1

 2

 3

 4

 5

 6

 7

3

τὸν κλύδωνα καὶ τὸ ἀντιμαχοῦν πελαγιζόμενον ἀποπνίγεται καὶ ἀναβάτης καὶ ἵππος θρασὺς ἠφάνισται καὶ πᾶς ἀντιστράτηγος λόγος ἀπόλωλεν. ἡμεῖς δὲ πνευματικῶς παιανίζοντες τὸν θρίαμβον οὐ καλύπτομεν οὐδὲ τὸ τρόπαιον κρύπτομεν, ἀλλὰ μετὰ τῶν ἀγγέλων κραυγάζομεν «"ᾄσωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται"».

2 Τοῦ αὐτοῦ διὰ προσωποποιΐας, ὅτι οὐχ ὅροι ζωῆς τοῖς ἀνθρώποις

πεπήγασι, Θεοφράστου κατὰ Θεογνώστου.

᾿Επεὶ "τάφος ἀνεῳγμένος ὁ λάρυγξ" τῷ Θεογνώστῳ καθέστηκε καὶ "ὡσεὶ ξυρὸν ἠκονημένον" τὴν γλῶτταν ἐξώπλισε καὶ "θυμὸς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως" τοὺς λόγους αὐτοῦ διεφλέγμανε καὶ οἰδαίνει ταῖς ὕβρεσι καὶ ἐν κακίαις μεγαλαυχεῖ καὶ ὀνειδίζων ὑψαυχενεῖ, καί φησι «"τὰ χείλη ἡμῶν παρ' ἡμῖν ἐστι, τίς ἡμῶν κύριός ἐστι;"» καὶ μετὰ τοῦ προφήτου "μεγαλορρήμονα γλῶτταν" οὐκ ἐξουδένωσεν, ἀλλ' ὑπερφρονεῖ "παρ' ὃ δεῖ φρονεῖν" τῷ θεσπεσίῳ μὴ γινόμενος Παύλῳ πειθήνιος, "ἐπισκέψομαι ἐν ῥάβδῳ" τοὺς λόγους αὐτοῦ "καὶ ἐν μάστιξι" τὰ ῥήματα αὐτοῦ. τῷ ὄντι γὰρ ἡ καρδία αὐτοῦ ὑπὲρ "τὰς κέδρους τοῦ Λιβάνου" ὑψώθη καὶ ἐπελάθετο "τοῦ ∆αυὶδ καὶ πάσης τῆς πραότητος αὐτοῦ" καὶ τοὺς τῆς διανοίας ὀφθαλμοὺς μετεώρισε πορευθεὶς "ἐν μεγάλοις" καὶ μὴ ταπεινοφρονῶν κατὰ τὸ γεγραμμένον, ἀλλ' ὑψῶν τὴν ψυχὴν τῆς εὐαγγελικῆς ἐπιεικείας ἀπεκδυσάμενος τὴν σεμνότητα· κατὰ γὰρ τὴν τῆς ἀφροσύνης αὐτοῦ αὐθάδειαν κεχρῆσθαι τῷ ἄφρονι τὸν θεῖον νόμον ἴσμεν προστάττοντα, ἵνα μὴ τῷ πλάτει τῆς συγχωρήσεως ἐναβρυνόμενοι πρὸς μεῖζον βάραθρον ἁμαρτημάτων τῷ ἀνεπιπλήκτῳ τῶν νουθετημάτων ἀποχωρήσαιεν. οὐκοῦν «"ἰδοὺ ἐγὼ ἐπὶ σὲ τὴν ὑβρίστριαν"» [καὶ παίδευσιν καὶ διάνοιαν], ἵν' ἀπὸ γραφῆς ἀπαρξώμεθα καὶ θεολογικῷ πίνακί τινι τῶν ἡμετέρων λόγων κατακαλλύνωμεν τὰ προαύλια. Εἰ ὅροι ζωῆς ὕπεισι τοῖς ἀνθρώποις, ὦ φιλόκομψον στόμα καὶ φιλεπίτιμον, -»"ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀπόκριναι"», καθά πού φησιν ὁ χρηματίζων τῷ πολυπαθεῖ τὰ ἀπόρρητα- πῶς ταῖς πολυάνδροις συμβαίνει παθήματα πόλεσι τοῦ ὑπὲρ κεφαλῆς ἀέρος διαφθαρέντος καὶ λοιμικῆς σηπεδόνος τινὸς μεταδιδόντος τοῖς ὁμιλήσασιν; ἆρά γέ που, ἆρά ἐστιν αὐτοῖς ἐνιαυσιαῖος ὅρος ζωῆς, καθ' ὃν αὐθωρὸν τὰ μυρία γένη τῶν ἀνθρώπων πρὸς θάνατον σαγηνεύονται; πῶς δὲ καὶ μυριοφόροι ὁλκάδες πολλάκις τὰς ὀθόνας, ὡς ἔστιν εἰπεῖν, ἐκπετάσασαι καὶ προσβαλοῦσαι τοῖς μεγίστοις πελάγεσιν ἀγρίῳ πνευμάτων ἐφόδῳ διολώλασιν αὔτανδροι βαπτιζόμεναι, ὡς καὶ νεανίσκους σὺν παρθένοις καὶ πρεσβύτας "μετὰ νεωτέρων" μιᾷ τινι συμφωνίᾳ καταπνιγῆναι τῷ ὕδατι; ἆρά γέ που, ἆρα εἷς τις ὅρος ὑπῆν τοῖς ναυτιλλομένοις ἀκίνητος; ἀλλὰ καὶ τῶν πυθμένων παρασκιρτώντων τῆς γῆς ἔνεστί που θεάσασθαι ὡς "ἐν ῥιπῇ ὀφθαλμοῦ" κατὰ τὸν θεῖον ἀπόστολον ἄπειρα διολλύμενα πλήθη καὶ πᾶσαν ἡλικίαν ἑνί τινι δυστυχήματι ἕνα τάφον ἀποκληρωσαμένην τῆς διαφθορᾶς τὸ ἐπίδημον. καὶ τί δή σοι περὶ χασμάτων γῆς φιλοσοφήσω τὰ παραπλήσια; τὰ δὲ περὶ τὰς ἐκτάξεις τῶν συμπλοκῶν ἀποτεύγματα ποῦ θήσεις τῷ νῷ, γενναῖε καὶ διαβατικώτατε, ὅπου γε ὁρῶμεν μηδὲ "οὐροῦντα πρὸς τοῖχον" πολλάκις διασῳζόμενον, ἵνα καί τί σοι τῆς ἱερᾶς ἱστορίας προενέγκω ῥησείδιον;

Τὸ δ' «"ἄνδρες αἱμάτων καὶ δολιότητος οὐ μὴ ἡμισεύσωσι τὰς ἡμέρας αὐτῶν"» πῶς σοι νοητέον, ἀπόκριναι; «κολοβουμένων τῶν ὅρων δι' ἔφεσιν τῶν κακῶν καὶ ἀπροσεξίαν τοῦ κρείττονος». τοίνυν οὐκ ἄρα ἐπάγονται θάνατοι τῶν ὅρων τῆς ζωῆς πληρουμένων, ὦ λῷστέ τε καὶ φιλοσοφώτατε μοναχῶν· παρεισδῦσα γὰρ ἐκκοπὴ ὅρου που πάντως διώλεσεν. ἢ οὐχὶ καὶ Παῦλος τοιοῦτόν τι βοᾷ