Inventio crucis (epitome prioris libelli)

 τῶν ἀνέμων, καὶ ἀφανεῖς γεγονότας ἐπὶ τοσούτους χρόνους.Μαθὼν δὲ ὁ ἐπίσκοπος ἀφικομένην τὴν βασιλίδα, συναγαγὼν τοὺς τῆς ἐπαρχίας ἐπισκόπους, μετὰ τῆς

 εὐσεβείας.Ἕως ὧδε περὶ τῆς εὑρέσεως τοῦ ζωοποιοῦ σταυροῦ ἡ ἱστορία ἔστω. Καὶ μηδεὶς ἑαυτὸν ἀπατάτω ματαιολογῶν ἀσύμφορα καὶ μυθοποιίας δι' ὀνομάτων πα

 εὐπρεπεστάτη ψυχῶν τε καὶ σω μάτων. Σταυρὸς, εὐεκτούντων ἀδιάπτωτος ὑγίεια. Σταυρὸς, χειμαζομένων λιμὴν εὐδιέστατος. Σταυρὸς, πολεμουμένων εἰρήνη ἀστα

εὐπρεπεστάτη ψυχῶν τε καὶ σω μάτων. Σταυρὸς, εὐεκτούντων ἀδιάπτωτος ὑγίεια. Σταυρὸς, χειμαζομένων λιμὴν εὐδιέστατος. Σταυρὸς, πολεμουμένων εἰρήνη ἀστασίαστος. Σταυρὸς, ὀρθο δόξων καύχημα καυχημάτων, καὶ αἱρετικῶν κατά κριμα ἀκατάπαυστον. 4085Σταυρὸς, εἰδωλολατρείας κατάλυσις καὶ εὐσεβείας ἀνόρθωσις. Σταυρὸς, παρθενίας διδάσκαλος καὶ σωφροσύνης φύλαξ. Σταυρὸς, δικαίων ἀσφάλεια καὶ ἁμαρτωλῶν μετάνοια. Σταυρὸς, μοναζόντων ἐγκαλλώπισμα καὶ σεμνῶς βιούντων εὐκοσμία.Σταυρὸς, νηπίων φύλαξ, καὶ νέων σωφρονισμὸς, καὶ γερόντων στηριγμοῦ βακτηρία. Σταυρὸς, πτωχῶν ἀδαπάνητος θησαυρὸς, καὶ πλουσίων αὐταρκείας διδάσκαλος. Σταυρὸς, πεπλανημένων ὁδὸς, καὶ ἀπολλυμένων ἀπλανὴς ὁδηγός. Σταυρὸς, ἀνάπαυσις ἐν κόποις ἡμερινοῖς, καὶ βοήθεια ἐν φόβοις νυκτε ρινοῖς. Σταυρὸς, ἐθνῶν εὐταξία, καὶ παντὸς τοῦ κόσμου βαθυτάτη γαλήνη.Καὶ τί εἴπωμεν, ἢ τί παραλείψωμεν, ἢ πῶς σε ἀνυμνήσωμεν, πανένδοξε σταυρέ; ὅτι σὲ μόνον ἀπὸ πάσης τῆς κτίσεως ὁ Βασιλεὺς τῆς δόξης ἀνέδειξεν ὅπλον ἀήττητον κατὰ τοῦ διαβόλου, καὶ τῆς ἁμαρ τίας, καὶ τοῦ θανάτου. ∆ιὸ μακάριοί ἐσμεν πάντες οἱ καταξιωθέντες τὴν ἁγίαν ἰδεῖν ἡμέραν τῆς σῆς ἀναδείξεως. Σὺ εἶ τῶν προφητῶν τὸ κήρυγμα· περὶ σοῦ γὰρ ἀγαλλιώμενοι ὁσημέραι κελαδοῦσι λέγοντες πρὸς τὸν Θεόν· «Ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου.» Σὺ εἶ τὸ καύχημα τῶν ἀποστόλων. Ἀδιαλείπτως γὰρ βοῶσιν ἐν Ἐκκλησίᾳ ἁγίᾳ δι' ἑνὸς αὐτῶν ἱεροκήρυκος· «Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. «Σὺ εἶ καὶ τῶν μαρτύρων στέφανος· ἐπειδὴ καὶ αὐτοὶ τὸν σταυρὸν ἄραντες ἠκολούθησαν τῷ Κυρίῳ. Σὺ εἶ τὸ καύχημα καὶ τὸ ἀγαλλίαμα τῶν ἐν ὅρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς κατοικούντων διὰ τὸ ὄνομα τοῦ Κυρίου· ὅτι καὶ αὐτοὶ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Σὺ τῶν ἐγγὺς καὶ τῶν μακρὰν ἀναψυχὴ καὶ ἀνάπαυσις. Ὢ τῆς ἀνεκλαλήτου χάριτος τοῦ ∆εσποτικοῦ σταυροῦ! Ὢ τῶν ἐν αὐτῷ ἀνεκλαλήτων καὶ ἀκαταλήπτων μυστηρίων!Καὶ ἵν' εἴπω κἀγὼ ἐκστατικόν τι μετὰ τῆς ἱερᾶς σάλπιγγος· «Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ!» Παρὰ γὰρ τῷ ξύλῳ τῆς ζωῆς νεκρωθέντες, παρὰ τῷ ξύλῳ τῆς κατακρίσεως ἐζωοποιήθημεν. ∆ιὰ τὴν ἄμετρον χάριν τοῦ σεσωκότος ∆εσπότου δέον ἡμᾶς τὴν πανέορτον ταύτην συστήσασθαι «ἐν τοῖς πυκάζουσιν ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου.» Πυκάζοντα δέ εἰσιν, ὥς φασιν οἱ περὶ ταῦτα δεινοὶ, τὰ ἐξ ἀμελείας ἢ παλαιότητος ῥυπωθέντα, εἶτα ἐξ ἐπιμελείας καὶ σπουδῆς πάλιν ἐπὶ τὸ τιμαλφέστερον μετακοσμούμενα εἰς εὐφροσύνην καὶ τέρψιν τῶν εὐωχηθησομένων ἐν γάμοις ἐν ἑτέρᾳ τινὶ φαιδρᾷ θυμηδίᾳ. ∆ιατεθῶμεν τοίνυν ὡς προτετάγμεθα, καὶ τὴν συμβᾶσαν ἡμῶν ἐκ ῥᾳθυμίας τῷ συνειδότι ἀπεκδυσάμενοι ἀειδίαν, τὴν φαιδρὰν ταύτην καὶ πάνσεπτον ἡμέραν τῆς τοῦ ζωοποιοῦ σταυροῦ μνήμης ἐπιτελέσωμεν, ἐλεημοσύναις τε καὶ πίστει, καθώς φησιν ἡ θεία Γραφὴ, παῤῥησίαν ἐν εὐλαβείᾳ κεκοσμημένην4088 ἀναλαβόντες, καὶ ἄραντες ἐπὶ τῶν ὤμων τὸ νικητικὸν ὅπλον τοῦ ζωοποιοῦ σταυροῦ, τὸν δωρηθέντα ἡμῖν οὐρανόθεν εἰς παῦσιν πάσης ὀργῆς ἀγγελικὸν ὕμνον συνήθως πρὸς τὸν Θεὸν βοήσωμεν· «Ἅγιος ὁ Θεὸς, ἅγιος ἰσχυρὸς, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς·» ἁγία Τριὰς, ἀκατάληπτε, ἀπεριόριστε, ἀνεκφοίτητε, ὁμοούσιε, καὶ ὁμόθρονε, καὶ ὁμόχρονε, καὶ ὁμόδοξε, ἐλέησον ἡμᾶς, καὶ ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν ἕνεκεν τοῦ ὀνόματός σου τοῦ ἁγίου, καὶ δὸς ἡμῖν εὑρεῖν ἔλεος καὶ οἰκτιρμοὺς ἐν τῇ ἡμέρᾳ τῆς ἀνταποδόσεώς σου τῆς δικαίας. Σὺ γὰρ εἶ ὁ Θεὸς ἡμῶν, καὶ πρέπει σοι τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ Πνεύματι δόξα, μεγαλοσύνη, κράτος καὶ ἐξουσία πρὸ παντὸς αἰῶνος, καὶ νῦν καὶ εἰς τοὺς σύμπαντας αἰῶνας τῶν αἰώνων. Ἀμήν.

4