In nativitatem praecursoris

 μυστικὸς ἄνθραξ ἐπί κειται; ὃν τῇ λαβίδι τοῦ πνεύματος τὰ σεραφὶμ διερ χόμενα διὰ τῆς λειτουργίας τοῦ ἱερέως, κάθαρσιν ἁμαρ τημάτων τῷ αἰτοῦντι χαρίζο

 θησαυρισθέντα, καὶ ὑπὸ τοῦ Πατρὸς σφραγισθέντα, καὶ ὑπὸ τῶν εὐσεβῶν φυλαχθέντα. Ἤκουες ἀρτίως τοῦ εὐαγγελιστοῦ Λουκᾶ λέγοντος· «Ἐν τῷ μηνὶ τῷ ἕκτῳ ἀπε

 ὅμως καὶ αὐτὴ φανεροποιηθεῖσα, γραφῇ παρεδόθη, καὶ πῶς παραχρῆμα γέγονε σαφῶς ἐγνωρίσθη, ὅτι ἀπὸ τῆς γῆς χοῦν λαβὼν ὁ δημιουργὸς, θεόμορφον ζῶον κατεσ

ὅμως καὶ αὐτὴ φανεροποιηθεῖσα, γραφῇ παρεδόθη, καὶ πῶς παραχρῆμα γέγονε σαφῶς ἐγνωρίσθη, ὅτι ἀπὸ τῆς γῆς χοῦν λαβὼν ὁ δημιουργὸς, θεόμορφον ζῶον κατεσκεύασε τὸν πρωτόπλαστον. Ὡς ἐκεῖνα γνώριμα, καὶ τοῦτο σαφήνισον· ἐπειδὴ τὸ προλεχθέν μοι παρὰ σοῦ ὑπερηκόντισε τὰ λεχθέντα· «Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;» Ὁ δὲ Γαβριὴλ πρὸς τὴν Παρθένον· Πῶς ἔσται σοι τοῦτο; Παρ' ἐμοῦ τὸν τρόπον ζητεῖς, Παρθένε, μαθεῖν; Μὴ δύναται δοῦλος σκοπὸν εἰδέναι δεσπότου; Πῶς ἔσται σοι τοῦτο; Μηνυτὴς ἀπεστάλην, οὐχ ἑρμηνευτής. «Τίς ἔγνω νοῦν Κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;» Ἃ ἀκούω λαλῶ, οὐδὲν ἴδιον πλάττω. Πῶς ἔσται σοι τοῦτο; Τὸ πῶς ἐπὶ Θεοῦ μὴ ζήτει. Πῶς ἔσται σοι τοῦτο; Ὡς Ἡσαΐας προηγόρευσε φάσκων· «Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἕξει·» τὸ ἕξειν σε προηγόρευσεν, ἐγὼ δὲ λέγω σοι, ὅτι «τέξεις υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν·» αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

4