐτὸς, καὶ δείξας ἄναρχον αὐτοῦ τὸ εἶναι καὶ ὁμοούσιον τῷ Πατρὶ, καθάπερ Μονογενοῦς· τότε καὶ πρὸς τοὺς ἀποῤῥήτους τῆς οἰκονομίας κα ταβαίνων λόγους, φησίν· "Καὶ ὁ Λόγος σὰρξ ἐγέ νετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν." Πῶς οὖν οὐ Θεοτόκος, ὦ πάντων ἀνθρώπων, ὡς οἴει, σοφώτατε, ἡ τὸν Θεὸν Λόγον κυοφορήσασά τε γενόμενον ἄνθρωπον, καὶ γεννήσασα, καὶ μήτηρ εἶναι τοῦ γεννηθέντος ἀναγκαίως πιστευομένη; Καὶ πάντες οἱ προφῆται ταῦτα κηρύττουσιν. Ἢ οὐκ ἤκουσας τοῦ μὲν Ἡσαΐου βοῶντος· "Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμα νουήλ;" οὐ, κατὰ σὲ, καὶ κατὰ τὰς σὰς ληρῳδίας, θεότητος ὄργανον, ἀλλὰ Θεὸν μεθ' ἡμῶν, καθ' ἡμᾶς γενόμενον ἄνθρωπον. Τοῦ δὲ Ἱερεμίου, καὶ αὐτοῦ θεολογοῦντος τὸν ἐνανθρωπήσαντα Λόγον, ἐν οἷς φη σιν· "Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης." Καὶ μετ' ὀλίγα· "Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη." Καὶ τῆς τοῦ προδρόμου δὲ μητρὸς ὑπὸ τοῦ προσκυνητοῦ Πνεύματος προφητικῶς κινουμένης τε καὶ βοώσης· "Πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με;" Ταῦτα πολλοῖς πρότερον εἰρημένα, καὶ νῦν δὲ οὐδὲν ἧττον λεγόμενα, παραδραμεῖν ἀναγκαῖον. ῞Οτι μὲν οὖν Θεοτόκος ἡ ἁγία Παρθένος, ἱκανὰ τοῖς εὐγνώμοσι τὰ εἰρημένα. Τὴν δὲ σοφὴν αὐτοῦ τεχνολογίαν διὰ βραχέων ἀνατρέψαι πειράσομαι. Μικρὸν δὲ ἄνωθεν, ἡ Χριστὸς, φησὶ, προσηγορία τῶν δύο φύσεών ἐστι σημαντική· ἡ δὲ Θεὸς, τῆς ἁπλῆς καὶ ἀσυνθέτου· ἡ δὲ ἄνθρωπος, τὴν ἀνθρω πείαν παρίστησι φύσιν. Τί λέγεις; ῞Οταν οὖν ὁ Κύ ριος ἐν τοῖς Εὐαγγελίοις τὰ θειότερα, καὶ ὡς αὐτὸς εἶπεν ἐπουράνια διδάσκων, πρὸς τὸν Νικόδημον λέγῃ (ὡς γὰρ εἰδότι σοι τὰς θείας διαλέξομαι Γρα 83.1161 φάς)· "Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ." Ἐπειδὴ Υἱὸν ἀνθρώπου σαφῶς εἶ πεν, ἆρα τὴν ἀνθρωπείαν φύσιν ἐροῦμεν ἐκ τῶν οὐ ρανῶν κατεληλυθέναι κατὰ τὴν ἀσεβῆ καὶ ἄσοφόν σου σοφίαν; Τοῖς γὰρ σοῖς κατὰ σοῦ χρήσομαι σοφίσμα σιν. Ἄπαγε τῆς βλασφημίας. Οὐ γὰρ ἡ τοῦ ∆εσπότου σὰρξ ἐκ τῶν οὐρανῶν κατελήλυθεν, ἢ τὰ πάντα πληροῖ.

Ἀλλ' ἐνταῦθα περὶ τῆς θεότητός ἐστιν ὁ λόγος τῷ ∆εσπότῃ Χριστῷ· ὁ γὰρ καταβὰς ἐκ τῶν οὐρανῶν, καὶ πάντα πληρῶν, καὶ μὴ ἀπολιμπάνων ἐκεῖνα ὅθεν κατέβη, ὁ Θεός ἐστι Λόγος, διὰ τοῦ προ φήτου βοῶν· "Οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει Κύριος." Καὶ πάλιν· "Τίς ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ, καὶ πᾶ σαν τὴν γῆν δρακί;" καί· "Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου." Καθὸ μὲν Θεὸς, ἐν οὐρανῷ τε ὢν, καὶ κατιὼν πρὸς ἡμᾶς, καὶ τὰ πάντα πληρῶν· καθ' ὃ δὲ ἄνθρωπος γέγονε, μετὰ τὴν πρὸς ἡμᾶς συγκατάβασιν, ἀνιών τε εἰς οὐρα νοὺς, καὶ τῷ οἰκείῳ Πατρὶ συνδοξαζόμενος. Τοῦτο γὰρ δηλοῖ καὶ τὸ εἰρημένον τῷ ἱεροψάλτῃ ∆αβίδ. "Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου." Ἰδοὺ τῆς περιττῆς σου τῶν λόγων σοφίας ἀκριβὴς ἔλεγχος ἡ τοῦ Κυρίου φωνή. Υἱὸν γὰρ ἀνθρώπου προτάξας καταβαίνοντα ἐκ τῶν οὐρανῶν, καὶ ὄντα ἐν ἐκείνοις ὅθεν κατέβη· τοῦτο γὰρ ἐδήλωσεν εἰπών· "Ὁ ὢν ἐν τῷ οὐρανῷ·"