ἐκάλεσεν ἕνα ἄνθρωπον· ἵππον γὰρ καὶ ἀναβάτην εἶπε διὰ τὴν κοινωνίαν τῆς φύσεως. Εἰ οὖν ἐν τοῖς ἀνθρώποις, ὅπου συγκέχυται τὰ τῆς φύσεως, ὅπου διάφορα τὰ τῆς μορφῆς, καὶ δυνάμεως, καὶ βουλῆς· οὐ γάρ ἐστιν οὔτε γνώμη ἴση, οὔτε μορφὴ, οὔτε ἰσχύς· καὶ διάφοροι γλῶτται· διὸ καὶ ἄνθρωποι μέροπες λέγονται· ἀλλὰ διὰ τὸ κοινὸν τῆς φύσεως πᾶσα ἡ οἰκουμένη εἷς ἄνθρωπος ἐκλήθη. Ὅπου δὲ ἀμέριστος ἡ ἀξία, μία βασιλεία, μία δύναμις, καὶ βουλὴ, καὶ ἐνέργεια, ἰδιά ζουσα τὴν Τριάδα ἀπὸ τῆς κτίσεως, ἕνα λέγω Θεόν. Εἰ δὲ, διὰ τὸ λέγειν Θεὸν, καὶ Θεὸν, καὶ Θεὸν, τρεῖς λέγω θεούς· καὶ ἐὰν εἴπω Κύριον, καὶ Κύριον, καὶ Κύριον, τρεῖς λέγω Κυρίους· εἰ τοίνυν ὁ Πατὴρ Κύ ριος, καὶ ὁ Υἱὸς Κύριος, καὶ τὸ Πνεῦμα τὸ ἅγιον Κύ ριος, πῶς σὺ, ὦ Ἀπόστολε, ὁ νομοθέτης τῆς ἀλη θείας, ὁ συνήγορος τῆς εὐσεβείας, Ἐφεσίοις ἐβόας λέγων· «Εἶς Κύριος, μία πίστις, ἓν βάπτισμα;» Εἷς Κύριος κατὰ τὸν ἁγιασμὸν τῶν σεραφίμ· καὶ γὰρ ἐκεῖνα ἐβόα, «Ἅγιος, ἅγιος, ἅγιος Κύριος.» Εἰ δὲ φιλονεικοῦσιν οἱ αἱρετικοὶ, καὶ λέγουσιν, ὅτι ἄλλη κυριότης τοῦ Πατρὸς, ἄλλη τοῦ Υἱοῦ, θαυμάζω, πῶς ἀνέχονται δουλεύειν δυσὶ κυρίοις· τοῦ γὰρ Κυ ρίου ἐστὶ φωνὴ, «Οὐδεὶς δύναται δυσὶ κυρίοις δου λεύειν.» Εἰ ἄλλη κυριότης Πατρὸς, καὶ ἄλλη κυριό της Υἱοῦ, καὶ μερίζεις τὴν ἐξουσίαν, πῶς λατρεύεις τῇ βασιλείᾳ; Οὐ δύναται λατρευθῆναι δύο ἀξιώματα κατὰ τὸ αὐτοῦ, ἐὰν μὴ ὁμότιμα ᾖ. Οὐδεὶς προσκυνεῖ βασιλέα καὶ ἄρχοντα· ὅπου γὰρ ὁμότιμος ἡ ἀξία, ὁμό τιμος καὶ ἡ προσκύνησις. Ἐν τῷ ἴσῳ ἀξιώματι οὐκ ἔστι μάχη. Τὸ ἄνισον ἐγείρει τὴν μάχην· τὸ δὲ ἴσον βραβεύει τὴν εἰρήνην. Οὐ συνεχώρησέ σοι ὁ Χριστὸς μερίσαι τὴν τιμὴν, εἰπών· «Τοῦτό ἐστι τὸ θέλημα τοῦ Πατρός μου, ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα.» Τίμα Πατέρα, ἵνα τιμήσῃς Υἱόν· μᾶλλον δὲ τίμα Υἱὸν, ἵνα τιμήσῃς Πατέρα. Ἰδιοποιεῖται τοῦ Υἱοῦ τὴν ὕβριν ὁ Θεός· λέγει γὰρ ὁ Σωτήρ· «Ὁ ἐμὲ μισῶν καὶ τὸν Πατέρα μου μι σεῖ.» Μὴ νομίσωσιν αἱρετικοὶ, ὅτι τῷ Θεῷ χαρίσον ται μείζονα αὐτὸν λέγοντες τοῦ Υἱοῦ αὐτοῦ. Οὐ δέ χεται τιμὴν τὴν εἰς ἑαυτὸν ὁ Πατὴρ, τοῦ Υἱοῦ αὐτοῦ ὑβριζομένου. Καὶ βλέπε πραγμάτων ἀπόδειξιν ἐναρ γῆ ἐκ τῆς παλαιᾶς Γραφῆς. Οἱ φίλοι τοῦ Ἰὼβ, οἱ ἐλθόντες εἰς παραμυθίαν, ἐνεκάλουν αὐτῷ, ὡς φθεγ 28.41 γομένῳ τολμηρὰ, καὶ ἐδικαίουν τὸν Θεόν. Ὁ Ἰὼβ ἔλεγε τῷ Θεῷ· «Τίς δώσει κριτὴν ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, ἵνα ἴδω πόσαι εἰσὶν αἱ ἁμαρτίαι μου, ὅτι οὕτως με ἔκρινας;» Οἱ φίλοι τοῦ Ἰὼβ ἐδικαίωσαν τὸν Θεὸν, καίτοιγε ἀγνοουμένης τῆς ὑποθέσεως· καὶ τὸν μὲν δίκαιον μᾶλλον κατέκριναν ὡς ἁμαρτήσαντα· τὸν δὲ Θεὸν, ὡς δικαίως ἐπάγοντα, ἐπῄνεσαν· καὶ λέγουσι τῷ Ἰώβ· «Μεγάλως ἐλάλησας, ὑπερβαλλόν τως ἐτόλμησας, σὺ κατὰ τοῦ ἱκανοῦ λαλήσας·» καὶ, «Ὁ Θεὸς μὴ ταράττει τὸ δίκαιον.» Καὶ πάλιν λέγει ὁ φίλος αὐτοῦ· «Κατὰ τὰς ἁμαρτίας σου ἐπή γαγέ σοι. Εἰ δὲ μὴ πολλαί σου ἦσαν αἱ ἁμαρτίαι, οὐκ ἂν ἐμάστιξέ σε.» Καὶ ἐδόκουν τῷ Θεῷ συνηγο ρεῖν, τὸν δὲ δίκαιον κατακρίνειν· ἆρα ὁ Θεὸς ἐδέξατο τοὺς ὑπὲρ αὐτοῦ λέγοντας παρὰ τὸ δίκαιον; Ἆρα ἐδέξατο τὴν ὑπὲρ αὐτοῦ συνηγορίαν, καὶ ἠτί μασε τὸν δίκαιον; Οὐδαμῶς. Οὐκοῦν οὐ δέχεται τὴν εἰς ἑαυτὸν τιμὴν, ἀτιμαζομένου τοῦ Υἱοῦ. Ἴδωμεν δὲ τί λέγει τοῖς φίλοις τοῦ Ἰώβ· «∆ιὰ τί οὐκ ἐλαλήσατε ὀρθὰ περὶ τοῦ θεράποντός μου;» Εἰ οὖν τοὺς κατὰ τοῦ θεράποντος αὐτοῦ ὀρθὰ μὴ λέγοντας ἀποσείεται, τοὺς κατὰ τοῦ Μονογενοῦς ἀκονῶντας τὴν γλῶτ ταν δέχεται; Οὐδαμῶς. Ἀπαραίτητος τοίνυν δίκη τοῖς βλασφημοῦσι τὸ Πνεῦμα τὸ ἅγιον· ἄκουε γὰρ τί φησιν ὁ Σωτήρ· «Πᾶσα βλασφημία ἀφεθήσεται· ἡ δὲ εἰς τὸ Πνεῦμα τὸ ἅγιον βλασφημία οὐκ ἀφεθήσεται.» Ὅτι ἡ Τριὰς ἀποστέλλει ἀποστόλους. Περὶ τοῦ Πατρὸς λέγει· «Ἐν γὰρ τῷ ὄρει Σιὼν, ἥξει ὁ εὐαγγελιζόμενος, καὶ οἱ εὐαγγελιζόμενοι, οὓς ὁ Κύριος προσκέκληται.» Περὶ τοῦ
4