Symbolum quicumque

 ἀποδώσοντες περὶ τῶν ἰδίων ἔργων λόγον· καὶ οἱ καλὰ πράξαντες εἰσελεύ σονται εἰς ζωὴν αἰώνιον, οἱ δὲ κακὰ εἰς πῦρ αἰώνιον. Αὕτη ἐστὶν ἡ καθολικὴ πίστι

 πράξαντες εἰς τὴν αἰώνιον ἀπελεύσονται ζωὴν, οἱ δὲ τὰ φαῦλα εἰς τὸ πῦρ τὸ αἰώνιον. Αὕτη ἐστὶν ἡ κα θολικὴ πίστις, ἣν εἰ μή τις πιστῶς καὶ βεβαίως πιστ

 ἡμέρᾳ ἐκ τῶν νεκρῶν. Ἀνῆλθεν εἰς τοὺς οὐρανοὺς, κάθηται ἐκ δεξιῶν τοῦ Θεοῦ καὶ Πατρὸς παντοκράτορος, ὅθεν ἥξει κρῖναι ζῶντας καὶ νεκρούς. Οὗ τῇ παρουσ

 πρόσληψιν, τελείαν οὐσίαν ἀνθρωπίνην ἐνυπόστατον αὐτῷ καὶ ἀδιαίρετον ἐξ αὐτοῦ, ἁμαρτίας ἀμέ 28.1592 θεκτον· ἐκ τῶν παρθενικῶν ἁγνῶν αἱμάτων τῆς Θεομήτ

ἡμέρᾳ ἐκ τῶν νεκρῶν. Ἀνῆλθεν εἰς τοὺς οὐρανοὺς, κάθηται ἐκ δεξιῶν τοῦ Θεοῦ καὶ Πατρὸς παντοκράτορος, ὅθεν ἥξει κρῖναι ζῶντας καὶ νεκρούς. Οὗ τῇ παρουσίᾳ πάντες οἱ ἄνθρωποι ἀναστήσονται μετὰ τῶν σωμάτων αὐτῶν, καὶ ἀποδώσουσιν ἐξ ἰδίων ἔργων ἀπολογίαν. Καὶ οἱ τὰ ἀγαθὰ πράξαντες πορεύσονται εἰς ζωὴν αἰώνιον· οἱ δὲ φαῦλα εἰς τὸ πῦρ τὸ αἰώνιον. Αὕτη ἐστὶν ἡ καθολικὴ πίστις, ἣν ἐὰν μή τις ἐκ πίστεως βεβαίως πιστεύσῃ, σωθῆναι οὐ δυνή σεται. Εἴ τις βούλοιτο σωθῆναι, πρὸ πάντων αὐτῷ χρεία κρατῆσαι τὴν ὀρθόδοξον πίστιν· ἣν ἐὰν μή τις ἀμό λυντον καὶ ἄφθορον τηρήσῃ, αἰώνιον εὑρήσει τὴν ἀπώλειαν. Πίστις οὖν ἡ ὀρθόδοξος αὕτη ἐστὶν, ἵνα ἕνα Θεὸν ἐν. Τριάδι, καὶ Τριάδα ἐν μονάδι σέβωμεν, μήτε συγχέοντες τὰς ὑποστάσεις, μήτε τὴν οὐσίαν διαιροῦντες. 28.1589 Ἄλλη γὰρ ὑπόστασις τοῦ Πατρὸς, ἄλλη τοῦ Υἱοῦ, ἄλλη τοῦ ἁγίου Πνεύματος. Ἀλλὰ τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, μία ἐστὶν ἡ θεότης, ἓν τὸ κράτος, μία ἐξουσία, μία βασιλεία, ἴση ἡ δόξα, ἴση ἡ μεγαλωσύνη καὶ αἰώνιος. Οἷος ὁ Πατὴρ, τοιοῦτος ὁ Υἱὸς, τοιοῦτον τὸ Πνεῦμα τὸ ἅγιον. Ἄκτιστος ὁ Πατὴρ, ἄκτιστος ὁ Υἱὸς, ἄκτιστον τὸ Πνεῦμα τὸ ἅγιον· καὶ οὐ τρεῖς ἄκτιστοι, ἀλλ' εἷς ἄκτιστος. Παντοκράτωρ ὁ Πατὴρ, παντοκράτωρ ὁ Υἱὸς, παντοκράτωρ τὸ Πνεῦμα τὸ ἅγιον· καὶ οὐ τρεῖς παντο κράτορες, ἀλλ' εἷς παντοκράτωρ. Αἰώνιος ὁ Πατὴρ, αἰώνιος ὁ Υἱὸς, αἰώνιον τὸ Πνεῦμα τὸ ἅγιον· καὶ οὐ τρεῖς αἰώνιοι, ἀλλ' εἷς αἰώνιος. Παντοδύναμος ὁ Πατὴρ, παντοδύναμος ὁ Υἱὸς, παντοδύναμον τὸ Πνεῦμα τὸ ἅγιον· καὶ οὐ τρεῖς παντοδύναμοι, ἀλλ' εἷς παντοδύναμος. Οὕτω Θεὸς ὁ Πατὴρ, Θεὸς ὁ Υἱὸς, Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον· καὶ οὐ τρεῖς θεοὶ, ἀλλ' εἷς ἐστι Θεός. Κύριος ὁ Πατὴρ, Κύριος ὁ Υἱὸς, Κύριος τὸ Πνεῦμα τὸ ἅγιον· καὶ οὐ τρεῖς κύριοι, ἀλλ' εἷς ἐστι Κύριος. Καὶ ὥσπερ μοναδικῶς μίαν ἑκάστην ὑπόστασιν Θεὸν καὶ Κύριον ὁμολογεῖν Χριστιανικῇ ἀληθείᾳ συνηγοροῦμεν, οὕτω τρεῖς θεοὺς ἢ τρεῖς κυρίους λέ γειν οὐ συναινοῦμεν, ἀλλὰ παντελῶς ἀπαγορεύομεν. Πατὴρ γὰρ παρ' οὐδενός ἐστι ποιητὸς, οὐ κτιστὸς, ἀλλ' ἀγέννητος. Ὁ Υἱὸς ἀπὸ τοῦ Πατρός ἐστιν οὐ ποιητὸς, οὐ κτιστὸς, ἀλλὰ γεννητός. Τὸ Πνεῦμα τὸ ἅγιον ἀπὸ τοῦ Πατρός ἐστιν οὐ ποιητὸν, οὐ κτιστὸν, οὐ γεννητὸν, ἀλλ' ἐκπορευτόν. Εἷς λοιπὸν ὁ Πατὴρ, οὐ τρεῖς πατέρες· εἷς Υἱὸς, οὐ τρεῖς υἱοί· ἓν Πνεῦμα ἅγιον, οὐ τρία πνεύματα ἅγια. Καὶ ἐν ταύτῃ τῇ Τριάδι οὐδεὶς πρῶτος ἢ ἔσχατος, οὐδεὶς μέγας ἢ μι κρός· ἀλλὰ αἱ τρεῖς ὑποστάσεις αἰώνιοί τέ εἰσι καὶ ἴσαι εἰς πάντα, ὡς προείρηται. Μονάδα γοῦν ἐν Τριάδι, καὶ Τριάδα ἐν μονάδι πᾶς Χριστιανὸς εὐσεβείσθω· καὶ οὕτω περὶ τῆς ἁγίας καὶ ζωοποιοῦ καὶ ὁμοουσίου Τριάδος δοξαζέτω. Ἀναγκαῖον δέ ἐστι καὶ τὴν σάρκωσιν τοῦ Υἱοῦ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ὀρθῶς πιστεύειν. Ἔστι γοῦν ἡ πίστις ὀρθὴ, ἵνα πιστεύωμεν καὶ ὁμολογῶμεν, ὅτι ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ τοῦ Θεοῦ Υἱὸς, Θεὸς καὶ ἄνθρωπός ἐστι. Θεός ἐστιν ἐκ τῆς οὐσίας Πατρὸς [al. ἄκτιστός ἐστι καὶ οὐσία Πατρὸς], ἄνθρωπός ἐστιν ἐκ τῆς οὐσίας τῆς Μητρός. Ἐπειδὴ γὰρ ἁμαρτήσας ὁ Ἀδὰμ θανάτῳ τὸ γένος τῶν ἀνθρώπων ὑπέβαλε, καὶ τὴν φύσιν ἡμῶν ὑπεύθυνον τῷ χρέει πεποίηκεν· ὁ Υἱὸς λοιπὸν τοῦ ἀοράτου Πατρὸς καὶ Θεοῦ, τῶν οὐρανῶν οὐκ ἐκστὰς, πρὸς ἡμᾶς κατῆλθε· καὶ δι' ἀκοῆς εἰσδὺς τὴν νηδὺν τῆς ἁγίας Παρθένου, μυστικῶς τὴν κυοφορίαν εἰργάσατο, ἐνδὺς τὴν ἡμετέραν φύσιν κατ' ἄκραν ἕνωσιν· Θεὸς ὁμοῦ καὶ ἄνθρωπος προελθὼν, οὕτω τὴν καθ' ἡμᾶς οἰκονομίαν ἐπλήρωσε δι' ἄφατον ἔλεον. Καὶ τέλειος Θεὸς ὢν, γέγονε τέλειος ἄνθρωπος, μὴ τραπεὶς, μὴ ἀλλοιωθεὶς τὴν ὑπερούσιον καὶ ἄφραστον οὐσίαν τῆς αὐτοῦ θεότητος, ἐκ ψυχῆς λογικῆς καὶ ἀνθρωπίνης σαρκὸς οὐσιωθείς· αὐτὸς ἑαυτῷ σὺν τῷ συμφυεῖ αὐτοῦ παναγίῳ Πνεύματι δημιουργήσας τὴν παναγίαν τῆς σαρκὸς

4