4
ἐπανέστησάν μοι.» 5.14 Καὶ πάλιν λέγει· «Ἰδού, τέθεικά μου τὸν νῶτον εἰς μάστιγας, καὶ τὰς σιαγόνας εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου ἔθηκα ὡς στερεὰν πέτραν.»
6.1a Ὅτε οὖν ἐποίησεν τὴν ἐντολήν, τί λέγει; «Τίς ὁ κρινόμενός μοι; ἀντιστήτω μοι· ἢ τίς ὁ δικαιούμενός μοι; ἐγγισάτω τῷ παιδὶ κυρίου. Οὐαὶ ὑμῖν, ὅτι ὑμεῖς πάντες παλαιωθήσεσθε ὡς ἱμάτιον καὶ σὴς καταφάγεται ὑμᾶς.» 6.2a Καὶ πάλιν λέγει ὁ προφήτης, ἐπεὶ ὡς λίθος ἰσχυρὸς ἐτέθη εἰς συντριβήν· «Ἰδού, ἐμβαλῶ εἰς τὰ θεμέλια Σιὼν λίθον πολυτελῆ, ἐκλεκτόν, ἀκρογωνιαῖον, ἔντιμον.» Εἶτα τί λέγει; «Καὶ ὁ πιστεύων εἰς αὐτὸν ζήσεται εἰς τὸν αἰῶνα.» 6.3a Ἐπὶ λίθον οὖν ἡμῶν ἡ ἐλπίς; μὴ γένοιτο· ἀλλ' ἐπεὶ ἐν ἰσχύϊ τέθεικεν τὴν σάρκα αὐτοῦ ὁ κύριος. Λέγει γάρ· «Καὶ ἔθηκέ με ὡς στερεὰν πέτραν.» 6.4a Λέγει δὲ πάλιν ὁ προφήτης· «Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας.» Καὶ πάλιν λέγει· «Αὕτη ἐστὶν ἡ ἡμέρα ἡ μεγάλη θαυμαστή, ἣν ἐποίησεν ὁ κύριος.» 6.5 Ἁπλούστερον ὑμῖν γράφω, ἵνα συνιῆτε· ἐγὼ περίψημα τῆς ἀγάπης ὑμῶν. 6.6a Τί οὖν λέγει πάλιν ὁ προφήτης; «Περιέσχον με συνα γωγὴ πονηρευομένων, ἐκύκλωσάν με ὡσεὶ μέλισσαι κηρίον, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.» Ἐν σαρκὶ οὖν αὐτοῦ μέλλοντος φανεροῦσθαι καὶ πάσχειν, προεφανε ρώθη τὸ πάθος. 6.7 Λέγει γὰρ ὁ προφήτης ἐπὶ τὸν Ἰσραήλ· Οὐαὶ τῇ ψυχῇ αὐτῶν, ὅτι βεβούλευνται βουλὴν πονηρὰν καθ' ἑαυτῶν, εἰπόντες· «∆ήσωμεν τὸν δίκαιον, ὅτι δύσχρη στος ἡμῖν ἐστίν.» 6.8 Τί λέγει ὁ ἄλλος προφήτης Μωϋσῆς αὐτοῖς; «Ἰδού, τάδε λέγει κύριος ὁ θεός· Εἰσέλθετε εἰς τὴν γῆν τὴν ἀγαθήν, ἣν ὤμοσεν κύριος τῷ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, καὶκατακληρονομήσατε αὐτήν, γῆν ῥέουσαν γάλα καὶ μέλι.» 6.9a Τί δὲ λέγει ἡ γνῶσις; μάθετε. «Ἐλπίσατε», φησίν, «ἐπὶ τὸν ἐν σαρκὶ μέλλοντα φανεροῦσθαι ὑμῖν Ἰησοῦν.» Ἄνθρωπος γὰρ γῆ ἐστιν πάσχουσα· ἀπὸ προσώπου γὰρ τῆς γῆς ἡ πλάσις τοῦ Ἀδὰμ ἐγένετο. Τί οὖν λέγει; «Εἰς τὴν γῆν τὴν ἀγαθήν, γῆν ῥέουσαν γάλα καὶ μέλι.» 6.10a Εὐλογητὸς ὁ κύριος ἡμῶν, ἀδελφοί, ὁ σοφίαν καὶ νοῦν θέμενος ἐν ἡμῖν τῶν κρυφίων αὐτοῦ. Λέγει γὰρ ὁ προ φήτης· «Παραβολὴν κυρίου τίς νοήσει, εἰ μὴ σοφὸς καὶ ἐπιστήμων καὶ ἀγαπῶν τὸν κύριον αὐτοῦ;» 6.11 Ἐπεὶ οὖν ἀνακαινίσας ἡμᾶς ἐν τῇ ἀφέσει τῶν ἁμαρτιῶν ἐποίησεν ἡμᾶς ἄλλον τύπον, ὡς παιδίον ἔχειν τὴν ψυχήν, ὡς ἂν δὴ ἀναπλάσσοντος αὐτοῦ ἡμᾶς. 6.12a Λέγει γὰρ ἡ γραφὴ περὶ ἡμῶν, ὡς λέγει τῷ υἱῷ· «Ποιήσωμεν κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν ἡμῶν τὸν ἄνθρωπον, καὶ ἀρχέτωσαν τῶν θηρίων τῆς γῆς καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν ἰχθύων τῆς θαλάσσης.» Καὶ εἶπεν κύριος, ἰδὼν τὸ καλὸν πλάσμα ἡμῶν· «Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν.» Ταῦτα πρὸς τὸν υἱόν. 6.13a Πάλιν σοι ἐπιδείξω, πῶς πρὸς ἡμᾶς λέγει· δευ τέραν πλάσιν ἐπ' ἐσχάτων ἐποίησεν. Λέγει δὲ κύριος· «Ἰδού, ποιῶ τὰ ἔσχατα ὡς τὰ πρῶτα.» Εἰς τοῦτο οὖν ἐκήρυξεν ὁ προφήτης· «Εἰσέλθετε εἰς γῆν ῥέου σαν γάλα καὶ μέλι καὶ κατακυριεύσατε αὐτῆς.» 6.14a Ἴδε οὖν, ἡμεῖς ἀναπεπλάσμεθα, καθὼς πάλιν ἐν ἑτέρῳ προ φήτῃ λέγει· «Ἰδού, λέγει κύριος, ἐξελῶ τούτων», τουτ έστιν ὧν προέβλεπεν τὸ πνεῦμα κυρίου, «τὰς λιθίνας καρδίας, καὶ ἐμβαλῶ σαρκίνας»- ὅτι αὐτὸς ἐν σαρκὶ ἔμελλεν φανεροῦσθαι καὶ ἐν ἡμῖν κατοικεῖν. 6.15 Ναὸς γὰρ ἅγιος, ἀδελφοί μου, τῷ κυρίῳ τὸ κατοικητήριον ἡμῶν τῆς καρδίας. 6.16a Λέγει γὰρ πάλιν κύριος· «Καὶ ἐν τίνι ὀφθήσομαι τῷ κυρίῳ τῷ θεῷ μου καὶ δοξασθήσομαι;» Λέγει· «Ἐξομολογήσομαί σοι ἐν ἐκκλησίᾳ ἀδελφῶν μου, καὶ ψαλῶ σοι ἀναμέσον ἐκκλησίας ἁγίων.» Οὐκοῦν ἡμεῖς ἐσμέν, οὓς εἰσήγαγεν εἰς τὴν γῆν τὴν ἀγαθήν. 6.17a Τί οὖν τὸ «γάλα» καὶ τὸ «μέλι»; ὅτι πρῶτον τὸ παιδίον μέλιτι, εἶτα γάλακτι ζωοποιεῖται· Οὕτως οὖν καὶ ἡμεῖς τῇ πίστει τῆς ἐπαγγελίας καὶ τῷ λόγῳ ζωοποιού μενοι ζήσομεν κατακυριεύοντες τῆς γῆς. 6.18a Προείρηκε δὲ ἐπάνω· «Καὶ αὐξανέσθωσαν καὶ πληθυνέσθωσαν καὶ ἀρχέτω σαν τῶν ἰχθύων.» Τίς οὖν ὁ δυνάμενος νῦν ἄρχειν θηρίων ἢ ἰχθύων ἢ πετεινῶν τοῦ οὐρανοῦ; Αἰσθάνεσθαι γὰρ