3
ὅταν ὑπὲρ τῆς εὐσεβείας ταύτην ἡμῖν ἐπάγωσι, καὶ πάθη καὶ ζημίαν ὑπομένοντας ἡδέως, ὥστε τὴν εὐσέβειαν μὴ παριδεῖν. τοῦτο δὲ φυλακτέον ἂν πρὸς ἀρετὴν βλέπειν ἑλώμεθα. 23
mt 6, 11 Ὡς τρέφεται εἰς ζωὴν ὁ ἄνθρωπος, οὕτω καί φασί τινες τὸ ἐπ
ιούσιον παρὰ τὸ ἐπιέναι καὶ ἐπέρχεσθαι, ἵν' ᾖ τοιοῦτον τὸ λεγόμενον· τὸν μὴ τοῦ ἐνεστῶτος αἰῶνος οἰκεῖον ἄρτον, ἀλλὰ τοῦ μέλλοντος καὶ μετὰ ταῦτα ἀποδοθησόμενον ὑπό σου τοῖς ἀξίοις λαβεῖν ἤδη δὸς ἡμῖν σήμερον καὶ «καθ' ἡμέραν». 24 mt 6, 22-23 Τινὲς δὲ τὸ ὁ λύχνος τοῦ σώματός ἐστιν ὀφθαλμὸς περὶ τοῦ διδασκάλου τῆς ἐκκλησίας εἰρῆσθαι ἔφασαν, ἀλλά μοι δοκοῦσιν οὐκ ἐπεσκέφθαι πᾶσαν τῶν εἰρημένων τὴν ἀκολουθίαν ἄνωθεν. ἤρξατο γὰρ «μὴ θησαυρίζετε», εἶτα παρενθεὶς τὸ ὁ λύχνος τοῦ σώματος καὶ τὸ «οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν» ἐπήγαγεν· «οὐ δύνασθε θεῷ δουλεύειν καὶ μαμωνᾷ», δι' ὅλου δεικνύων, ὅτι σκοπὸς ἦν αὐτῷ τοὺς ἀκούοντας ἀποστῆσαι τῆς περὶ τὰ παρόντα σπουδῆς. 25
mt 7, 21 Οὗτος γὰρ τῆς βασιλείας ἀπολαύει τῶν οὐρανῶν, ὅστις ἂν ἐπὶ τῶν
ἔργων δείξῃ τὴν οἰκειότητα ταῦτα διδάσκων τε καὶ ποιῶν, ἃ καὶ παρὼν αὐτὸς παρέδωκε τοῖς ἀνθρώποις. 26
mt 8, 11-12 Ὥσπερ τότε πρὸς σύγκρισιν τῶν ἀπολλυμένων ὀλίγοι ἦσαν οἱ
σῳζό μενοι, οὕτως νόει μοι τοὺς σῳζομένους πολλοὺς εἶναι πρὸς σύγκρισιν τῶν ἀπολλυμένων ὀλίγων νῦν. 27
mt 9, 12-13 Εἰ γὰρ ἐπὶ τῶν σωμάτων οὐ μυσαττόμεθα τοὺς πάσχοντας, ἦπού
γε πάντα προσῆκε ποιεῖν ὑπὲρ τῶν κακῶς τὰς ψυχὰς διακειμένων, ὅπως ἂν ταύτας δυνηθεῖεν ἄριστα ἔχειν. ἐχρῆν δὲ ὑμᾶς, φησίν, ἀπὸ τῆς θείας γραφῆς μαθεῖν, ὡς ὁ περὶ τοὺς πλησίον οἶκτος πάσης ἐστὶν θυσίας προτιμότερος. τίνας δὲ οἰκτείρειν δίκαιον ἢ τούτους, οἳ τὰς ψυχὰς οὐ κάλλιστα ἔχοντες, ὅπως ἂν ταύτας βέλτιον ἔχοιεν, δέονται διορθώσεως. ὥστε κἀμοί, φησίν, τῆς παρουσίας σκοπός, οὐχ ἵνα δικαίους ὄντας ὠφε λήσω τοὺς ἀνθρώπους (οὐδὲ γὰρ ἂν ἐδέοντο τοιούτου τινὸς δίκαιοι τὸν τρόπον ὄντες), ἀλλ' ἵνα ἁμαρτίαις τε κακῶς κείμενοι πολλαῖς οἰκείᾳ χάριτι μεταστήσονται πρὸς τὸ κρεῖττον· οὐ χρείαν γὰρ ἔχουσιν, φησίν, οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες. 28 mt 9, 37-38 Ὁρᾶτε, φησίν, ὅση μὲν τῶν πιστευόντων ἡ ἐπίδοσις, ὅπως δὲ οὔκ εἰσιν οἱ τὰ προσήκοντα διδάξοντες αὐτούς, ὡς ἐντεῦθεν ἀναγκάζεσθαι ἐμοὶ κατακολουθοῦντας τοσοῦτον ὑπομένειν κάματον. 29 mt 9, 37-38 Θεριστὰς δὲ αὐτοὺς καλεῖ δεικνύων, ὅτι καὶ τὰ διὰ τῶν προφητῶν γεγονότα διὰ τῆς αὐτοῦ δυνάμεως καὶ ἐπιχορηγίας ἐγένετο, καὶ ὅτι προ φητῶν καὶ ἀποστόλων αὐτὸς κύριος καὶ πάντων ἀνθρώπων ὡς δημιουργός, καὶ ἐπὶ τὸν ἑαυτοῦ σπόρον, οὐκ ἐπ' ἀλλότριον ἀποστέλλει καὶ πέμπει τοὺς μαθητάς. 31
mt 10, 8-10 ∆ωρεὰν ἐλάβετε, δωρεὰν δότε. «τοὺς κατεσθίοντας τὰς οἰκίας
τῶν χηρῶν» Φαρισαίους ἀποτρέπει μιμήσασθαι, καινὸν τρόπον διδασκα λίας τὸν καθαρὸν καὶ ἀδωροδόκητον εἰσάγων καὶ τὴν πρὸς αὐτὸν ὑπο δεικνὺς ἐν τῷ πράγματι μίμησιν· καθὸ τοὺς λαβόντας δωρεὰν παρ' αὐτοῦ τὰ χαρίσματα δωρεὰν κελεύει καὶ μεταδοῦναι. μήτε οὖν χρυσὸν μήτε ἄργυρον ἢ χαλκὸν τῆς κατὰ τὴν ὁδὸν ἕνεκεν λαβεῖν ἀνάσχησθε, φησίν, χρείας, ἀλλὰ μηδὲ πήραν ἔχειν ὑμᾶς βούλομαι, ὥστε καὶ ἀπὸ τοῦ σχήματος δεικνύναι πᾶσιν ὑμᾶς, ὅσον ἀφεστήκατε χρημάτων ἐπιθυ μίας. 33 mt 10, 34 Αὐτάρκως αὐτοὺς πρὸς τὰς λοιδορίας ὁπλίσας, ἀλλὰ μὴν καὶ