4
ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ· εἰ δὲ καλῶς 26.1081 ἔπραττον, καὶ ἐν τούτῳ εὐάρεστοι τῷ Θεῷ ἐγίνοντο· πῶς οὐκ ἀπολωλέναι πολλάκις εἰσὶν ἄξιοι οἱ μιαροὶ καὶ πάσης αἱρέσεως αἴσχιστοι Ἀρειανοὶ, ὅτι, τὸν πάλαι λαὸν ἀποδεχόμενοι διὰ τὴν πρὸς τὸν ναὸν τιμὴν, οὐ βούλονται τὸν Κύριον ἐν σαρκὶ, ὡς ἐν ναῷ ὄντα, προσκυνεῖν; Καίτοι ὁ πάλαι ναὸς ἐκλίθων ἦν καὶ χρυσοῦ κατασκευασθεὶς, ὡς σκιά· ἐλθούσης δὲ τῆς ἀληθείας, πέπαυται λοιπὸν ὁ τύπος, καὶ οὐκ ἔμεινε, κατὰ τὴν Κυριακὴν φωνὴν, λίθος ἐπὶ λίθον ἐν αὐτῷ, ὃς οὐ κατελύθη. Καὶ οὔτε, τὸν ναὸν βλέποντες ἐκ λίθων, ἐνόμιζον καὶ τὸν ἐν αὐτῷ ναῷ λαλοῦντα Κύριον εἶναι κτίσμα, οὔτε, τὸν ναὸν ἐξουθενοῦντες, ἀπερχόμενοι μακρὰν προσεκύνουν· ἀλλ' εἰς αὐτὸν ἐρχόμενοι νομίμως ἐλάτρευον τῷ Θεῷ ἀπὸ τοῦ ναοῦ χρηματίζοντι. Τούτου δὲ οὕτως γενομένου, πῶς τὸ σῶμα τοῦ Κυρίου, τὸ πανάγιον καὶ πάνσεπτον ἀληθῶς, ὑπὸ μὲν τοῦ ἀρχαγγέλου Γαβριὴλ εὐαγγε λισθὲν, ὑπὸ δὲ τοῦ ἁγίου Πνεύματος πλασθὲν, καὶ τοῦ Λόγου γεγονὸς ἔνδυμα, οὐ προσκυνητόν; Χεῖρα γοῦν σωματικὴν ἐκτείνας ὁ Λόγος, ἤγειρε τὴν πυρέσσουσαν· καὶ φωνὴν ἀνθρωπίνην ἀφεὶς, ἤγειρε τὸν Λάζαρον ἐκ νεκρῶν· καὶ πάλιν τὰς χεῖρας ἐκτείνας ἐπὶ τοῦ σταυροῦ, τὸν μὲν ἄρχοντα τῆς ἐξου σίας τοῦ ἀέρος, τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, κατέβαλε, τὴν δὲ ὁδὸν ἡμῖν ἐν τοῖς οὐρανοῖς καθαρὰν ἐποίει. Οὐκοῦν ὁ τὸν ναὸν ἀτιμάζων, ἀτιμάζει τὸν ἐν τῷ ναῷ Κύριον· καὶ ὁ διαιρῶν τὸν Λόγον ἀπὸ τοῦ σώματος, ἀθετεῖ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν ἐν αὐ τῷ. Καὶ ἀσεβέστατοι δὲ Ἀρειομανῖται μὴ, ἐπειδὴ τὸ σῶμα κτιστόν ἐστι, νομιζέτωσαν καὶ τὸν Λόγον εἶναι κτίσμα, μηδὲ διὰ τὸ μὴ εἶναι τὸν Λόγον κτίσμα, διαβαλλέτωσαν τὸ σῶμα αὐτοῦ. Θαυμάσαι γάρ ἐστιν αὐτῶν τὴν κακόνοιαν, ὅτι καὶ πάντα κυκῶσι καὶ φύρουσι, καὶ προφάσεις ἐφευρίσκουσιν, ἵνα μόνον τὸν κτίστην τοῖς κτίσμασι συναριθμήσωσιν. Ἀλλ' ἀκουέτωσαν· Εἰ κτίσμα ἦν ὁ Λόγος, οὐ προσελάμ βανε τὸ κτιστὸν σῶμα, ἵνα αὐτὸ ζωοποιήσῃ. Ποία γὰρ τοῖς κτίσμασι παρὰ κτίσματος ἔσται βοήθεια, δεομέ νου καὶ αὐτοῦ σωτηρίας; Ἀλλ' ἐπειδὴ, κτίστης ὢν ὁ Λόγος, αὐτὸς δημιουργὸς γέγονε τῶν κτισμάτων· διὰ τοῦτο καὶ ἐπὶ συντελείᾳ τῶν αἰώνων τὸ κτιστὸν αὐτὸς ἐνεδύσατο, ἵνα πάλιν αὐτὸς, ὡς κτίστης, ἀνακαινίσῃ, καὶ ἀνακτῆσαι τοῦτο δυνηθῇ. Κτίσμα δὲ ὑπὸ κτίσματος οὐκ ἄν ποτε σωθῇ, ὥσπερ οὐδὲ ὑπὸ κτίσματος ἐκτίσθησαν τὰ κτίσματα, εἰ μὴ 26.1084 κτίστης ἦν ὁ Λόγος. Ὅθεν μὴ καταψευδέσθωσαν τῶν θείων Γραφῶν, μηδὲ σκανδαλιζέτωσαν τοὺς ἀκεραίους τῶν ἀδελφῶν· ἀλλ' εἰ μὲν βούλωνται, μεταγινωσκέτωσαν καὶ αὐτοὶ, καὶ μηκέτι τῇ κτίσει λατρευέτωσαν παρὰ τὸν κτίσαντα τὰ πάντα Θεόν· ἐὰν δὲ ταῖς ἀσεβείαις αὐτῶν ἐμμένειν ἐθέλωσι, μόνοι τούτων ἐμφο ρείσθωσαν, καὶ τριζέτωσαν τοὺς ὀδόντας κατὰ τὸν πατέρα αὐτῶν τὸν διάβολον, ὅτι ἡ πίστις τῆς καθολικῆς Ἐκκλησίας, κτίστην οἶδε τὸν τοῦ Θεοῦ Λό γον καὶ δημιουργὸν τῶν ἁπάντων, καὶ οἴδαμεν, ὅτι Ἐν ἀρχῇ μὲν ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν· γενόμενον δὲ αὐτὸν καὶ ἄνθρωπον διὰ τὴν ἡμετέραν σωτηρίαν προσκυνοῦμεν, οὐχ ὡς ἴσον ἐν ἴσῳ γενόμενον τῷ σώματι, ἀλλ' ὡς ∆εσπότην προσλαβόντα τὴν τοῦ δούλου μορφὴν, καὶ δημιουργὸν καὶ κτίστην ἐν κτίσματι γινόμενον, ἵν', ἐν αὐτῷ τὰ πάντα ἐλευθερώσας, τὸν κόσμον προσαγάγῃ τῷ Πατρὶ, καὶ εἰρηνοποιήσῃ τὰ πάντα, τὰ ἐν οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς. Οὕτω γὰρ καὶ τὴν πατρικὴν αὐ-τοῦ θεότητα ἐπιγινώσκομεν, καὶ τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν προσκυνοῦμεν, κἂν Ἀρειομανῖται διαῤῥηγνύωσιν ἑαυτούς. Προσαγόρευε πάντας τοὺς ἀγαπῶντας τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Ἐῤῥῶσθαί σε καὶ μνημονεύειν ἡμῶν τῷ Κυρίῳ εὐχόμεθα, ἀγαπητὲ καὶ ὡς ἀληθῶς ποθεινότατε, ἐὰν χρεία ᾖ ἀναγνωσθῆναι ταῦτα Ἱερακᾷ τῷ πρεσβυτέρῳ.