1

 2

 3

 4

 5

 6

4

δεῖ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν.

7 οὐ θέσει δὲ ταῦτα ἐγίνετο, μὴ γένοιτο, ὥς τινες πάλιν ὑπέλαβον, ἀλλ' ὄντως ἀληθείᾳ ἀνθρώπου γενομένου τοῦ σωτῆρος ὅλου τοῦ ἀν θρώπου σωτηρία ἐγίνετο. εἰ γὰρ θέσει ἦν ἐν τῷ σώματι ὁ λόγος κατ' ἐκείνους, τὸ δὲ θέσει λεγόμενον φαντασία ἐστίν, εὑρίσκεται δοκήσει καὶ ἡ σωτηρία καὶ ἡ ἀνάστασις τῶν ἀνθρώπων λεγομένη κατὰ τὸν ἀσεβέστατον Μανιχαῖον. ἀλλὰ μὴν οὐ φαντασία ἡ σωτηρία ἡμῶν οὐδὲ σώματος μόνου, ἀλλ' ὅλου ἀνθρώπου ψυχῆς καὶ σώματος ἀληθῶς ἡ σωτηρία γέγονεν ἐν αὐτῷ τῷ λόγῳ. ἀνθρώπινον ἄρα φύσει τὸ ἐκ Μαρίας κατὰ τὰς θείας γραφὰς καὶ ἀληθινὸν ἦν τὸ σῶμα τοῦ σωτῆρος· ἀληθινὸν δὲ ἦν, ἐπειδὴ ταὐτὸν ἦν τῷ ἡμετέρῳ, ἀδελφὴ γὰρ ἡμῶν ἡ Μαρία, ἐπεὶ καὶ οἱ πάντες ἐκ τοῦ Ἀδάμ ἐσμεν. καὶ τοῦτο οὐκ ἄν τις ἀμφιβάλοι μνησθείς, ὧν ἔγραψεν ὁ Λουκᾶς· μετὰ γὰρ τὸ ἀναστῆναι ἐκ τῶν νεκρῶν, δοκούντων τινῶν μὴ ἐν τῷ ἐκ Μαρίας σώματι βλέπειν τὸν κύριον, ἀλλ' ἀντὶ τούτου πνεῦμα θεωρεῖν, ἔλεγεν, ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου καὶ τοὺς τύπους τῶν ἥλων, ὅτι ἐγώ εἰμι αὐτός· ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. καὶ τοῦτο εἰπὼν ἐπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας, ἐξ ὧν καὶ διελέγχεσθαι δύνανται πάλιν οἱ τολ μήσαντες εἰπεῖν, εἰς σάρκα καὶ ὀστέα ἠλλοιῶσθαι τὸν κύριον. οὐ γὰρ εἶπεν, καθὼς ἐμὲ θεωρεῖτε σάρκα καὶ ὀστέα ὄντα, ἀλλ' ἔχοντα, ἵνα μὴ αὐτὸς ὁ λόγος εἰς ταῦτα τραπεὶς νομισθῇ, ἀλλ' αὐτὸς ἔχων αὐτὰ καὶ πρὸ τοῦ θανάτου καὶ μετὰ τὴν ἀνάστασιν εἶναι πιστευθῇ.

8 τούτων δὲ οὕτως ἐχόντων τὴν ἀπόδειξιν περιττὸν ἔτι τῶν ἄλλων ἅπτεσθαι καὶ γυμνάζειν τι περὶ αὐτῶν. τοῦ γὰρ σώματος, ἐν ᾧ ἦν ὁ λόγος, μὴ ὄντος ὁμοουσίου τῇ θεότητι, ἀλλ' ἐκ Μαρίας ἀληθῶς τεχθέντος, καὶ αὐτοῦ δὲ τοῦ λόγου μὴ τραπέντος εἰς ὀστέα καὶ σάρκα, ἀλλ' ἐν σαρκὶ γενομένου. τὸ γὰρ παρὰ τῷ Ἰωάννῃ λεγόμενον, ὁ λόγος σὰρξ ἐγένετο, ταύτην ἔχει τὴν διάνοιαν, καθὼς καὶ ἐκ τοῦ ὁμοίου τοῦτο δυνατὸν εὑρεῖν· γέγραπται γὰρ παρὰ τῷ Παύλῳ, Χριστὸς ὑπὲρ ἡμῶν γέγονε κατάρα· καὶ ὥσπερ οὐκ αὐτὸς κατάρα γέγονεν, ἀλλ' ὅτι τὴν ὑπὲρ ἡμῶν ἀνεδέξατο κατάραν, εἴρηται κατάρα γεγονέναι· οὕτω καὶ σὰρξ ἐγένετο, οὐ τραπεὶς εἰς σάρκα, ἀλλ' ὅτι σάρκα ὑπὲρ ἡμῶν ἀνέλαβε καὶ γέγονεν ἄνθρωπος. καὶ γὰρ τὸ εἰπεῖν, ὁ λόγος σὰρξ ἐγένετο, ἶσόν ἐστι πάλιν εἰπεῖν, ὁ λόγος ἄνθρωπος γέγονε κατὰ τὸ εἰρημένον ἐν τῷ Ἰωήλ, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα· οὐ γὰρ ἕως τῶν ἀλόγων ἦν ἡ ἐπαγγελία, ἀλλ' εἰς ἀνθρώπους ἐστίν, ὧν ἕνεκα καὶ ἄνθρωπος γέγονεν ὁ κύριος. τούτου δὲ τοῦ ῥητοῦ ταύτην ἔχοντος τὴν διάνοιαν, εἰκότως καταγνώσονται ἑαυτῶν πάντες οἱ νομίσαντες πρὸ τῆς Μαρίας εἶναι τὴν ἐξ αὐτῆς σάρκα, καὶ πρὸ ταύτης ἐσχηκέναι ψυχὴν ἀνθρωπίνην τὸν λόγον καὶ ἐν αὐτῇ πρὸ τῆς ἐπιδημίας ἀεὶ γεγενῆσθαι. παύσονται δὲ καὶ οἱ εἰπόντες μὴ εἶναι δεκτικὴν θανάτου τὴν σάρκα, ἀλλὰ τῆς ἀθανάτου φύσεως εἶναι ταύτην. εἰ γὰρ μὴ ἀπέ θανεν, πῶς ὁ Παῦλος παρεδίδου Κορινθίοις, ὃ καὶ παρέλαβεν, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς· πῶς δὲ ὅλως καὶ ἀνέστη, εἰ μὴ προαπέθανεν; ἐρυθριάσουσι δὲ μεγάλως οἱ καὶ ὅλως ἐνθυμηθέντες δύνασθαι ἀντὶ τῆς τριάδος γίνεσθαι τε τράδα, εἰ λέγοιτο ἐκ Μαρίας εἶναι τὸ σῶμα· ὁμοούσιον μὲν γάρ, φασίν, ἐὰν εἴπωμεν τὸ σῶμα τῷ λόγῳ, μένει ἡ τριὰς τριὰς οὐδὲν ξένον εἰς αὐτὴν ἐπιφερομένου τοῦ λόγου· ἐὰν δὲ ἀνθρώπινον εἴπωμεν τὸ ἐκ Μαρίας σῶμα, ἀνάγκῃ ξένου ὄντος κατ' οὐσίαν τοῦ σώματος καὶ ὄντος ἐν αὐτῷ τοῦ λόγου, τετρὰς ἀντὶ τριάδος γίνεται διὰ τὴν τοῦ σώματος προσθήκην.

9 ταῦτα οὕτω λέγοντες οὐ νοοῦσιν, ὅπως ἑαυτοῖς περιπίπτουσιν. καὶ γὰρ κἂν μὴ ἐκ Μαρίας λέγωσι τὸ σῶμα, ἀλλ' ὁμοούσιον αὐτὸ τῷ λόγῳ, οὐδὲν ἧττον ἢ ὅπερ