Σιλουανὸς καὶ Τιμόθεος, τῇ Ἐκ κλησίᾳ Θεσσαλονικέων, ἐν Θεῷ Πατρὶ καὶ Κυρίῳ Ἰη σοῦ Χριστῷ.» Τῆς δὲ δευτέρας ἡ ἀρχή· «Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος, τῇ Ἐκκλησίᾳ Θεσσαλονικέων, ἐν Θεῷ Πατρὶ ἡμῶν καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ.» ∆εκάτη ἡ πρὸς Ἑβραίους, ἧς ἡ ἀρχή· «Πολυμε ρῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πα τράσιν ἐν τοῖς προφήταις, ἐπ' ἐσχάτου τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν ἐν Υἱῷ.» Πρὸς Τιμόθεον δύο· καὶ τῆς μὲν πρώτης ἡ ἀρχή· «Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ, κατ' ἐπιταγὴν Θεοῦ Σωτῆρος ἡμῶν καὶ Χριστοῦ Ἰησοῦ τῆς ἐλπίδος ἡμῶν, Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει.» Τῆς δὲ δευτέρας ἡ ἀρχή· «Παῦλος ἀπόστολος Ἰη σοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, κατ' ἐπαγγελίαν ζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦ, Τιμοθέῳ ἀγαπητῷ τέ κνῳ.» Τρισκαιδεκάτη, ἡ πρὸς Τίτον, ἧς ἀρχή· «Παῦλος δοῦλος Θεοῦ, ἀπόστολος δὲ Ἰησοῦ Χριστοῦ, κατὰ πί στιν ἐκλεκτῶν Θεοῦ, καὶ ἐπίγνωσιν ἀληθείας, τῆς κατ' εὐσέβειαν ἐν ἐλπίδι ζωῆς αἰωνίου.» Τεσσαρεσκαιδεκάτη, ἡ πρὸς Φιλήμονα, ἧς ἡ ἀρχή· «Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς, Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν. Ἐπὶ τούτοις ἐστὶ καὶ ἡ Ἀποκάλυψις Ἰωάννου τοῦ θεολόγου, δεχθεῖσα ὡς ἐκείνου καὶ ἐγκριθεῖσα ὑπὸ πάλαι ἁγίων καὶ πνευματοφόρων Πατέρων, οὗ ἡ ἀρχή· «Ἀποκάλυψις Ἰησοῦ Χριστοῦ, ἣν ἔδωκεν αὐτῷ ὁ Θεὸς δεῖξαι τοῖς δούλοις αὐτοῦ ἃ δεῖ γενέσθαι ἐν τάχει, καὶ ἐσήμανεν, ἀποστείλας διὰ τοῦ ἀγγέλου αὐτοῦ τῷ δούλῳ αὐτοῦ Ἰωάννῃ.» Τοσαῦτα καὶ τὰ τῆς Καινῆς ∆ιαθήκης βιβλία τά γε κανονιζόμενα, καὶ τῆς πίστεως ἡμῶν οἱονεὶ ἀκρο θίνια ἢ ἄγκυραι καὶ ἐρείσματα· ὡς παρ' αὐτῶν τῶν ἀποστόλων τοῦ Χριστοῦ, τῶν καὶ συγγενομένων ἐκείνῳ καὶ ὑπ' αὐτοῦ μαθητευθέντων, γραφέντα καὶ ἐκτεθέντα. Ἐπεί τοί γε ὕστερον κατὰ τὴν ἐκείνων ἀκολουθίαν καὶ συμφωνίαν ἄλλα μυρία καὶ ἀναρίθμητα βιβλία ἐξεπονήθησαν ὑπὸ τῶν κατὰ καιροὺς μεγάλων καὶ σοφωτάτων θεοφόρων Πατέρων εἰς μαρ τυρίαν τῶν προλαβόντων καὶ διαφώτισιν· περὶ ὧν οὐ νῦν λόγος, ὡς παμπόλλων καὶ ἀορίστων, καὶ ἅμα 28.296 πάντων τῆς αὐτῆς ἀκολουθίας τοῖς παλαιοῖς τούτοις ἐχομένων, καὶ τὰ αὐτὰ ἐξηγουμένων καὶ αὐτῶν καὶ διασαφούντων. Ὡς οὖν εἴρηται ἐν τούτοις πάντα, τά τε τῆς Παλαιᾶς καὶ τὰ τῆς Νέας ∆ιαθήκης βιβλία. Πλὴν ὅσον πρὸς ἀριθμὸν μόνον οὑτωσὶ τέως στενῶς προαπήγ γελται. Τὸ δὲ ἐντεῦθεν διαληπτέον πάλιν περὶ τῶν αὐτῶν βιβλίων πλατύτερον, παρὰ τίνος τε συν εγράφη ἕκαστον τούτων, καὶ πόθεν, ἣν ἔλαχεν, ὀνο μασίαν ἔχει, καὶ τί περιέχει, κεφαλαιωδῶς καὶ συν οπτικῶς, κατὰ τὴν προεκτεθεῖσαν τάξιν τοῦ καθ' ἒν βιβλίου διαγραφομένου μετὰ τῆς οἰκείας ὀνομασίας. Βιβλίον αʹ. Γένεσις. Τὸ μὲν βιβλίον τοῦτο τῆς Γενέσεως Μωϋσῆς ἐστιν ὁ λαλήσας καὶ γράψας ἐκ προστάγματος Κυ ρίου. Καλεῖται δὲ οὕτως, ἐπειδὴ καὶ τὴν γένεσιν πάν των περιέχει, οὐρανοῦ τε καὶ γῆς, καὶ τῶν ἀνθρώ πων καὶ τῶν φαινομένων τούτων ὅλων, καὶ αὐτὴν τὴν τοῦ παραδείσου φυτείαν. Ἐξηγεῖται δὲ, ὅτι τῇ μὲν πρώτῃ ἡμέρᾳ γέγονε τὸ φῶς τῇ δὲ δευτέρᾳ τὸ στε ρέωμα, ὅπερ ἐκάλεσεν οὐρανὸν ὁ Θεός· τῇ τρίτῃ συν ήχθη τὰ ὕδατα, καὶ ὤφθη ἡ ξηρά· καὶ τὰ μὲν συ στήματα τῶν ὑδάτων ἐκάλεσε θαλάσσας, τὴν δὲ ξη ρὰν ἐκάλεσε γῆν· καὶ ἐβλάστησεν ἡ γῆ βοτάνην χόρτου, καὶ πᾶν ξύλον· τῇ τετάρτῃ προῆλθεν ἥλιος καὶ σελήνη, καὶ πᾶς ὁ τῶν ἀστέρων χορός· τῇ πέμπτῃ πετεινῶν καὶ ἰχθύων καὶ κητῶν τῶν ἐν τοῖς ὕδασι γένεσις· τῇ ἕκτῃ τετραπόδων καὶ θηρίων καὶ ἑρπετῶν καὶ κτηνῶν, καὶ πλάσις ἀνθρώπου κατ' εἰ κόνα Θεοῦ καὶ ὁμοίωσιν· τῇ δὲ ἑβδόμῃ κατέπαυσεν ὁ Θεὸς ἀπὸ τῶν ἔργων, καὶ ηὐλόγησεν αὐτήν. Ἔστι δὲ ἐν τούτῳ τῷ βιβλίῳ τοῦ Ἀδὰμ παράβασις, καὶ ἀπὸ τοῦ παραδείσου
4