1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

4

τῆς Ἀλεξανδρείας ἐπιβάντι, ἀλλ' ἔτι τῆς ὁδοῦ τῆς ἀπὸ τῆς ἐξοριστίας ἐχομένῳ καὶ κατὰ τὴν Συρίαν ὄντι, εἴ γε δεῖ καὶ μακρὰν ἀποδημίαν εἰς ἀπολογίαν φέρειν ὑπὲρ τοῦ μηδὲ ὑπεύθυνον εἶναί τινα οἷς ἐὰν ἡγεμὼν ἢ ἔπαρχος Αἰγύπτου πράξῃ, εἰ γὰρ καὶ ἐπὶ τῆς Ἀλεξανδρείας ἦν, τί πρὸς Ἀθανάσιον αἱ τοῦ ἐπάρχου πράξεις; ἀλλ' ὅμως οὐδὲ ἐπεδήμει τοῖς τόποις· καὶ τὰ πραχθέντα οὐ διὰ προφάσεις ἐκκλησιαστικὰς πέπρακται παρὰ τοῦ ἐπάρχου τῆς Αἰγύπτου, ἀλλὰ διά τινας ἃς ἐκ τῶν ὑπομνημάτων εἴσεσθε, ἅπερ μετὰ τὸ γνῶναι τὰ παρὰ τούτων γραφέντα πολυπραγμονήσαντες ἀπεστείλαμεν ὑμῖν. 5.5 οὐκοῦν ὅτε καὶ νῦν τὰ μὴ γενόμενα μήτε παρ' αὐτοῦ μήτε δι' αὐτὸν βοῶσιν ὡς γενόμενα καὶ τοσούτοις μαρτυροῦσιν ὡς πληροφορηθέντες κακοῖς, εἰπάτωσαν ἐκ ποίας συνόδου καὶ ταῦτα ἔγνωσαν; ἐκ ποίων ἀποδείξεων; ἐκ ποίας κρίσεως; εἰ δὲ μηδὲν ἔχοντες τοιοῦτον ἁπλῶς διαβεβαιοῦνται, καὶ τὰ πρότερα πῶς γέγονεν ἢ πῶς λέγουσιν, ὑμῖν κατελίπομεν σκοπεῖν. οὐδὲν γὰρ ἄλλο ἐστὶν ἢ συκοφαντία καὶ ἐχθρῶν ἐπιβουλὴ καὶ θυμὸς ἄσχετα φρονῶν καὶ κατὰ τῆς εὐσεβείας ἡ ὑπὲρ τῶν Ἀρειομανιτῶν ἀσέβεια λυττῶσα, ἵν' ἐκποδὼν μὲν οἱ ὀρθόδοξοι γένωνται, μετ' ἀδείας δὲ λοιπὸν ἃ βούλονται κηρύττωσιν οἱ προστάται τῆς ἀσεβείας. καὶ γὰρ οὕτως ἔχει.

6.1 Ἀρείου τοῦ ἀσεβήσαντος, ἀφ' οὗ καὶ ἡ Ἀρειομανιτῶν δι' αὐτὸν αἵρεσις κέκληται, τῆς ἐκκλησίας ἐκβληθέντος ὑπὸ τοῦ μακαρίτου ἐπισκόπου Ἀλεξάνδρου οἱ περὶ Εὐσέβιον μαθηταὶ τῆς ἀσεβείας αὐτοῦ καὶ κοινωνοὶ τυγχάνοντες ἑαυτοὺς ἐκβεβλῆσθαι νομίζοντες, ἔγραφον πολλὰ παρακαλοῦντες Ἀλέξανδρον τὸν ἐπίσκοπον μὴ ἀφεῖναι τὸν αἱρετικὸν 6.2 Ἄρειον ἔξω τῆς ἐκκλησίας. Ἀλεξάνδρου δὲ διὰ τὴν εἰς Χριστὸν εὐσέβειαν μὴ δεχομένου τὸν ἀσεβῆ εἰς Ἀθανάσιον τότε διάκονον ὄντα ἐλυποῦντο, ἐπειδὴ τὰ πλεῖστα συνόντα Ἀλεξάνδρῳ τῷ ἐπισκόπῳ πολυπραγμονοῦντες αὐτὸν ἤκουον καὶ τιμώμενον παρ' αὐτοῦ. πεῖραν δὲ αὐτοῦ καὶ τῆς εὐσεβείας τῆς εἰς Χριστὸν λαβόντες ἐκ τῆς συνόδου τῆς κατὰ Νίκαιαν συγκροτηθείσης ἐν οἷς ἐπαρρησιάζετο κατὰ τῆς ἀσεβείας τῶν Ἀρειομανιτῶν, 6.3 μειζόνως τὸ μῖσος ηὔξανον. ὡς δὲ ἐπὶ τὴν ἐπισκοπὴν αὐτὸν ὁ θεὸς ἤγαγε, τὴν ἐκ παλαιοῦ τρεφομένην αὐτοῖς κακίαν ἀναζωπυρήσαντες καὶ φοβούμενοι τὴν ὀρθοδοξίαν αὐτοῦ καὶ τὴν κατὰ τῆς ἀσεβείας παράστασιν (Εὐσέβιος δὲ καὶ πλεῖον ὑπὸ τῆς συνειδήσεως ὧν οἶδε πληττόμενος) πάντα τρόπον ἐπεβούλευον καὶ συνεσκευάζοντο τῷ ἀνδρί, ἐκίνουν 6.4 βασιλέα κατ' αὐτοῦ, συνόδους ἠπείλουν πολλάκις καὶ τέλος ἐν Τύρῳ συνῆλθον. καὶ μέχρι νῦν οὐκ ἀφίστανται κατ' αὐτοῦ γράφοντες καὶ οὕτως εἰσὶν ἀπαραίτητοι, ὡς καὶ τὴν κατάστασιν τῆς ἐπισκοπῆς αὐτοῦ μέμφεσθαι, πανταχοῦ δεικνύοντες ἑαυτοὺς ἐχθροὺς καὶ μισοῦντας τὸν ἄνδρα καὶ ψευδῆ λέγοντες, μόνον ἵνα ἐκφαυλίσωσιν αὐτὸν ἐν ταῖς ψευδολογίαις. ἀλλὰ καὶ ἐξ αὐτῶν τούτων ὧν ψεύδονται, τὰ πρότερα διελέγχουσι ψευδῆ καὶ συσκευῆς μεστά. «μετὰ γὰρ τὴν τελευτήν», φασίν, «Ἀλεξάνδρου τοῦ ἐπισκόπου ὀλίγων τινῶν Ἀθανασίου μνήμην ποιουμένων ἓξ ἢ ἑπτὰ ἐπισκόπων λάθρα καὶ ἐν παραβύστῳ χειροτονοῦσιν αὐτόν». ταῦτα ἔγραψαν καὶ βασιλεῦσιν οἱ μηδὲν ψευδὲς 6.5 γράφειν παραιτούμενοι. ὅτι δὲ πᾶν τὸ πλῆθος καὶ πᾶς ὁ λαὸς τῆς καθολικῆς ἐκκλη σίας ὥσπερ ἐκ μιᾶς ψυχῆς καὶ στόματος συνεληλυθότες ἀνεβόων, ἔκραζον αἰτοῦντες Ἀθανάσιον ἐπίσκοπον τῇ ἐκκλησίᾳ, τοῦτο ηὔχοντο δημοσίᾳ τῷ Χριστῷ καὶ τοῦτο ἡμᾶς ὥρκιζον ποιεῖν ἐπὶ πλείστας ἡμέρας καὶ νύκτας μήτε αὐτοὶ τῆς ἐκκλησίας ἀφιστάμενοι μήτε ἡμᾶς ἐπιτρέποντες ἀφίστασθαι τούτου, καὶ ἡμεῖς μάρτυρες τούτου καὶ ἡ πόλις πᾶσα καὶ ἡ ἐπαρχία, οὐδὲν μὲν ἐναντίον, ὡς ἔγραψαν ἐκεῖνοι, κατ' αὐτοῦ λέγοντες, πάντα δὲ τὰ βέλτιστα, σπουδαῖον, εὐλαβῆ, Χριστιανὸν, ἕνα τῶν ἀσκητῶν, ἀληθῶς ἐπίσκοπον ὀνο 6.6 μάζοντες. ὅτι δὲ οἱ πλείονες ἡμῶν αὐτὸν ἐχειροτόνησαν ὑπὸ ταῖς τῶν πάντων ὄψεσι καὶ βοαῖς, μάρτυρες πάλιν ἡμεῖς ἀξιοπιστότεροι τῶν ἀπόντων καὶ ψευδομένων οἱ χειρο τονήσαντες, ἀλλ' ὅμως Εὐσέβιος τὴν κατάστασιν