Homilia de semente

 ἡλιακαὶ ἀκτῖνες προσβάλλουσαι, ἀναξη ραίνουσι τὸν σπόρον. Καὶ γίνεται τὸ αἴτιον οὐ παρὰ τὸ ἄτονον τοῦ σπόρου, ἀλλὰ τὸ σαθρὸν τῆς γῆς. Πά λιν ὁ σπόρος

 οἴδαμεν τὸ ὑποκείμενον· ἡ γὰρ τῆς φυλλάδος ὁμοιότης ἀπατᾷ πολλάκις τοὺς προεστῶτας. Ὅταν δὲ ἡ διδασκαλία εἰς ἔργον προχωρήσῃ, καὶ ὁ καρπὸς τῶν ἔργων π

 ὅτι καὶ νεκρῶν ἐλευθερωτὴς γέγονεν, ἄκουε τῶν Εὐαγγελίων λεγόντων· «Καὶ πολλὰ σώματα τῶν κε κοιμημένων ἁγίων ἀνέστησεν.» Ἐν μνήματι ἐτέθη, καὶ πολλὰ μ

 ὁμοιότης μὲν τῶν πραγμάτων, πολλὴ δὲ διαφορὰ τῶν ὑποκειμένων. Χρισθεὶς δὲ ὁ ∆αβὶδ εἰς βασιλέα, οὐχ ἅμα ἥρπασε τὴν βασιλείαν, ἀλλ' ἠνείχετο πολλοῖς χρό

 πνεῦμα τὸ ἀκάθαρτον πνίγον ἀοράτως ἐπνίγετο, καὶ ἀνέψυχεν ὁ Σαούλ. Ἐφθόνει δὲ τῷ ∆α βὶδ διὰ τοιάνδε ὑπόθεσιν. Ἀλλόφυλοί ποτε ἐπέθεντο τῷ γένει τῶν Ἑβρ

 ἐπέμεινεν ἐν τῇ βουλῇ. Καὶ τῷ υἱῷ Ἰωνάθαν ἠγανάκτει, διὰ τὸ ἔχειν φίλα πρὸς τὸν ∆αβὶδ, καὶ ἐπεχείρησε τὸν ἴδιον υἱὸν ἀνελεῖν τῇ βασκανίᾳ τῆς διανοίας

 ἰδών τινα ἔχοντα ξηρὰν χεῖρα, καὶ γινώσκων ὅτι ἕτοιμοί εἰσιν οἱ Ἰουδαῖοι εἰς τὸ κατη 28.164 γορεῖν, λέγει πρὸς τὸν ἔχοντα τὴν χεῖρα τὴν ξηράν· «Ἀνάστη

 ἄγριον τῆς διανοίας ἡμεροῦν ἐβούλετο, καί φησι πρὸς αὐτούς· «Ἔξεστιν ἀγαθοποιῆσαι ἐν Σαββάτῳ, ἢ κακοποιῆσαι; ψυχὴν σῶσαι, ἢ ἀπολέσαι; «Εἰ γὰρ εἶπεν αὐ

 ἐλεημοσύνην πτωχῷ. Καὶ ἄλλως δὲ αὐτὸ λάβωμεν. Πολλοί τινές εἰσιν ἀμελεῖς εἰς προσευχὰς, καὶ πᾶσαν μὲν τὴν ἡμέραν ἀσχολοῦνται περὶ ἐργασίας ἀνθρωπίνας,

ὅτι καὶ νεκρῶν ἐλευθερωτὴς γέγονεν, ἄκουε τῶν Εὐαγγελίων λεγόντων· «Καὶ πολλὰ σώματα τῶν κε κοιμημένων ἁγίων ἀνέστησεν.» Ἐν μνήματι ἐτέθη, καὶ πολλὰ μνήματα ἀνεῴχθησαν. Ἦν τοίνυν ὁ ἐν νε κροῖς ἐλεύθερος, ὃν κατέλιπον καὶ γνώριμοι. Λέγει δὲ τὸ Εὐαγγέλιον, ὅτι πάντες οἱ μαθηταὶ, ἀφέντες αὐτὸν, ἔφυγον. Ἔτι ζῶντα φεύγουσι, καὶ σταυρωθέντος, ὑπεραποθνήσκουσιν· ἐπειδὴ δὲ μηδὲν ἐναπέμεινεν ἐν τῷ σταυρῷ, ἀλλὰ μετὰ τὸν σταυρὸν τὴν ζωὴν ἀπέ λαβε. Καὶ μὴ ἐμοὶ μόνον πρόσεχε, ἀλλὰ τῷ ἐμοὶ ἀρ τίως ἀναγνωσθέντι ψαλμῷ. Πρόσχες τὸ λεγόμενον· ἐγὼ ἀναγινώσκω, σὺ βλέπε ἐκ τῆς ἀκολουθίας τὴν ἀνάστασιν. «Ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος, ἐν νεκροῖς ἐλεύθερος. Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ,» καθὼς εἰρήκαμεν. Καὶ μετὰ ταῦτα· «Ἐγὼ δὲ τῇ προσευχῇ μου πρὸς σὲ, Κύριε, καὶ τῷ πρωῒ ἡ προσ ευχή μου προφθάσειε.» Ὁ νεκρὸς προσεύχεται· εἰ μὴ ἀνέστη, προσεύχεται; Μετὰ γὰρ τὸ διηγήσασθαι τὴν ταφὴν καὶ τὴν νεκρότητα, τότε διηγήσατο τὴν προσευχὴν τὴν πρὸς τὸν Πατέρα γενομένην. Ἡμεῖς μὲν οὖν τιμῶμεν τὴν Κυριακὴν διὰ τὴν ἀνάστασιν· Ἰουδαῖοι δὲ ἔτι καὶ νῦν ἐξέχονται τοῦ Σαββάτου, καὶ μετὰ τὸ εἰπεῖν τὸν Ἡσαΐαν· «Καὶ τὰ Σάββατα ὑμῶν μισεῖ ἡ ψυχή μου.» Οὐδέν μοι κοι νὸν πρὸς τὸ Σάββατον, ὃ ὁ Θεὸς ἐμίσησεν. Οὐ λέγω τοὺς κύκλους τῶν ἡμερῶν, ἀλλὰ τὸν νομιζόμενον Ἰουδαϊσμόν. Οὐ γὰρ τὰς ἡμέρας μισεῖ ὁ Θεὸς, ἀλλὰ τοὺς κακῶς ἐν ταῖς ἡμέραις ἐργαζομένους. Καὶ νῦν μὲν ἐξέχονται τοῦ Σαββάτου, καὶ τότε ἐπετίμων τῷ Σωτῆρι λέγοντες· «Ἴδε, τί ποιοῦσιν οἱ μαθηταί σου, ὃ οὐκ ἔξεστι ποιεῖν ἐν Σαββάτῳ.» Ὁ Σωτὴρ πρὸς αὐ 28.153 τούς· Οὐδὲ τοῦτο ἀνέγνωτε, ὃ ἐποίησε ∆αβίδ; Ὁ ἐκ ∆αβὶδ μνημονεύει τοῦ ∆αβίδ· ὁ ἐκ ∆αβὶδ κατὰ σάρκα, πρὸ δὲ ∆αβὶδ κατὰ πνεῦμα· ὁ κατὰ σάρκα μὲν τοῦ ∆αβὶδ υἱὸς, κατὰ πνεῦμα δὲ τοῦ ∆αβὶδ δεσπότης· ὁ ἐκ ῥίζης Ἰεσσαὶ βλαστήσας, ἡ ῥάβδος ἡ θαυμασία, ἡ τὸ μὲν γένος Ἰουδαίων συντρίβουσα, τῶν δὲ ἐθνῶν τὸ γένος ὡς ποίμνιον συνάγουσα. Αὐτὸς γάρ ἐστιν ὁ εἰρηκώς. Καὶ δὴ ἄξω ὑμᾶς ὑπὸ τὴν ῥάβδον μου· καὶ πολὺς ὁ περὶ τῆς ῥάβδου Ἰησοῦ λόγος. Ἔλεγε τοίνυν πρὸς τοὺς Ἰουδαίους· «Οὐδὲ τοῦτο ἀνέγνωτε, ὃ ἐποίησε ∆αβὶδ, ὅτε ἐπείνασεν αὐτὸς, καὶ οἱ μετ' αὐ τοῦ; πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔλαβε καὶ ἔφαγεν, ὃ οὐκ ἔξεστιν ποιεῖν εἰ μὴ μόνοις τοῖς ἱερεῦσιν;» Ὁ μὲν οὖν σοφὸς ἀκροατὴς καὶ συνήθης τῶν ἐκκλησιαστικῶν δογμάτων τε καὶ ἀναγνωσμάτων οἶδε τὴν ἱστορίαν, καὶ οὐ χρείαν ἔχει τῆς διηγήσεως· ἐπειδὴ δὲ πολὺς ὁ νεωστὶ συῤῥεύσας ἡμῖν λαὸς, ὁ τὴν ἐπιπόλαιον ἀκρόασιν τῶν θείων λογίων ἔχων, τὸ δὲ βάθος τῆς νοήσεως μὴ ἐνστερνισμένος, καλῶς ἔχειν μοι δοκεῖ ἐπιδραμεῖν καὶ δεῖξαι τὴν ἱστορίαν, ἵνα γνῶμεν τίνος ἕνεκεν ταύτης ἐμνημόνευσεν ὁ Σωτήρ. Βασιλεύς τις ἦν ἐν τοῖς ἀρχαίοις, ∆αβὶδ, ποιμὴν τὰ πρῶτα, καὶ βασιλεὺς τὰ δεύτερα. Τὴν δὲ βασιλείαν οὐκ ἔλαβεν ἁρπάσας, ἀλλὰ, τοῦ Σαοὺλ ἁμαρτήσαντος καὶ ἀπο βαλομένου, ἐχρίσθη ∆αβὶδ ἀπὸ τοῦ Σαμουήλ. Χρι σθεὶς δὲ εἰς τὴν βασιλείαν, οὐχ ἅμα ἥρπασε τὸ βα σίλειον, ἀλλὰ χρόνοις πολλοῖς δουλεύσας τῷ Σαοὺλ, ὕστερον, ὅτε Θεὸς ἠθέλησεν, ἐφήψατο τῆς βασιλείας. Ἐπεβουλεύετο οὖν ὑπὸ τοῦ Σαοὺλ, εὐεργετήσας τοῦ τον· ἐπεβουλεύετο δὲ καὶ ὑπὸ τοῦ Ἀβεσσαλὼμ, τοῦ οἰκείου τέκνου. Ταῦτα ἀληθῶς μὲν συνέβη τῷ ∆αβίδ· οὗτος δέ τινας εἰκόνας εἶχε τῆς τοῦ Σωτῆρος παρουσίας. Ἔδει γὰρ τὸν προπάτορα καὶ εἰκόνας ἔχειν τοῦ ἀπογόνου. «Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ ∆αβίδ.» Τι νὸς αἱ τῶν πραγμάτων ὁμοιώσεις οὐκ ἰσότιμοι. Ὁμοιούσθω γὰρ ὁ δοῦλος τῷ δεσπότῃ· οὐ μὴν ἰσό τιμος γίνεται, πλὴν ἔχει τινὰς ὁμοιότητας. Ὁ ∆α βὶδ ποιμὴν, καὶ ποιμὴν ὁ Χριστός· «Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλὸς,» ἔλεγεν. Ἀλλ' ὁ μὲν ποιμὴν θρεμ μάτων, ὁ δὲ ποιμὴν ψυχῶν· ὁμοίωσις πραγμάτων, πολλὴ δὲ παραλλαγὴ τοῦ ἀξιώματος. Ἔχρισε τὸν ∆α βὶδ εἰς βασιλέα Σαμουὴλ ὁ ἱερεὺς, ἐβάπτισε καὶ τὸν Σωτῆρα ὁ Ἰωάννης, ὡς ἱερεὺς ὢν καὶ αὐτός·

4