Inventio crucis

 σῶμα, παρ' ἑαυτοῦ δὲ ψυχὴν λογικὴν αὐτῷ καὶ νοερὰν ἐνθύκτιστον, οὐ προϋπάρχουσαν, οὐδὲ μέρος οὖσαν Θεοῦ, ὡς παράφρων καὶ μα νιώδης Ὠριγένης ἐβλασφήμησ

 καὶ γενεὰν, ἕως οὗ κατήντησεν εἰς αὐτὸν τὸν πυθμένα τῶν κακῶν. Ὁ δὲ θεῖος Λόγος οὐδ' οὕτως ἀπεστράφη τοῦ ἰδίου πλάσματος, οὐδὲ ἐγκατέλιπεν, ὃν κατ' εἰ

 4028 οὔσης ἐκ σπέρματος ∆αυῒδ καὶ Ἀβραὰμ, κατὰ ἀλήθειαν, καὶ οὐ κατὰ φαντασίαν, Θεὸς ὢν ἀληθινὸς, μετὰ τῆς προσλήψεως, καὶ διὰ τοῦτο κυρίως καὶ κατὰ ἀ

 γενέθλιον ἡμέραν τοῦ Χριστοῦ τῇ πρὸ ὀκτὼ Καλανδῶν Ἰανουαρίων. Ἀλλὰ πάντων μὲν τὰς χρήσεις ἐπὶ τοῦ παρόντος παραγαγεῖν καιροῦ, παρέλκον ἡγοῦμαι. Οὐδὲ γ

 ἐτελεύτησε, παραδοὺς τὴν βασιλείαν Τι βερίῳ τῷ υἱῷ αὐτοῦ. Ἦν δὲ ὁ Κύριος τότε ἐτῶν δεκα πέντε. Τιβέριος δὲ ὁ Καῖσαρ γνήσιον φίλον ἔχων τὸν Πιλάτον, ἡγ

 διεπρίοντο ἐν ἑαυτοῖς οἱ ἀρχιερεῖς, λέγοντες· Τί ποιήσομεν; ὅτι μὲν γὰρ σημεῖα καὶ τέρατα μεγάλα ἐπιτελοῦνται διὰ τοῦ ὀνόματος τοῦ Ἰησοῦ ὑπὸ τῶν αὐτοῦ

 αὐτῶν ἀνῃρέθη, καὶ οἱ οἶκοι αὐτῶν καὶ τὰ τέκνα ἐγένετο εἰς διαρπαγὴν, καὶ ἀπὸ τῆς Ἰταλίας καὶ Ῥώμης μετὰ πολλῶν θλίψεων καὶ ζημιῶν ἐξ εβλήθησαν. Ταῦτα

 διωγμὸν μέγαν τοῖς Ἰουδαίοις ἐπήγειρεν, ἐπιζητῶν τοὺς ἐκ βασιλικῆς συγγενείας· ἐμηνύθη αὐτῷ τὰ περὶ Χριστοῦ, ὅτι ἐκ τοῦ ∆αυῒδ ὑπάρχει, καὶ μέγα ἔχει γ

 ἐκβο λῆς ἔτη πεντήκοντα ὀκτώ. Ἡ δὲ κατὰ τὴν Αἰλίαν συστᾶσα ἁγία Ἐκκλησία ἐξ ἐθνῶν τυγχάνουσα, πρῶτον καθιστᾷ ἐπίσκοπον ἐξ ἐθνῶν Μάρκον, ἄνδρα κατὰ πάν

 Ἀλέξανδρος μαρτυρήσας Μαρζαβάνην διάδοχον τῆς λειτουργίας κατέλιπε, καὶ τοῦτον Ὑμέ ναιος διαδέχεται. Μετὰ Γαληνὸν Κλαύδιος ἐβασίλευ σεν ἔτη δύο. Καὶ τ

 καταθυμίως τὰ κατ' ἔθος, καὶ ὑπὸ πάντων τιμᾶσθαι, παρακαλεῖν τε καὶ εὔχεσθαι αὐτοὺς ὑπὲρ αὐτοῦ αὐτοκράτορος. Ταῦτα γέγονε, καὶ εὐθέως ἡ θεία φιλανθρωπ

 ποταμὸν πεπληρωμένον ἵππων σὺν ἀναβάταις. Οἱ δὲ πολῖται τῆς Ῥώμης στεφανώσαντες αὐτὸν εἰσεδέξαντο μετὰ χαρᾶς μεγάλης καὶ εὐφημιῶν, τόν τε νικοποιὸν στ

 συλληφθείς. Φιλαν θρώπως δὲ χρησάμενος ὁ κατὰ πάντα πραότατος βασιλεὺς τῷ δυσμενεῖ, ἐκέλευσεν αὐτὸν ἐν Θεσσαλο νίκῃ διάγειν ἡσυχάζοντα. Ὁ δὲ μικρὸν ἡσ

 βασιλίδα, σὺν τῆς ἐπαρχίας ἐπισκόποις ἀπήντησε τῇ βασιλίδι. Εὐθέως δὲ παρεκελεύσατο τοῖς ἐπι σκόποις τὴν ζήτησιν τοῦ ποθουμένου ξύλου ποιήσα σθαι. Ἀπο

 ὑπογράφουσι τῇ ἐκθέσει τῆς πίστεως, καὶ ἐν πᾶσιν ἀκολουθοῦσι τοῖς ἁγίοις Πατράσιν. Πεισθεὶς δὲ τούτοις ὁ βασιλεὺς ἀνεκαλέσατο αὐτοὺς ἐκ τῆς ἐξορίας, κ

 ἐν θέντες, ἐποίησαν κοπετὸν μέγαν ἐπ' αὐτὸν θρηνοῦν τες, ὡς πατρὸς φιλοστόργου, καὶ οὐ βασιλέως ἐξουσιαστοῦ στερηθέντες. Καταλαβὼν δὲ Κωνστάντιος ὁ τῆ

 ἐφ' οὗ ὁ Χριστὸς κατὰ σάρκα, (ἐγεννήθη), ἕως τοῦ μεγάλου Κωνσταντίνου τριάκοντα πέντε γεγόνασι βασιλεῖς· ὁμοίως καὶ ἀπὸ Ἰακώβου τοῦ ἀδελφοθέου ἕως τῆς

 καταξιωθέντες ἰδεῖν τὴν σὴν ἀνάδειξιν. Σὺ εἶ τῶν προφητῶν τὸ κήρυγμα. Περὶ σοῦ γὰρ ἀγαλλιώμενοι ὁσημέραι κελαδοῦσι λέγοντες πρὸς τὸν Θεὸν, «Ἔδωκας τοῖ

4028 οὔσης ἐκ σπέρματος ∆αυῒδ καὶ Ἀβραὰμ, κατὰ ἀλήθειαν, καὶ οὐ κατὰ φαντασίαν, Θεὸς ὢν ἀληθινὸς, μετὰ τῆς προσλήψεως, καὶ διὰ τοῦτο κυρίως καὶ κατὰ ἀλήθειαν Θεοτόκος ἐστὶν ἡ ἁγία Παρθένος, ἥτις οὕτως αὐτὸν ἀπεκύησεν, ὥσπερ δὴ καὶ συνέλαβεν αὐτόν. Ἀφθόρως γὰρ συνέλαβεν, θεοπρεπῶς καὶ ἐγέννησεν. Θεὸς γὰρ ἦν ὁ ἐξ αὐτῆς σαρκωθεὶς, καὶ οὐδαμῶς θύρας πρὸς τὴν εἴσοδον ἢ τὴν ἔξοδον ἔχρῃζεν. Ἀλλ' ὁ ἐξ αὐτῆς τεχθεὶς κατὰ ἀλήθειαν ὁ Ἐμμανουὴλ, ὢν τέλειος ἐν ἀνθρωπότητι, εἷς καὶ ὁ αὐτὸς ὑπάρχων ἐν ἑκατέρᾳ φύσει, σώζων ἐν αὐτῷ ἀεὶ τῶν συνελθουσῶν φύσεων εἰς ἓν πρόσωπον καὶ μίαν ὑπόστασιν τὸ διάφορον ἤτοι ἰδίωμα. Ἐγεννήθη δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς κατὰ σάρκα ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως. Ἤδη γὰρ ἐκλελοίπασιν οἱ ἐξ Ἰούδα ἄρχοντες, κατὰ τὴν προφητείαν, διαρκέσαντες ἕως Ἀριστοβούλου τινὸς ἀρχιερέως, ὅστις καὶ βασι λικὸν διάδημα περιέθετο. Ἀλλὰ τοῦτον πολιορκήσας Πομπήϊος ὁ τῶν Ῥωμαίων στρατηγὸς δέσμιον σὺν παισὶ παρέπεμψεν εἰς Ῥώμην, καὶ ἐπιβαλὼν μέρος φόρου τοῖς Ἰουδαίοις Ὑρκανὸν, τὸν Ἀριστοβούλουἀδελφὸν ἀνέδειξεν ἀρχιερέα· Οὖτος δὲ ὁ Ὑρκανὸς φιλίαν ἦγεν πρός τινα Ἀντίπατρον Ἀσκαλωνίτην εἰδωλόδουλον, τὸν πατέρα Ἡρώδου, ὃν κατέστησεν ἐπί τροπον τῆς χώρας. Ἦν δὲ Ἡρώδης, υἱὸς αὐτοῦ, ἱκανὸς περὶ τὰ πράγματα καὶ πολλοὺς λῃστάρχας κατέστειλεν τῇ ἀνδρείᾳ αὐτοῦ. Τοῦ δὲ Ὑρκανοῦ αἰχ μαλωτισθέντος ὑπὸ Πάρθων, καὶ Ἀντιπάτρου δολο φονηθέντος, καὶ μηδενὸς ὄντος τοῦ ἀντεχομένου τῶν πραγμάτων, ἐπεπήδησε τῇ ἀρχῇ ὁ Ἡρώδης πάμ πολλα χρήματα δοὺς τοῖς Ῥωμαίοις, καὶ ὑπόσπονδος αὐτοῖς γενόμενος. Αὐγούστου δὲ Καίσαρος ἀπάραντος εἰς Αἴγυπτον μετὰ στρατιᾶς ὅτι μάλιστα πλείστης, εἰς τὸν κατὰ Κλεοπάτρας πόλεμον, εἰς ἣν περιέστη τὰ τῆς ἀρχῆς Αἰγύπτου, οὖσαν γένος τῶν Πτολεμαίων, ὑπήντησε δὲ αὐτῷ Ἡρώδης παρέχων οὐ τὴν τυχοῦσαν λει τουργίαν ἔν τε στρατεύμασι καὶ χρήμασι. Παρ έδωκε δὲ ὁ Θεὸς τὴν Κλεοπάτραν εἰς τὰς χεῖρας τοῦ Καίσαρος, καὶ οὕτως ἐπαύσατο ἡ κατ' Αἴγυπτον δυναστεία τῷ δωδεκάτῳ ἔτει ἐπὶ τῆς βασι λείας Αὐγούστου Καίσαρος. Ἐπανερχόμενος δὲ 4029 ἐπὶ τὴν Ῥώμην ὡς εὐνοήσαντα τὸν Ἡρώδην μετὰ βουλῆς τῆς συγκλήτου ἀναδείκνυσι βασιλέα τῆς Ἰουδαίας, περιθεὶς αὐτῷ καὶ διάδημα. Οὗτος δὲ ἐπιβὰς τοῖς Ἱερο σολύμοις, καὶ Ἰουδαίων μὴ βουλομένων αὐτὸν δέξασθαι, ὡς ἀλλόφυλον ὄντα, πολλοὺς παρ' αὐτῶν κατέσφαξεν, λαφυραγωγήσας τὴν πόλιν καὶ τὸ ἱερὸν, πονηρῶς δὲ χρησάμενος τῇ ἐξουσίᾳ, πάσας τὰς τῶν φυλῶν καὶ τῶν γενῶν αὐτῶν τὰς ἀναγραφὰς τὰς ἀπὸ τοῦ Ἔσδρα ἀνακειμένας πυρὶ κατέκαυσε, πρὸς τὸ μηκέτι γνῶναι τοὺς Ἰουδαίους, ἐκ ποίας πατριᾶς εἰσιν, ἐκ ποίας φυλῆς, καὶ τίνες εἰσὶν οἱ αὐτόχθονες, καὶ τίνες οἱ λεγόμενοι γειῶραι, καὶ τὴν ἱερα τικὴν στολὴν ὑπὸ τὴν ἰδίαν σφραγῖδα ἐπέθετο, καὶ λοιπὸν ἀδεῶς ἀσήμοις τισὶν ἐπὶ χρήμασιν ἱκανοῖς τὴν ἀρχιερωσύνην ἐπίπρασκεν. Ἔτους δὲ τεσσαρακοστοῦ δευτέρου Καίσαρος Αὐ γούστου ἐξῆλθε παρ' αὐτοῦ δόγμα ὑπογράφεσθαι πᾶ σαν τὴν οἰκουμένην. Αὕτη ἡ ὑπογραφὴ πρώτη ἐγέ νετο, ὥς φησιν ἱερὰ τῶν Εὐαγγελίων ἱστορία. Ταύτην δὲ τὴν ἀπογραφὴν ἤγουν φορολογίαν ὁ Καῖσαρ ὡς εὐνουστάτῳ τινὶ καὶ μεγίστῳ τῆς συγκλήτου ἐν εχείρισε Κυρινίῳ, ὃν κατέστησεν ἡγούμενον Συρίας ἤτοι τῆς Ἰουδαίας, ἐν ὑπατείᾳ τρισκαιδεκάτῃ Αὐγούστου καὶ Συλουανοῦ, καθ' ἣν ὑπατείαν ὁ Κύ ριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐγεννήθη ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, κατὰ τὴν προφητείαν, τῷ τριακοστῷ καὶ τρίτῳ ἔτει τῆς βασιλείας Ἡρώδου τοῦ Ἀντιπάτρου, τῇ πρὸ ὀκτὼ Καλανδῶν Ἰανουαρίων. Ἐπιφάνιος δὲ ὁ μέγας καὶ ἱερὸς τῶν Κυπρίων ἐπίσκοπος, ἀγω νιστικῶς ἐνίσταται διαβεβαιούμενος, ὅτι πρὸ ὀκτὼ εἰδῶν Ἰανουαρίου γέγονεν ἡ ἀληθινὴ γένεσις τοῦ Κυ ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας. Οἱ δὲ λοιποὶ πάντες θεόσοφοι διδάσκαλοι τῆς ἁγίας καὶ καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας, ὡς ἐξ ἑνὸς στόματος, ὡρί σαντο εἶναι τὴν

4