3
παῖδάς σου (καὶ ὅτι ἀληθεύω ἔδειξε τὰ πράγματα ὑπὲρ σοῦ τοῦ ἀληθινοῦ ποιμένος, τοῦ τὴν ψυχὴν τεθεικότος ὑπὲρ ἰδίων προβάτων), ὡς ἂν μὴ παρατραποῖμεν ἔξω που τῆς ἀληθείας, αἱρησάμενοι τάχα προθύμως καὶ τὸ οἰκεῖον αἷμα κενῶσαι. αὕτη οὖν ποιμένος ἀληθινοῦ ἐπιστασία, διελέγχουσα τοὺς ψευδωνύμους καὶ ὄντως δεικνυμένη τῷ θεῷ καὶ πατρὶ καὶ ἀρχιποίμενι ἐπάξιος. Τὰ διὰ σὲ τοιγαροῦν κεχαρισμένα μοι ὀλιγοστῶς πώς σοι προσάγω· καὶ εἶ δρεπόμενος τοὺς τῶν καταβληθέντων σοι πολυφροντίστως καὶ ἀφθόνως σπερμάτων, ὡς ἀγαθὸς γεωργός, τοὺς οὐκ οἶδ' ὅπως εἴποιμι ἰσχνοφόρους καρπούς. τί οὖν λοιπὸν εἴπω πρόσφορον καὶ εὐαπόδεκτον τῇ σῇ ἁγίᾳ ψυχῇ, πάτερ μου γλυκεῖε; τίς με διέστησεν ἀπὸ τοῦ σοῦ ἀειποθοῦς προσώπου, τῆς ἡδυλαλοῦς συντυχίας, τῆς σωτηριοποιοῦ ὁδηγίας; σύ μου τὸ φῶς, ὁ ἀειφανὴς λύχνος τῶν ἐν ψυχῇ σκοτεινῶν λογισμῶν, ῥάβδος ὑποστηρίζων μου τὸ ἄτονον τῆς καρδίας, ἀθυμίας μεταβολή, προθυμίας ἀλοιφή, εὐαγγέλιον, χαρά, ἑορτή, εὐδοξία. ἄνευ σοῦ καὶ ὁ ἥλιός μοι κατηφής. ἐγὼ τὸν ἀέρα βλέπειν οὐκ ἤθελον ἢ τὸν σὸν προσβλέπειν χαρακτῆρα. οὐδέν μοι ἦν ἡδὺ τῶν ἐπὶ γῆς μὴ παρούσης τῆς σῆς συνουσίας. τί γὰρ πατρὸς ἀληθινοῦ ποθεινότερον καὶ τοῦτο ἐπὶ θεοῦ λαμβανόμενον; οἶδεν τοῦτο παῖς φιλοπάτωρ καὶ ὄντως γνήσιος. τί πολλῶν ῥημάτων χρεία; ἐξείπω ὅπερ ἐπάνθανον· ὅτι μου πολλάκις καὶ μὴ ὡρμημένου ἔρχεσθαι ἐν τῷ ἁγίῳ κελλίῳ σου ἀνεπαισθήτως πως, ὥς τινος ἕλκοντος, ἐπῄειν κατὰ πρόσωπόν σου, ὡς πολλάκις ἐρωτῶντος σου "4τί ἧκες;"5 ἀπορεῖν με ἀποκρίνεσθαι, οὕτω τῆς σωτηρίας μου ἐν σοὶ ἀποκρεμαμένης. καὶ τίς πρὸς τὸ φῶς οὐκ ἐπιτρέχει; ἀλλ' εὐχαριστῶ τῶ θεῷ, δι' οὗ σου ἐξεσπάσθην ὑπὸ χειρῶν τῶν πατησάντων τὸν νόμον αὐτοῦ καὶ ἠργμένων ἐξ ὁμοίων. μὴ αὐτοῖς λογισθείη κύριος ὁ θεός μου τὴν ἁμαρτίαν, ἕλξοι δὲ εἰς ἐπίγνωσιν τοῦ τολμήματος, ἵν' ἡμῖν μὲν ἀποδῶσιν τὸν πατέρα, κἀκεῖνοι περὶ τοῦδε ἀνεύθυνοι εὑρεθῶσιν. ἐνέκλεισάν σε, ὡς ἐμάθομεν, ἐν οἰκίσκῳ μικρῷ, ἀλλὰ τοῦ οὐρανοῦ σε οἰκήτορα ἀνέδειξαν. ἐφρούρησαν, οὐκ ᾔσθοντο δέ· θησαυρὸν γὰρ ὁμολογίας θεοῦ. κἀκ τούτου γνοῖεν δ' ἄν, εἴπερ βλέψοιεν, ὅτι σε τίμιον ἐν ἀνθρώποις ἐγνώρισαν καὶ κόσμῳ σωτήριον καὶ πολλοῖς φιλοθέατον. Ἐδέξω τὰς ἀτιμίας καὶ ὕβρεις μετὰ Χριστοῦ· ἐδιώχθης ὡς μακάριος· διεσκόρπισάν σου τὰ πρόβατα, ὅτι σὲ τὸν ποιμένα ὡς Χριστὸν ἐπάταξαν. εἰ καὶ τολμηρὸν εἰπεῖν, ὅμως αὐτοῦ δὲ ἡ φωνή, εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν, καὶ τἆλλα, ὅσα τοῖς ἀκολουθοῦσιν αὐτῷ φέρει τὴν ταὐτοπάθειαν· εἴπερ γὰρ συμπάσχομεν αὐτῷ, ὥς φησιν ὁ μέγας Παῦλος, ἵνα καὶ συνδοξασθῶμεν. Καὶ οὕτω μὲν ταῦτα. ἐμοὶ δὲ τῷ ἀσώτῳ καὶ ἀναξίῳ διὰ τῶν σῶν ἁγίων εὐχῶν, πάτερ δίκαιε, ἐχαρίσατο ὁ ἐλεήμων κύριος παράκλησιν καὶ τὸ ἐν πνεύματι συνεῖναί σοι· εἰμὶ γὰρ ἀεὶ ὡς ὁρῶν σε καὶ ὡς ὁμιλῶν σοι καὶ ὡς κομιζόμενος τὴν εὐχὴν καὶ ὡς σκεπόμενος καὶ ὡς διδοὺς καὶ λαμβάνων λόγους εἰς ἕδρασμα τῆς ὁμολογίας ἧς ὡμολόγησας. καὶ δοκῶ σου ἐπαϊούσης τῆς φωνῆς ταῦτα ἀκούειν· "4ταπεινὲ Θεόδωρε, μικρὸν ὄντως ταλαιπωροῦμεν, ἐπεὶ καλὴν φέρει ὁ θεὸς τὴν ἐλπίδα"5. ταῦτά μοι παρηγορία, ταῦτα ἀναψυχή. μὴ δείσῃς, πάτερ, δι' ἐμὲ τὸν δοῦλον σου καὶ παντάπασιν ἀπερριμμένον· καὶ γὰρ εἰμὶ τοῦ οὐρανοῦ καὶ τῆς γῆς μίασμα καὶ παντὸς ἀνθρώπου κατεψυγμένος μᾶλλον. πλὴν τολμῶ λέγειν ὡς ἀνάξιος, εὔελπις, ἄνω βλέπων, ῥωννύμενος ὑπὸ τῆς σῆς πρεσβείας, οὐκ ἀπευδοκῶν εἰς ἃ ἔπαθον, ἐπιμεμφόμενος δὲ ἐμαυτὸν ὅτι μὴ ἀνδρείως καὶ κατὰ λόγον καὶ ὅτι ὀλίγα καὶ οὐδενὸς ἄξια ἀφορῶν πρὸς τὰ ζωοποιὰ πάθη τῶν ἁγίων. ἐγένετό μοι γὰρ πολλῶν ἔντευξις μαρτυρίων ἐν δώδεκα δέλτοις ἀπογεγραμμένων, ὥστε παταχθῆναι τὴν καρδίαν καὶ μηδὲ τολμᾶν λέγειν ὅτι ἔπαθόν τι διὰ Χριστόν. καὶ τί γλυκύτερον, πάτερ, ὑπομνήσκω ὡς δοῦλος, τοῦ δι' αὐτὸν πάσχειν; ἄθρει, πάτερ, ἄνω, ὅρα τὸν Κύριον, ἐπόπτευε τὰς ἀγγελοθεΐας, ἐνατένιζε τὰς ἁγιοχορείας· ἴδε ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου τὸν κριτὴν τοῦ κόσμου, ὅς σε