1

 2

 3

 4

 5

 6

 7

3

πανεύφημος τοῦ Λόγου ξυνωρὶς, ἡ πασῶν συζυγιῶν θεσπεσιωτέρα ἁρμονία. Ἧς γὰρ ὁ κλάδος ὑπερφερὴς ἁπάντων, οὐ δήπου ταύτης ἡ ῥίζα μὴ προσφερεστέρα; Ἀλλ' ἡμῖν εὔριζος φυὰς οὕτω μεγαλοφυής τε καὶ ἐξοχωτάτη, καρποῦ δὲ τέως ἄγονος. Καθαρωτάτη ἡ πηγὴ, ἀλλὰ ῥεῖθρον οὐ φέρουσα. Ξυμφορὰ ἡ ἀπευκταία. Εὐληπτικὰ καὶ ἐπώδυνα τὰ παριστάμενα. Τί οὖν; Ἐκέκραξαν δίκαιοι, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν, καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ἐῤῥύσατο αὐτούς. Πόῤῥωθεν ∆αβὶδ ἐνθεαστικώτατα διεσήμανε τοιάδε· Ἐκέκραξαν, φησὶν, οἱ δίκαιοι. Τῆς ὅλης ἀνθρωπότητος πρόσωπον εἰσφέρειν μοι ἡ δυὰς αὕτη τεθεώρηται. Ἐθεώρουν τοιγαροῦν θεογνωσίας τὴν ἀνθρωπότητα ἔρημον, ἐξ ἀπιστίας τὸν κόσμον χηρεύοντα· ἐπείπερ, Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, κατὰ τὸ ᾀδόμενον. Ὀδυνηρὰ ἡ ἀταξία, κατηφὴς ἀκαρπία. Ἐκέκραξαν οἱ δίκαιοι, ἐν τῷ οἰκείῳ δηλαδὴ παραδείσῳ. Ὅτου ἕνεκα; Ἐπειδήπερ ἐκ παραδείσου ἡ λυπηρὰ ἁμαρτία ἐξελήλυθεν, ἐκεῖ φησι τῇ προμήτορι ὁ τῶν ὅλων Θεός· Πληθύνων πληθυνῶ τὰς λύπας σου, καὶ τὸν στεναγμόν σου. Ἐν λύπαις τέξῃ τέκνα, καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου. Τί ἐκέκραξαν; Καρπὸν κοιλίας, ἤγουν εὐκαρπίαν θεογνωσίας ἐξαιτούμενοι, καὶ ταῦτα εἰκὸς προσευχόμενοι. Ἀδωναῒ Κύριε Ἐλωῒ Σαβαὼθ, οἶδας τῆς ἀπαιδίας ὄνειδος. Γινώσκεις τῆς ἀκαρπίας τὸ ἄθυμον. Ἐὰν ἐπιβλέπων ἐπιβλέψῃς ἐπὶ τὴν ταπείνωσιν τῶν δούλων σου, καὶ δῷς τοῖς δούλοις σου σπέρμα παιδὸς, δώσομεν αὐτὸ ἐνώπιόν σου δοτόν. Καί γε ὁ Κύριος εἰσήκουσεν αὐτῶν, ὁ ταχὺς εἰς ἔλεον, βραδὺς δὲ εἰς ὀργὴν, δοὺς τὴν κυριώνυμον Μαρίαν λύτρον οὕτως ἀγλαὸν καὶ μεγαλοφυὲς ἀντὶ τῆς Εὔας. Θυγάτηρ ἴαμα μητρικὸν γεγένηται· τὸ νέον φύραμα τῆς θείας ἀναπλάσεως, ἡ παναγία ἀπαρχὴ τοῦ γένους, ἡ ῥίζα τοῦ θεοφράστου κλάδου, τὸ τοῦ προπάτορος ἀγαλλίαμα. Ὢ τῆς εὐεργεσίας! ὢ τῆς μεγαλοδωρεᾶς! Ἆρα οὐχὶ καὶ αὐτὸς ὁ ἥλιος φαιδροτέρας νῦν τὰς ἀκτῖνας ἀφίησι τῆς περιχαρείας πως αἰσθόμενος; Ἆρα οὐχὶ καὶ πᾶσα ἡ κτίσις οἷον ἐναβρύνεται ἐπ' ἐλπίδι τῆς ἐκ φθορᾶς ἐλευθερίας, ἐπὶ τῇ γεννήσει τῆς ἀφθόρως κυούσης τὸν ἐλευ96.688 θερωτὴν τοῦ κόσμου; Σκόπει καὶ τὰ ἑξῆς· φιλακροάμων ἔσο, ἀγαπητὲ, καὶ μὴ ἀποκνῇς πρὸς τὴν ἔρευναν. Ἄμελγε, φησὶ, γάλα, καὶ ἔσται βούτυρον. Κατάλληλος ὁ τόπος τῆς δικαίων προσευχῆς. Ἐν παραδείσῳ προσευξάμενοι, παράδεισον ἔτεκον, πολὺ τοῦ προτέρου μακαριώτερον. Ἐκεῖ ὄφις ψιθυρίσας, εὐάλωτα τὴν Εὔαν ἐξηπάτησεν. Ἐνταῦθα Γαβριὴλ ὁ ἀρχάγγελος ὁμιλήσας τῇ Μαρίᾳ εὐφρόσυνα, διετάραξεν, ἀλλ' οὐκ ἐξηπάτησεν. Ἐκεῖ ἡ τοῦ ὄφεως ὑπακοὴ θάνατον τὸν ἀμειδῆ προεξένησεν. Ἐνταῦθα ἡ πειθὼ τοῦ ἀγγέλου, ζωὴν τὴν ἀειχαρῆ τοῖς ἀνθρώποις ἀντεισήγαγεν. Ἐκεῖ ἡ ἀπόφασις ὀδυνηρὰ τῇ ἐκ παρακοῆς τικτούσῃ· ἐνταῦθα ἡ τοῦ ἁγίου Πνεύματος ἐπιφοίτησις, χαρμόσυνα τῇ ἐκπεφευγυίᾳ προφητικῶς τὰς λυπικὰς ὠδῖνας. Ὢ τῆς ἐξαλλαγῆς τῶν πραττομένων! ὢ τῆς καινότητος τῶν τελουμένων! Τὰ ἀρχαῖα παρῆλθε (λελέχθω κἀνταῦθα), ἰδοὺ γέγονε τὰ πάντα καινά. Οἴκου ἀρχὴ κατὰ ἀκριβεστάτην θεωρίαν, καὶ τῆς τοῦ Θεοῦ πρὸς ἀνθρώπους ἐπιδημίας ἡ παροῦσα πανήγυρις προεκλάμπουσα.

ςʹ. Ἔχεις, ὦ φιλότης, τοῦ ζητουμένου τὴν λύσιν. Ἀπέλαβεν τῆς ὑποσχέσεως τὸ χρέος. ∆εῦρο, λέξον καὶ αὐτὸς σὺν Ἡσαΐᾳ τὰ Ἡσαΐου· Κύριε ὁ Θεός μου, δοξάσω σε· ὑμνήσω τὸ ὄνομά σου, ὅτι ἐποίησας θαυμαστὰ πράγματα, βουλὴν ἀρχαίαν ἀληθινήν. Μικροῦ μὲν οὖν καὶ ὄψει τὴν μακαρίαν εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσιοῦσαν, ὡς ἤδη τῷ παναγεστάτῳ Θεῷ ἀφιερωμένην· ἔπειτα συλλαμβάνουσαν ἐν γαστρὶ τὸν ἀπερίληπτον. Ὢ τοῦ θαύματος! Εἰς μικρὸν σώματος ἐνοικῆσαι τὸν περιέχοντα δρακὶ τὰ σύμπαντα. Καὶ πῶς οὐ περιγραπτὸς, ὦ Χριστομάχε (ἵνα μικρὸν παραθεωρήσω); Ὅτι, εἰ καὶ καθ' ἡμᾶς, φησὶν, ἀλλ' ὑπὲρ ἡμᾶς. Καὶ τί τοῦτο; Οὐ γὰρ κατὰ τὴν ἀνθρωπείαν μορφὴν, ἀλλὰ κατὰ τὴν θεότητος φύσιν ἡ διαφορὰ καὶ ἐξαλλαγή· οἷον ἐγαλουχεῖτο μαζοῖς μητρικοῖς ἀνθρωπικῶς· ἀλλὰ παρεῖχε τὸ ζῇν μητρὶ θεοπρεπῶς.