Ἔοικε δὲ ὁ περὶ τῆς ἀναστάσεως τοῦ κυριακοῦ σώματος ἀπιστῶν ἀγνοεῖν δύναμιν θεοῦ λόγου καὶ σοφίας. εἰ γὰρ ὅλως ἔλαβεν ἑαυτῷ σῶμα καὶ τοῦτο ἰδιοποιήσατο κατὰ τὴν εὔλογον ἀκολουθίαν ὡς ὁ λόγος ἔδειξε τί ἔδει ποιεῖν τὸν κύριον περὶ τούτου ἢ ποῖον ἔδει τέλος γενέσθαι τοῦ σώματος, ἅπαξ ἐπιβάντος ἐν αὐτῷ τοῦ λόγου; μὴ ἀποθανεῖν μὲν γὰρ οὐκ ἠδύνατο, ἅτε δὴ θνητὸν ὄν, καὶ ὑπὲρ πάντων προσφερόμενον εἰς τὸν θάνατον, οὗ χάριν καὶ ὁ σωτὴρ αὐτὸ κατεσκεύασεν ἑαυτῷ ναόν. μεῖναι δὲ νεκρὸν οὐχ οἷόν τε ἦν διὰ τὸ ζωῆς αὐτὸ ναὸν γεγενῆσθαι. ὅθεν ἀπέθανε μὲν ὡς θνητόν. ἀνέζησε δὲ διὰ τὴν ἐν αὐτῷ ζωὴν καὶ τῆς ἀναστάσεώς ἐστι γνώρισμα τὰ ἔργα. 89 Ἐκ τοῦ αὐτοῦ λόγου. ∆ιὰ τοῦτο εἰκότως ἐνεδύσατο σῶμα ὁ σωτήρ, ἵνα συμπλακέντος τοῦ σώματος τῇ ζωῇ. μηκέτι ὡς θνητὸν ἀπομείνῃ ἐν τῷ θανάτῳ, ἀλλ' ὡς ἐνδυσάμενος τὴν ἀθανασίαν, λοιπὸν ἀναστὰν ἀθάνατον διαμείνῃ. ἅπαξ γὰρ ἐνδυσάμενος φθορὰν οὐκ ἂν ἀνέστη, εἰ μὴ ἐνεδύσατο τὴν ζωήν. καὶ πάλιν θάνατος καθ' ἑαυτὸν οὐκ ἂν φανείη, εἰ μὴ ἐν τῷ σώματι. διὰ τοῦτο ἐνεδύσατο σῶμα, ἵνα τὸν θάνατον ἐν τῷ σώματι εὑρὼν ἀπαλείψῃ. πῶς γὰρ ὁ κύριος ἂν ὅλως ἐδείχθη ζωή, εἰ μὴ τὸ θνητὸν ἐζωοποίησε. 90 Ἐκ τοῦ αὐτοῦ λόγου. Πότε δὲ καταγινώσκεσθαι ἤρξαντο οἱ παρὰ ποιηταῖς λεγόμενοι θεοὶ καὶ ἥρωες, ὄντες ἄνθρωποι θνητοί, εἰ μὴ ἀφ' οὗ ὁ τοῦ θεοῦ λόγος κατὰ τοῦ θανάτου τρόπαιον εἰργάσατο καὶ ὃ ἀνέλαβε σῶμα τετήρηκεν ἄφθαρτον, ἀναστήσας αὐτὸ ἐκ τῶν νεκρῶν. 91 Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τῆς πρὸς Γερμανὸν ἐπιστολῆς, ἧς ἡ ἀρχή· ἐντυχὼν τοῖς νῦν γραφεῖσιν. Πυνθάνεται ἀνθρωπίνως, ποῦ Λάζαρος κεῖται, -ἄνθρωπος γὰρ ἦν- ἐγείρει δὲ τοῦτον θεϊκῶς-ἦν γὰρ καὶ θεός. ὅθεν μὴ γελάτω τις λέγων παιδίον καὶ ἡλικίαν ὀνομάζων καὶ αὔξησιν καὶ τὸ φαγεῖν καὶ τὸ πιεῖν καὶ τὸ παθεῖν, ἵνα μὴ τὰ ἴδια τοῦ σώματος ἀρνούμενος, ἀρνήσηται τέλεον καὶ τὴν δι' ἡμᾶς οἰκονομίαν αὐτοῦ. καὶ γὰρ ὥσπερ οὐκ ἀκολουθίᾳ φύσεως ἄνθρωπος γεγέννηται, οὕτως ἀκόλουθον ἦν σῶμα ἀναλαβόντα αὐτὸν δεικνύναι τὰ ἴδια τοῦ σώματος, ἵνα μὴ ἡ φαντασία τοῦ ἀθέου Μανιχαίου κρατήσῃ. 92 Τοῦ ἁγίου Ἀθανασίου ἐκ τῆς εἰς τὸν σπόρον ὁμιλίας, ἧς ἡ ἀρχή· ἐν ἡμέρᾳ σαββάτου συνήθημεν οὐ νοσοῦντες Ἰουδαισμόν. Ἐπετίμων φησὶν τῷ σωτῆρι λέγοντες· «ἴδε τί ποιοῦσιν οἱ μαθηταί σου ὃ οὐκ ἔξεστι ποιεῖν ἐν σαββάτῳ» ὁ δὲ σωτὴρ πρὸς αὐτούς· οὐδὲ τοῦτο ἀνέγνωτε μελετᾶν ἐπαγγέλλεσθε· τὴν δὲ γνῶσιν οὐκ ἔχετε οὐδὲ τοῦτο ἀνέγνωτε, ὃ ἐποίησε ∆αυίδ· ὁ ἐκ ∆αυὶδ μνημονεύει τοῦ ∆αυίδ· ὁ ἐκ ∆αυὶδ κατὰ σάρκα, πρὸ δὲ ∆αυὶδ κατὰ πνεῦμα· ὁ κατὰ σάρκα μὲν τοῦ ∆αυὶδ υἱός, κατὰ δὲ πνεῦμα τοῦ ∆αυὶδ δεσπότης. ὁ ἐκ ῥίζης Ἰεσσαὶ βλαστήσας, ἡ ῥάβδος ἡ θαυμασία, ἡ τὸ μὲν γένος Ἰουδαίων συντρίβουσα, τῶν δὲ ἐθνῶν τὸ γένος ὡς ποίμνιον συνάγουσα 93G in the margin at the beginningσημαίνει, at the end: σημαίνει 94 Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τῆς ἑρμηνείας τῆς εἰς τὸ πᾶσα ἀνομία καὶ ἀσέβεια ἀφεθήσεται τοῖς ἀνθρώποις, ἧς ἡ ἀρχή· περὶ οὗ γράφων ἐδήλωσας εὐαγγελικοῦ ῥητοῦ συγγί νωσκε, ἀγαπητέ, συνείδησιν ἔχων ἀγαθήν. Πάλιν γὰρ ἀσφαλείας ἕνεκεν τοῦτο εἰπεῖν οὐκ ὀκνητέον. τὸ διψῆν, τὸ κοπιᾷν, τὸ κοιμᾶσθαι, τὸ ῥαπίζεσθαι, τὸ ἐσθίειν, ἀνθρώπου ἐστὶν ἴδια· τὰ δὲ ἔργα ἃ ἐποίει ὁ κύριος οὐκέτι ἀνθρώπου ἀλλὰ θεοῦ ἦν αὐτὰ ποιεῖν. 95 Ἐκ τοῦ αὐτοῦ λόγου. «Ἐὰν οὖν θεωρῆτε», φησίν. «τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον; τὸ πνεῦμά ἐστι τὸ ζῳοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν. τὰ ῥήματα ἃ ἐγὼ λελάληκα ὑμῖν πνεῦμά ἐστι καὶ ζωή» καὶ ἐνταῦθα γὰρ ἀμφότερα περὶ ἑαυτοῦ εἴρηκε, σάρκα καὶ πνεῦμα. καὶ τὸ πνεῦμα πρὸς τὸ κατὰ σάρκα διέστειλεν, ἵνα μὴ μόνον τὸ φαινόμενον ἀλλὰ καὶ τὸ ἀόρατον αὐτοῦ πιστεύσαντες μάθωσιν, ὅτι καὶ ἃ λέγει οὐκ ἔστι σαρκικὰ ἀλλὰ καὶ
4