1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

3

τῷ Κωνσταντίου στρατῷ ἄχρι καὶ εἰς τὰ τείχη κατεδίωξαν, αὐτὸς δὲ ἠκολούθει τελευταῖος φεύγοντι τῷ στρατῷ. ἐπειδὴ δὲ κεκλεισμένων τῶν πυλῶν οὐδὲ ἔσω τοῦ τείχους ἠδυνήθη εἰσελθεῖν, χεῖρας ἐξέτεινον οἱ πολέμιοι πρὸς τὸ συλλαβεῖν αὐτόν· σχοίνους δὲ καθέντες ἀπὸ τοῦ τείχους ἀνείλκυσαν αὐτόν. ἔσω δὲ γενόμενος καὶ τὸν στρατὸν παραθαρσύνας, ἐπεξελθὼν τοῖς Ἀλαμάνοις νίκην ἔσχε λαμπράν, ὥστε ἑξακισχιλίους πεσεῖν. Μαξιμιανὸς δὲ ὁ Ἐρκούλιος τῶν πέντε Γεντιανῶν ἐν τῇ Ἀφρικῇ ἐκράτησεν. ∆ιοκλητιανὸς δὲ ἐν Ἀλεξανδρείᾳ τὸν Ἀχιλλέα καθεῖλεν. συνῆν δὲαὐτῷ καὶ Κωνσταντῖνος, ὁ υἱὸς Κωνσταντίου, κομιδῆ νέος ὑπάρχων, ἀριστεύων ἐν τοῖς πολέμοις. ὃν ὁρῶν ∆ιοκλητιανὸς φθόνῳ κινηθεὶς δόλῳ ἀνελεῖν ἐσπούδαζεν. θεὸς δὲ τοῦτον παραδόξως διέσωσε καὶ τῷ πατρὶ ἀπέδωκεν. Περσῶν βασιλεὺς Ὁρμίσδας ἔτη ϛʹ. Ῥώμης ἐπίσκοπος Μιλτιάδης ἔτη δʹ. Ἱεροσολύμων ἐπίσκοπος κθʹ Ζάβδας ἔτη ιʹ. ιγʹ. αʹ. αʹ. αʹ. γʹ. ιδʹ. Τούτῳ τῷ ἔτει Οὐετήριος στρατοπεδάρχης τοὺς ἐν στρατείᾳ Χριστιανοὺς ἤλαυνε μετρίως, ἔκτοτε τοῦ κατὰ πάντων ὑποτύφοντος διωγμοῦ. Ἀντιοχείας ἐπίσκοπος κʹ Βιτάλιος ἔτη ϛʹ. ιδʹ. βʹ. β. βʹ. δʹ. αʹ. ιεʹ. γʹ. γʹ. γʹ. εʹ. βʹ. ιϛʹ. δʹ. δʹ. δʹ. ϛʹ. γʹ. Ῥώμης ἐπίσκοπος λβʹ Σίλβεστρος ἔτη κηʹ. ιζʹ. εʹ. αʹ. εʹ. ζʹ. δʹ. 9 Τούτῳ τῷ ἔτει Μαξιμιανὸς Γαλλέριος κατὰ Νάρσεως, τοῦ τῶν Περσῶν βασιλέως τὸ τηνικαῦτα τὴν Συρίαν καταδραμόντος καὶ ληϊζομένου, ἀπεστάλη ὑπὸ ∆ιοκλητιανοῦ. καὶ συμβαλὼν αὐτῷ κατὰ τὴν πρώτην μάχην ἡττᾶται περὶ Καλλίνικον καὶ Κάρρας. ἐπανιὼν δὲ ἐκ τῆς φυγῆς ὑπήντησε ∆ιοκλητιανῷ ἐπ' ὀχήματος φερομένῳ. ὁ δὲ τὸν καίσαρα μετὰ τοῦ ἰδίου σχήματος οὐ προσδεξάμενος ἀφῆκεν ἐπὶ πλεῖστον τρέχειν καὶ προηγεῖσθαι τοῦ ὀχήματος. μετὰ δὲ ταῦτα συναχθείσης δυνάμεως πολλῆς πάλιν Μαξιμιανὸς ὁ Γαλλέριος καῖσαρ ἐπὶ τὸν Νάρσεως πόλεμον ἐκπέμπεται χρησάμενος δεξιᾷ τύχῃ, τολμήσας καὶ πράξας ἃ μηδεὶς ἕτερος. τόν τε γὰρ Νάρσεα μέχρι τῆς ἐνδοτέρας Περσίδος ἐδίωξε καὶ κατέσφαξε πᾶν τὸ στρατόπεδον καὶ τὰς τούτου γυναῖκας καὶ παῖδας καὶ ἀδελφὰς παρέλαβε καὶ πάντα ὅσα ἐκεῖνος ἐπεφέρετο, χρημάτων θησαυροὺς καὶ τοὺς ἐν Πέρσαις λαμπρούς, μεθ' ὧν ἐπανελθόντα ∆ιοκλητιανὸς ἐν Μεσοποταμίᾳ διάγων ἀσμένως ἐδέξατο τιμήσας. καὶ ἰδίᾳ ἕκαστος καὶ κοινῇ πάντες οὗτοι πρὸς πολλοὺς τῶν βαρβάρων πολεμήσαντες πάντα κατώρθωσαν. ἀρθεὶς δὲ ὑπὸ τῆς τῶν πραγμάτων εὐροίας ∆ιοκλητιανὸς προσκυνεῖσθαι ὑπὸ τῶν συγκλητικῶν, καὶ οὐ προσαγορεύεσθαι κατὰ τὸ πρότερον σχῆμα ἀπῄτησεν. ἐκαλλώπισε δὲ καὶ τὰς βασιλικὰς ἐσθῆτας καὶ τὸ ὑπόδημα χρυσίῳ καὶ μαργαρίταις καὶ λίθοις τιμίοις. Κωνσταντίνου δέ, τοῦ υἱοῦ Κωνσταντίου, ἐν τῇ ἀνατολῇ καὶ Παλαιστίνῃ διάγοντος καὶ τὰ Χριστιανῶν φρονοῦντος, ὁρῶν τοῦτον ὁ Γαλλέριος Μαξιμιανὸς συνέσει ψυχῆς καὶ σώματος ῥώμῃ καὶ τῇ περὶ τὴν παίδευσιν εὐφυίᾳ προκόπτοντα μαντευσάμενός τε τοῦτον καταλυτὴν ἔσεσθαι τῆς τυραννίδος καὶ τῶν δογμάτων αὐτοῦ, δόλῳ θανατῶσαι τοῦτον ἐσκέψατο. θείᾳ δὲ προμηθείᾳ τὸν δόλον μαθών, ὡς ∆αβίδ, φυγῇ τὴν σωτηρίαν πορίζεται καὶ πρὸς τὸν ἴδιον πατέρα διασώζεται, πολλὰ σὺν αὐτῷ τῷ Χριστῷ εὐχαριστῶν τῷ σώσαντι αὐτόν. ιηʹ. ϛʹ. βʹ. ϛʹ. ηʹ. εʹ. Τούτῳ τῷ ἔτει Θεοτέκνῳ γόητι πειθόμενος ὁ Γαλλέριος Μαξιμιανὸς ἐν τῷ θύειν τοῖς δαίμοσι καὶ λαμβάνειν χρησμούς, ὑποδὺς τῷ ἄντρῳ ὁ Θεότεκνος χρησμόν, κατὰ Χριστιανῶν ἐγεῖραι διωγμόν, τούτῳ δέδωκεν. τὰ δὲ ὑπομνήματα τοῦ σωτῆρος ἐπλάσατο καὶ πανταχόσε ἐφ' ὕβρει ἀπέστειλε καὶ τοῖς γραμματοδιδασκάλοις τοὺς παῖδας δι10 δάσκειν προσέταξεν, ὡς διαγελᾶσθαι τὸ καθ' ἡμᾶς μυστήριον παρασκευάζων. Περσῶν βασιλεὺς θʹ Σαβώρης ἔτη οʹ. ιθʹ. αʹ. γʹ. ζʹ. θʹ. ϛʹ. Τούτῳ τῷ ἔτει προστάγματα βασιλικὰ ἐδόθη, τὰς ἐκκλησίας τοῦ Χριστοῦ ἐδαφίζεσθαι καὶ τὰς θείας βίβλους κατακαίεσθαι, ἱερεῖς δὲ καὶ πάντας Χριστιανοὺς βασάνοις παραδίδοσθαι καὶ θύειν εἰδώλοις ἀναγκάζεσθαι. καὶ ἦν οὗτος ὁ διωγμὸς πάντων φρικωδέστατος