σθαι ταῖς σωματικαῖς ἐπιθυμίαις· ὥσπερ δὲ δένδρον καθυλομανοῦν περιετέμνετο τῶν ἀκάρπων κλάδων τὰ βλαστήματα· τὰς μὲν γὰρ ἀκανθώδεις τῆς διανοίας ἐκφύσεις ἀφῃρεῖτο διά τε τῆς νηστείας καὶ τῆς προσ ευχῆς. Καὶ εἰ βραχύ τι ἕκαστον τούτων προέκοπτε, ποικίλας αὐτοῖς τὰς τιμωρίας προσέφερε, διὰ παντο δαπῶν πόνων τὸ σῶμα κακουχοῦσα. Οὐ μόνον γὰρ τῇ τοῦ ἄρτου λιμαγχονίᾳ ἠρκεῖτο, ἀλλά γε καὶ τῇ τοῦ ὕδατος ὀλιγοδεΐᾳ. Ὁπηνίκα μὲν πόλεμος τοῦ ἐχθροῦ πρὸς αὐτὴν συνεκροτεῖτο, προηγουμένως μὲν τὸν ἑαυτῆς ∆εσπό την δι' εὐχῆς ἐκάλει πρὸς συμμαχίαν· οὐ γὰρ ἠρ κεῖτο τὴν ὁρμὴν τοῦ λέοντος σβέσαι ψιλῇ ἀσκήσει. Καὶ παρὰ μὲν τῆς ἱκεσίας παρῆν ὁ Κύριος, καὶ ἀπ εδίδρασκεν ὁ πολέμιος· πολλάκις δὲ καὶ ἐχρόνιζε πρὸς τὴν μάχην ὁ ἐχθρὸς, καὶ ὁ Κύριος οὐκ ἠμύνετο τὸν παλαμναῖον, αὐτῷ τούτῳ τῆς ἐναρέτου ψυχῆς εἰσαύ ξων τὴν γυμνασίαν. Αὕτη δὲ ὥσπερ προσθήκῃ τῶν δώρων, ἐπὶ πλεῖον ἐκρατύνετο εἰς τὴν κατὰ τοῦ ἐχθροῦ νίκην. Οὐ μόνον γὰρ ἠρκεῖτο ταῖς ὀλιγοδεΐαις τῶν τροφῶν ἑαυτὴν νεκροῦσα, ἀλλά γε καὶ τῶν καθ' ἡδο νὴν διαιτημάτων ἐπειρᾶτο εἴργειν ἑαυτήν. Ἄρτον μὲν γὰρ πιτυρίαν ἤσθιεν· ὕδωρ δὲ πολλάκις οὐδ όλως ἐλάμβανε· καὶ ἐχαμεύνει δὲ ἕως τινός. Ἕως μὲν οὖν συνεκροτεῖτο ὁ πόλεμος, τοιούτοις ὅπλοις ἐκέχρητο· εὐχὴν μὲν ἐνδυομένη ἀντὶ ὅπλου καὶ θυ ρεοῦ ἐνδυομένη· ἡ δὲ περικεφαλαία αὐτῆς ἦν ἐκ πί στεως καὶ ἐλπίδος καὶ ἀγάπης συγκραθεῖσα. Ἡ γὰρ πίστις προηγεῖτο πάντων, ὅλους αὐτῆς τοὺς ἁρμοὺς συσφίγγουσα. Παρῆν δὲ καὶ ἡ ἐλεημοσύνη, εἰ καὶ μὴ ἡ κατ' ἐνέργειαν, ἀλλ' οὖν γε ἡ κατὰ πρόθεσιν. ∆ιὰ τούτων οὖν ἧτταν ὑπομένοντος τοῦ ἐχθροῦ, καὶ αὐτὴ ἐπεκούφιζε τῆς δριμυτάτης ἀσκήσεως. Τοῦτο δὲ ἐποίει πρὸς τὸ μὴ ἀθρόως διαλυθῆναι τὰ τοῦ σώματος μέλη· ἥττης γὰρ ἦν τοῦτο τεκμήριον. Τῶν γὰρ ὅπλων συμπεσόντων, ποία ἐλπίς ἐστι τῷ στρατιώτῃ εἰς πόλεμον; Τινὲς γοῦν, ἀμέτρως καὶ ἀνεξετάστως τῇ ἀσιτίᾳ ἑαυτοὺς καταδαπανήσαντες, καιρίαν ἑαυτοῖς τὴν πληγὴν ἐπήγαγον· ὥσπερ δὲ ἐν παραιτήσει τοῦ ἀντιπάλου γενόμενοι, ἑαυτοὺς κατ έφθειραν. Αὕτη δὲ οὐχ οὕτως ἔπραττεν, ἀλλὰ πάντα μετὰ διακρίσεως ἐποίει· καὶ τῷ μὲν ἐχθρῷ σφοδρῶς διά τε τῶν εὐχῶν καὶ τῆς ἀσκήσεως ἀπεμάχετο· πρὸς δὲ τὴν γαλήνην τῆς οἰκείας νηὸς ἐπεμελεῖτο τοῦ σώματος. Καὶ γὰρ οἱ ναυτιλλόμενοι, χειμῶνος καὶ κλύδωνος καταλαβόντος, ἄσιτοι διαμένουσι, πᾶ σαν τὴν παρ' ἑαυτῶν τέχνην τῷ πρὸ ὀφθαλμῶν κιν δύνῳ ἀντιτιθέντες· ὁπηνίκα δὲ τύχωσι τοῦ ζῇν, τότε τῆς δευτέρας σωτηρίας ποιοῦνται τὴν φροντίδα· καὶ οὐχ ἅπας αὐτῶν ὁ χρόνος πρὸς τὸν σάλον τῆς θαλάσ σης καταναλίσκεται· ὥσπερ δὲ ἀνάπαυλαν δέχονται τῶν πόνων τὴν βραχυτάτην γαλήνην· καὶ οὐδ' οὕτως ἀμερίμνως διάγουσιν, οὔτε μὴν ὕπνῳ βαθεῖ καθέλ 28.1497 κονται, πεῖραν ἐσχηκότες τῶν ἀπελθόντων, καὶ ἔν νοιαν λαμβάνοντες τῶν μελλόντων. Εἰ γὰρ καὶ ὁ χει μὼν ἐκόπασεν, ἀλλ' ἡ θάλασσα οὐ μεμείωται· καὶ εἰ παρῆλθε τὸ δεύτερον, ἀλλ' ὅμως τὸ πρῶτον [τρίτον] μέ νει· εἰ καὶ τὸ γενόμενον κεχώρισται, ἀλλὰ τὸ ποιοῦν πάρεστιν. Οὕτως οὖν καὶ ἐπὶ τοῦ παρόντος, εἰ καὶ τὸ πνεῦμα τῆς ἐπιθυμίας ἀπήλασται, ἀλλ' ὅμως ὁ ἐξου σιάζων τούτου οὐ μακρὰν τυγχάνει. Ὅθεν δεῖ ἀδια λείπτως προσεύχεσθαι διὰ τὸ ἀβέβαιον τῆς θαλάσσης καὶ τὴν ἁλμυρὰν τοῦ ἐχθροῦ κακίαν. Ἡ οὖν μακαρία, ἀκριβῶς εἰδυῖα τὸ παρὸν ἐν τῷ βίῳ κλυδώνιον, καὶ προβλέπουσα τὰς τῶν πνευμάτων ζάλας, ἐπιμελῶς ἦν οἰακίζουσα τὸ ἴδιον σκάφος τῇ εἰς Θεὸν εὐσεβείᾳ· καὶ γὰρ ἀχείμαστον αὐτὸ τῷ σωτηρίῳ λιμένι προσ ώρμισεν, ἄγκυραν ἀσφαλεστάτην τὴν εἰς Θεὸν πίστιν θεμένη. Ἀποστολικὸς μὲν οὖν αὐτῆς ὁ βίος, διὰ πί στεως καὶ ἀκτημοσύνης συσφιγγόμενος, ἔτι γε μὴν ἀγάπῃ καὶ ταπεινοφροσύνῃ διαλάμπων. Αὕτη τοῦ
4