Vita Antonii

 οἷς ηὕρισκεν ἠρκεῖτο, καὶ πλέον οὐδὲν ἐζήτει. Μετὰ δὲ τὸν θάνατον τῶν γονέων, αὐτὸς μόνος κατελείφθη μετὰ μιᾶς βραχυτάτης ἀδελφῆς· καὶ ἦν ἐτῶν ἐγγὺς δ

 πρὸς ἀλλήλους ἀγάπην ἐσημειοῦτο· καὶ οὕτω πεπληρωμέ νος, ὑπέστρεφεν εἰς τὸν ἴδιον τοῦ ἀσκητηρίου τόπον· λοιπὸν αὐτὸς τὰ παρ' ἑκάστου συνάγων εἰς ἑαυ τ

 γαργαλισμοὺς κατὰ τῶν νέων ἀνεδεξάμην, καὶ πνεῦμα πορνείας κέκλη μαι. Πόσους θέλοντας σωφρονεῖν ἠπάτησα! Πόσους ἐγκρατευομένους μετέπεισα γαργαλίζων!

 ἀσκητὴν ἐκ τῆς πολιτείας τοῦ μεγάλου Ἠλίου καταμανθάνειν, ὡς ἐν ἐσόπτρῳ τὸν ἑαυτοῦ βίον ἀεί. Οὕτω δὴ οὖν συσφίγξας ἑαυτὸν ὁ Ἀντώνιος, ἀπήρχετο εἰς τὰ

 ἐπελάθετο τῆς ἀθλήσεως Ἀντωνίου, ἀλλ' εἰς ἀντίληψιν αὐτοῦ παρα γέγονεν. Ἀναβλέψας γοῦν, εἶδε τὴν στέγην ὥσπερ διανοιγομένην, καὶ ἀκτῖνά τινα φωτὸς κατ

 εἶναι τούτους, καὶ φοβηθέν τες αὐτοὶ, τὸν Ἀντώνιον ἐκάλουν. Ὁ δὲ μᾶλλον τούτων ἤκουεν, ἢ ἐκείνων ἐφρόντιζε. Καὶ προσελ θὼν ἐγγὺς τῆς θύρας, παρεκάλει

 μὲν Γραφὰς ἱκανὰς εἶναι πρὸς δι δασκαλίαν· ἡμᾶς δὲ καλὸν παρακαλεῖν ἀλλήλους ἐν τῇ πίστει, καὶ ἀλείφειν ἐν τοῖς λόγοις. Καὶ ὑμεῖς τοίνυν ὡς τέκνα φέρε

 ἐν τούτῳ καὶ τὸν Κύριον συνεργὸν, ὡς γέγραπται· Παντὶ τῷ προαιρουμένῳ τὸ ἀγαθὸν συνεργεῖ ὁ Θεὸς εἰς τὸ ἀγαθόν. Εἰς δὲ τὸ μὴ ὀλιγωρεῖν ἡμᾶς καλὸν τὸ το

 ἐν τῷ καθ' ἡμᾶς ἀέρι, καὶ μακρὰν οὐκ εἰσὶν ἀφ' ἡμῶν· πολλὴ δέ τίς ἐστιν ἐν αὐτοῖς ἡ διαφορά. Καὶ περὶ μὲν τῆς φύσεως αὐτῶν καὶ τῆς διαφορᾶς πολὺς ἂν ε

 ἐχθρός· ∆ιώξας καταλήψομαι· καὶ πάλιν δι' ἑτέρου· Τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρί μου, ὡς νεοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ. Καὶ ὅλως το

 ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἵνα τί σὺ ἐκδιηγῇ τὰ 26.884 δικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου; Πάντα γὰρ ποιοῦσι, καὶ λαλοῦσι,

 σμοῖς· ἐξ ὧν μᾶλλον καταφρονητέοι ὡς ἀσθενεῖς ὀφεί λουσιν εἶναι. Ὁ γοῦν ἀληθινὸς ἄγγελος, ἀποσταλεὶς παρὰ τοῦ Κυρίου κατὰ τῶν Ἀσσυρίων, οὐ χρείαν ἔσχε

 ἐψεύσαντο αὐτοί. Οὕτω καὶ περὶ τοῦ ποταμίου ὕδατος ἔστιν ὅτε φλυαροῦσιν· ἑωρακότες γὰρ πολλοὺς ὑετοὺς γινομέ νους ἐν τοῖς τῆς Αἰθιοπίας μέρεσι, καὶ εἰ

 τοῦ Θεοῦ διδόντος οὕτως. Ἡ μὲν γὰρ τῶν ἁγίων ὀπτασία οὐκ ἔστι τεταραγμένη. Οὐκ ἐρίσει γὰρ, οὔτε κραυγάσει, οὐδὲ ἀκούσει τις τῆς φωνῆς αὐτῶν. Ἡσύχως δὲ

 ἐστι τῆς ἡμῶν ἀρετῆς καὶ τοῦ βίου· τὸ δὲ ἐκβάλλειν δαίμονας, τοῦ δεδωκότος Σωτῆρός ἐστιν ἡ χάρις αὕτη. Ὅθεν τοῖς μὴ ἐν ἀρετῇ, ἀλλ' ἐν σημείοις καυχωμέ

 τανᾶς. Εἶτα λέγοντός μου· Τί οὖν ἐνταῦθα πάρει; ἔλεγεν ἐκεῖνος· Τί μέμφονταί με μάτην οἱ μοναχοὶ, καὶ οἱ ἄλλοι πάντες Χριστιανοί; Τί μοι καταρῶνται κα

 παρεκβαλεῖτο, καὶ ἄλλων ἡ οἴησις ἐπαύετο· πάντες τε ἐπείθοντο καταφρονεῖν τῆς δαιμονικῆς ἐπιβουλῆς, θαυμάζοντες τὴν δοθεῖσαν παρὰ τοῦ Κυρίου Ἀντωνίῳ χ

 προθυμίαν· ηὔχετο γὰρ καὶ αὐτὸς μαρ τυρῆσαι, καθὰ προεῖπον. Αὐτὸς μὲν οὖν λυπουμένῳ ἐῴκει, ὅτι μὴ μεμαρτύρηκεν· ὁ δὲ Κύριος ἦν αὐτὸν φυλάττων εἰς τὴν

 καὶ φοί νικες ἀμεληθέντες ὀλίγοι. Ὁ οὖν Ἀντώνιος, ὥσπερ θεόθεν κινούμενος, ἠγάπησε τὸν τόπον· οὗτος γὰρ ἦν ὃν ἐσήμανεν ὁ λα λήσας αὐτῷ παρὰ τὰς ὄχθας

 μέλλετε, ἀλλ' ἀναχω 26.920 ρεῖτε· Χριστοῦ γὰρ δοῦλός εἰμι. Ταῦτα τοῦ Ἀντωνίου λέγοντος, ἔφυγον ἐκεῖναι, ὡς ὑπὸ μάστιγος τοῦ λόγου, διωκόμεναι. Εἶτα με

 ἀνακρίνετε, καὶ ἑαυτοὺς δοκιμά ζετε. Καθ' ἡμέραν τοίνυν τῶν ἡμερινῶν καὶ τῶν νυ κτερινῶν πράξεων τὸν λόγον ἕκαστος παρ' ἑαυτῷ λαμβανέτω· καὶ, εἰ μὲν ἥ

 κἀκείνους εἰσελθεῖν, τοῦτο μὲν οὐκ ἐπέτρεψεν, εἶπε δέ· Ὑπάγετε, καὶ εὑρήσετε αὐτὴν, εἰ μὴ ἀπέθανε, τεθεραπευμένην. Οὐ γὰρ ἐμόν ἐστι τοῦτο κατόρθωμα, ἵ

 τῇ ὥρᾳ κεκοιμῆσθαι τὸν Ἀμοῦν, ἐν ᾗ τὴν ψυχὴν εἶδεν ἀναφερομένην ὁ γέ ρων αὐτοῦ. Καὶ πάνυ καὶ οὗτοι κἀκεῖνοι τὸ καθαρὸν τῆς ψυχῆς ἐθαύμαζον Ἀντωνίου, π

 κωλῦσαι ὥστε μὴ διαβῆναι. Τῶν δὲ ὁδηγούντων ἀντιμαχομένων, ἀπῄτουν ἐκεῖνοι λόγον, εἰ μὴ ὑπεύθυνος αὐτοῖς εἴη. Θελόντων τοίνυν συνᾶραι λόγον ἀπὸ τῆς γε

 πρὸς ὠφέλειαν διελέγετο· τὰ δὲ τῆς εὐχῆς αὐτῷ παρεχώρει, οὐκ αἰδούμενος μαν θάνειν καὶ αὐτός. Καὶ γὰρ πολλάκις ἐπυνθάνετο, καὶ 26.940 ἠξίου παρὰ τῶν σ

 πιστεύοντες ὠφελεῖσθαι. Ἀμέλει τοσοῦτοι γεγό 26.944 νασι Χριστιανοὶ ἐν ταῖς ὀλίγαις ἡμέραις ἐκείναις, ὅσους ἄν τις εἶδεν ἐνιαυτῷ γενομένους. Εἶτα, τιν

 Χριστὸν ἄνθρωπον πεφανερῶσθαι· ὅπου γε ὑμεῖς, ἐκ τοῦ οὐρανοῦ τὴν ψυχὴν χωρίζοντες, φάσκετε πεπλανῆσθαι αὐτὴν καὶ πεπτωκέναι ἀπὸ τῆς ἁψίδος τῶν οὐρανῶν

 πίστεως νοοῦμεν, τοῦτο ὑμεῖς διὰ λόγων κατασκευάζειν πειρᾶσθε· καὶ πολλάκις οὐδὲ φράσαι ἃ νοοῦμεν δύνασθε· ὥστε βελτίων καὶ ὀχυ ρωτέρα ἡ διὰ πίστεως ἐ

 ἀλλὰ πίστις δι' ἀγάπης τῆς εἰς τὸν Χριστὸν ἐνεργουμένης· ἥντινα ἐὰν σχοίητε καὶ ὑμεῖς, οὐκέτι τὰς διὰ λόγων ἀποδείξεις ζητήσετε· ἀλλ' αὐτ άρκη τὴν εἰς

 Ἀρειανοὶ ἀλόγως πράττουσιν ὡς τὰ κτήνη. Ὡς δὲ ταύτην εἶδε τὴν θεωρίαν, τοὺς συνόντας παρεκάλεσε, λέγων· Μὴ ἀθυ μεῖτε, τέκνα· ὥσπερ γὰρ ὠργίσθη ὁ Κύριο

 ἐπερχομένην ἐπὶ σέ· παῦσαι οὖν διώκων Χριστιανοὺς, μή ποτέ σε ἡ ὀργὴ καταλάβῃ· μέλλει γὰρ ἤδη ἐπὶ σὲ ἔρχεσθαι. Ὁ δὲ Βαλάκιος, γελάσας, τὴν μὲν ἐπιστολ

 πάλιν ἑαυτοὺς ἐν τῷ βίῳ τούτῳ θεωρήσομεν. Καιρός ἐστι κἀμὲ λοιπὸν ἀναλῦσαι· εἰμὶ γὰρ ἐγγὺς ἐτῶν πέντε καὶ ἑκατόν. Οἱ μὲν οὖν ἀκούσαντες, ἔκλαιον, καὶ

 μνημονεύετε ὡς περὶ πατρὸς, μὴ ἀφεῖτέ τινας τὸ σῶμά μου λαβεῖν εἰς Αἴγυπτον, μήπως ἐν τοῖς οἴκοις ἀπόθωνται· τούτου γὰρ χάριν εἰσῆλθον εἰς τὸ ὄρος, κα

 κρυπτομένους, καὶ σπουδάζοντας ἀναχωρεῖν, φανεροὺς καὶ διαβοήτους διά τε τὴν ἀρετὴν αὐτῶν καὶ τὴν τῶν ἄλλων ὠφέλειαν πανταχοῦ ποιεῖ. Ἐὰν δὲ χρεία γένη

γαργαλισμοὺς κατὰ τῶν νέων ἀνεδεξάμην, καὶ πνεῦμα πορνείας κέκλη μαι. Πόσους θέλοντας σωφρονεῖν ἠπάτησα! Πόσους ἐγκρατευομένους μετέπεισα γαργαλίζων! Ἐγώ εἰμι δι' ὃν καὶ ὁ προφήτης μέμφεται τοὺς πεσόντας, λέγων· Πνεύματι πορνείας ἐπλανήθητε· δι' ἐμοῦ γὰρ ἦσαν ἐκεῖνοι σκελισθέντες. Ἐγώ εἰμι ὁ πολλάκις σοι ὀχλήσας, καὶ τοσαυτάκις ἀνατραπεὶς παρὰ σοῦ. Ὁ δὲ Ἀντώνιος εὐχαριστήσας τῷ Κυρίῳ, καὶ καταθαῤῥήσας αὐτοῦ, φησὶ πρὸς αὐτόν· Πολὺ τοίνυν εὐκαταφρόνητος τυγχάνεις· καὶ γὰρ μέλας εἶ τὸν 26.852 νοῦν, καὶ ὡς παῖς ἀσθενής· οὐδὲ μία μοι λοιπόν ἐστι φροντὶς περὶ σοῦ· Κύριος γὰρ ἐμοὶ βοηθὸς, κἀγὼ ἐπόψομαι τοὺς ἐχθρούς μου. Ταῦτα ἀκούσας ὁ μέλας ἐκεῖνος, εὐθὺς ἔφυγε καταπτήξας τὰς φωνὰς, καὶ φοβηθεὶς ἔτι κἂν ἐγγίσαι τῷ ἀνδρί. Τοῦτο πρῶτον ἆθλον Ἀντωνίου γέγονε κατὰ τοῦ διαβόλου· μᾶλλον δὲ τοῦ Σωτῆρος καὶ τοῦτο γέ γονεν ἐν τῷ Ἀντωνίῳ τὸ κατόρθωμα, τοῦ τὴν ἁμαρτίαν κατακρίναντος ἐν τῇ σαρκὶ, ἵνα τὸ δι καίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν, τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα. Ἀλλ' οὔτε Ἀντώνιος, ὡς ὑποπεσόντος τοῦ δαίμονος, ἠμέλει λοιπὸν καὶ κατεφρόνει ἑαυτοῦ· οὔτε ὁ ἐχθρὸς, ὡς ἡττηθεὶς, ἐπαύετο τοῦ ἐνεδρεύειν. Περιήρχετο γὰρ πάλιν ὡς λέων, ζητῶν τινα πρόφασιν κατ' αὐ τοῦ. Ὁ δὲ Ἀντώνιος, μαθὼν ἐκ τῶν Γραφῶν πολλὰς εἶναι τὰς μεθοδείας τοῦ ἐχθροῦ, συντόνως ἐκέχρητο τῇ ἀσκήσει, λογιζόμενος, ὅτι, εἰ καὶ μὴ ἴσχυσε τὴν καρδίαν ἐν ἡδονῇ σώματος ἀπατῆσαι, πειράσει πάν τως δι' ἑτέρας ἐνεδρεῦσαι μεθόδου· ἔστι γὰρ φιλ αμαρτήμων ὁ δαίμων. Μᾶλλον οὖν καὶ μᾶλλον ὑπ επίαζε τὸ σῶμα καὶ ἐδουλαγώγει, μήπως, ἐν ἄλλοις νικήσας, ἐν ἄλλοις ὑποσυρῇ. Βουλεύεται τοίνυν σκληροτέραις ἀγωγαῖς ἑαυτὸν ἐθίζειν. Καὶ πολλοὶ μὲν ἐθαύμαζον, αὐτὸς δὲ ῥᾷον τὸν πόνον ἔφερεν· ἡ γὰρ προθυμία τῆς ψυχῆς, πολὺν χρόνον ἐμμείνασα, ἕξιν ἀγαθὴν ἐνειργάζετο ἐν αὐτῷ· ὥστε καὶ μικρὰν πρόφασιν λαμβάνοντα παρ' ἑτέρων, πολλὴν εἰς τοῦτο τὴν σπουδὴν ἐνδείκνυσθαι· ἠγρύπνει γὰρ το σοῦτον, ὡς πολλάκις καὶ ὅλην τὴν νύκτα διατελεῖν αὐτὸν ἄϋπνον· καὶ τοῦτο δὲ οὐχ ἅπαξ, ἀλλὰ καὶ πλειστάκις ποιῶν ἐθαυμάζετο. Ἤσθιέ τε ἅπαξ τῆς ἡμέρας μετὰ δύσιν ἡλίου· ἦν δ' ὅτε καὶ διὰ δύο, πολ λάκις δὲ καὶ διὰ τεσσάρων μετελάμβανε. Καὶ 26.853 ἦν αὐτῷ ἡ τροφὴ ἄρτος καὶ ἅλας· καὶ τὸ ποτὸν ὕδωρ μόνον. Περὶ γὰρ κρεῶν καὶ οἴνου περιττόν ἐστι καὶ λέγειν· ὅπου γε οὐδὲ παρὰ τοῖς ἄλλοις σπου δαίοις ηὑρίσκετό τι τοιοῦτον. Εἰς δὲ τὸν ὕπνον ἠρκεῖτο ψιαθίῳ· τὸ δὲ πλεῖστον καὶ ἐπὶ γῆς μόνης κατέκειτο. Ἀλείφεσθαι δὲ ἐλαίῳ παρῃτεῖτο, λέγων μᾶλλον πρέ πειν τοὺς νεωτέρους ἐκ προθυμίας ἔχειν τὴν ἄσκη σιν, καὶ μὴ ζητεῖν τὰ χαυνοῦντα τὸ σῶμα· ἀλλὰ καὶ ἐθίζειν αὐτὸ τοῖς πόνοις, λογιζομένους τὸ τοῦ Ἀπο στόλου ῥητόν· Ὅταν ἀσθενῶ, τότε δυνατός εἰμι. Τότε γὰρ ἔλεγεν ἰσχύειν τῆς ψυχῆς τὸν τόνον, ὅταν αἱ τοῦ σώματος ἀσθενῶσιν ἡδοναί. Καὶ ἦν αὐτῷ πα ράδοξος ὄντως καὶ οὗτος ὁ λογισμός· οὐ γὰρ ἠξίου χρόνῳ μετρεῖν τὴν τῆς ἀρετῆς ὁδὸν, οὐδὲ τὴν δι' αὐ τὴν ἀναχώρησιν, ἀλλὰ πόθῳ καὶ τῇ προαιρέσει. Αὐτὸς γοῦν οὐκ ἐμνημόνευε τοῦ παρελθόντος χρόνου· ἀλλὰ καθ' ἡμέραν, ὡς ἀρχὴν ἔχων τῆς ἀσκήσεως, μείζω τὸν πόνον εἶχεν εἰς προκοπὴν, ἐπιλέγων ἑαυτῷ τὸ τοῦ Παύλου ῥητὸν συνεχῶς· Τῶν ὄπισθεν ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινό μενος· μνημονεύων τε καὶ τῆς φωνῆς τοῦ προφήτου Ἠλίου λέγοντος· Ζῇ Κύριος, ᾧ παρέστην ἐνώπιον αὐτοῦ σήμερον. Παρετηρεῖτο γὰρ, ὅτι, σήμερον λέγων, οὐκ ἐμέτρει τὸν παρελθόντα χρόνον· ἀλλ' ὡς ἀρχὴν ἀεὶ καταβαλλόμενος, καθ' ἡμέραν ἐσπούδα ζεν ἑαυτὸν παριστάνειν τοιοῦτον, οἷον χρὴ φαίνεσθαι τῷ Θεῷ, καθαρὸν τῇ καρδίᾳ, καὶ ἕτοιμον ὑπακούειν τῷ βουλήματι αὐτοῦ, καὶ μηδενὶ ἄλλῳ. Ἔλεγε δὲ ἐν ἑαυτῷ, δεῖν τὸν

4