ὑποστήσονται, τὸ κινοῦν καὶ τὸ κινούμενον· ποτέρῳ οὖν αὐτῶν ψηφίζεται, ἵνα ἐκεῖνο μετὰ τοῦ θεοῦ ὑποστησώμεθα πρῶτον;
7 Προσέτι δὲ τῷ λόγῳ ἐφόλκιον τὸ ἄτακτον, ἐξόριστον παντελῶς τοῦτο· ὁπότε γὰρ μὴ κίνησις, εἰκό τως ἂν λέγοιτο. τίς δὲ καὶ τῶν κινήσεων ἡ ὕλη; πό τερον ἡ κατ' εὐθεῖαν ἢ ἡ κυκλοφορητικὴ <ἢ> ἡ κατ' ἀλλοίωσιν ἢ ἡ κατὰ γένεσιν καὶ κατὰ φθοράν; ἀλλ' ἡ μὲν κυκλοφορητικὴ οὕτω κοσμία, ὥστε τῇ τοῦ παντὸς ἀποδέδοται τάξει· οὐ κατὰ τούτους δὲ ταύτην αἰτιᾶσθαι ἐν ᾗ ὁ ἥλιος καὶ ἡ σελήνη, οὓς μόνους θεῶν αἰδεῖσθαί φασιν. ἀλλὰ τὴν ἐπ' εὐθείας; ἀλλὰ καὶ ταύτῃ πέρας ἐστίν, ἡ τοῦ ἰδίου τόπου τεῦξις. πάντῃ γὰρ τὸ γήινον πέπαυται κινούμενον ὅταν γῆς ἐπιλάβηται, πᾶν τε ζῷον καὶ φυτὸν αὐξανόμενον ὅταν τοῦ ἰδίου ὅρου ἐφίκηται, ὥστε ἡ τούτων στάσις εὐλογώτερος ἂν θά νατος γένοιτο τῇ ὕλῃ <ἢ> ἡ ὑπ' αὐτῶν ταύτῃ πλεκο μένη ἀνήνυτος τελευτή. τὴν δὲ κατὰ γένεσιν καὶ φθο ρὰν οὐδὲ ἐπινοῆσαι οἷόν τε τῇ ὑποθέσει ταύτῃ προσή κουσαν· ἀγένητος γὰρ αὐτοῖς ἐστιν ἡ ὕλη. εἰ δέ γε τὴν κατ' ἀλλοίωσιν κίνησιν ἀποδώσουσιν αὐτῇ-δοκοῦσι γὰρ μάλιστα τοῦτο λέγειν, ἐπεὶ διὰ τῆς ὕλης καὶ μεταβολὰς ἠθῶν καὶ ἐν τῇ ψυχῇ κακίας εἶναι λέγου σιν-, σκοπεῖν ἄξιον ὅπως ποτὲ καὶ ταῦτά φασιν. ἀλλοιοῦσα γὰρ αὑτὴν ἀεὶ ἄρξεται ἀπ' ἀρχῆς καὶ τοῦ μέσου προἰοῦσα ἐπιλήψεται καὶ εἰς τὸ τέλος οὕτως ἀφίξεται· ἀλλ' εἰς τὸ τέλος ἀφικομένη οὐ στήσεται- εἴ γε οὐσία ἐστὶν αὐτῆς ἡ ἀλλοίωσις-, ἀλλὰ πάλιν ἀνακάμψει διὰ τῶν αὐτῶν ἐπὶ τὴν ἀρχὴν καὶ ὁμοίως ἐντεῦθεν ἐπὶ τὸ τέλος, καὶ οὔποτε τοῦτο ποιοῦσα παύ σεται. οἷον εἰ ἀλλοιοῖτο ἡ ΑΓ, μέσον δὲ τὸ Β, ἀπὸ μὲν τοῦ Α ἡ μεταβολὴ ἀφίξεται <ἐπὶ τὸ Β> καὶ ἐκεῖ θεν ἐπὶ τὸ Γ· πάλιν τοίνυν ἀπὸ τοῦ ἄκρου τοῦ Γ ἐπὶ τὸ Β ἀνακάμπτουσα ἀφίξεταί ποτε ἐπὶ τὸ Α, καὶ τοῦτο ἔσται διὰ παντός. ὥσπερ ἀπὸ τοῦ μέλανος ἡ μεταβολή, μέσον δὲ τὸ φαιὸν καὶ ἄκρον τὸ λευκόν· πάλιν δὲ ἀνάπαλιν ἀπὸ τούτου ἐπὶ τὸ φαιὸν καὶ ὁμοίως ἐπὶ τὸ μέλαν· πάλιν δὲ ἀπὸ τοῦ λευκοῦ ἡ ἀρχὴ τῆς ἀλλοιώσεως, ἡ αὐτὴ ἔφοδος. εἰ δὴ 8 κατ' ἀλλοίωσιν κακοποιὸς αἰτία ἐστὶν ἡ ὕλη, οὐ μᾶλλόν τι κακοποιὸς ἢ ἀγαθοποιὸς οὕτω γε δείκνυται. ἔστω γὰρ ἡ ἀρχὴ τῆς ἀλλοιώσεως ἀπὸ τοῦ κακοῦ, οὐκοῦν οὕτως ἀπὸ τούτου διὰ τῶν ἀδιαφόρων ἐπὶ τὸ ἀγαθὸν ἡ ἀλλοίωσις· ἀλλ' ἀπὸ τοῦ ἀγαθοῦ, πάλιν τοίνυν διὰ τῶν ἀδιαφόρων ἡ ἀρχή· εἴτ' ἐπὶ τόδε τὸ ἄκρον, εἴτ' ἐπὶ τὸ ἕτερον ἡ κίνησις, ὁ αὐτὸς λόγος. καὶ ταῦτα ἐκ περιουσίας λέγεται· πᾶσα μὲν γὰρ κίνησις περὶ τὸ ποσόν, κακίας δὲ καὶ ἀρετῆς ἡγεμών ἐστιν ἡ ποιότης· ταῦτα δὲ ὅτι καὶ τῷ γένει διώρισται, ἴσμεν. Πότερον δὲ μόνον ὁ θεὸς καὶ ἡ ὕλη ἐστὶν ἀρχαί, ἤ τι ἕτερον ἀπολείπει ὃ τούτων ἐστὶν ἐν μέσῳ; εἰ μὲν γὰρ μηδέν ἐστιν, ἄμικτα ταῦτα ὑπολείπεται πρὸς αὑτά καλῶς γὰρ λέγεται ὅτι, ἵνα τὰ ἄκρα μιχθῇ, δεῖ τι εἶναι ἐν μέσῳ ὅπως ταῦτα συνδέῃ · εἰ δέ τι ἕτερον ὑπάρχει, ἀνάγκη πάλιν εἶναι ἢ ἀσώματον ἢ σῶμα, ὥστε τριττὴ ἀρχὴ ἐπεισόδιος γέγονεν. Πότερον δὲ ὅλως ὁ θεὸς καὶ ἡ ὕλη ἀσώματα, ἢ τὸ μὲν σῶμα τὸ δὲ ἀσώματον, ἢ ἄμφω σώματα; εἰ μὲν γὰρ ἀσώματα ἑκάτερα, οὐδέτερον ἐν οὐδετέρῳ· πλὴν εἰ μὴ ὡς γραμματικὴ ἐν ψυχῇ τοῦτο δὲ ἄτο πον ἐπὶ θεοῦ καὶ ὕλης ἐπινοεῖν · εἴτε ὡς ἐν κενῷ, ὥς τινες λέγουσιν τὸ κενὸν τῷ παντὶ περικεχύσθαι, τὸ ἕτερον πάλιν ἀνυπόστατον, οὐσία γὰρ τοῦ κενοῦ τὸ μηδέν· εἰ δὲ ὡς συμβεβηκότα, πρῶτον μὲν ἀδύνατον τοῦτο, οὐσίας γὰρ ἄμοιρα ὄντα οὐδαμοῦ εἶναι δύναται, ὄχημα γὰρ ὥσπερ ἐστὶν ὑποβεβλημένον τοῖς συμβεβη κόσιν ἡ οὐσία. εἰ δὲ σώματα ἑκάτερα, ἀνάγκη ἢ ἄμφω βαρέα εἶναι ἢ ἄμφω κοῦφα ἢ μέσα, ἢ τὸ μὲν βαρὺ ἢ τὸ δὲ κοῦφον ἢ τὸ δὲ μέσον. εἴτε οὖν ἑκάτερα βαρέα, σὺν πάσῃ οὕτω γε ἀνάγκη εἶναι, τὰ δὲ αὐτὰ καὶ ἐπὶ τῶν κούφων καὶ ἐπὶ τῶν μέσων· εἴτε παραλλάττοιτο, τὸ ἕτερον πάντως τοῦ ἑτέρου
4