1

 2

 3

 4

 5

4

φρίσσεις ὑπηρέτην σεαυτὸν ποιῶν δαίμονος ὀλεθρίου, ἀλλ' ὑποδέχῃ κα κὸν, δι' οὗ ἐχθρὸς μὲν γενήσῃ τῶν μηδὲν ἀδικούν των, ἐχθρὸς δὲ Θεοῦ τοῦ ἀγαθοῦ καὶ ἀφθόνου; Φύγωμεν κακὸν ἀφόρητον.

Ὄφεώς ἐστι δίδαγμα, δαιμόνων εὕρημα, ἐχθροῦ ἐπισπορὰ, ἀῤῥαβὼν κο λάσεως, ἐμπόδιον εὐσεβείας, ὁδὸς ἐπὶ γέενναν, στέ ρησις βασιλείας. ∆ῆλοι δέ πως καὶ αὐτῷ τῷ προσ ώπῳ τυγχάνουσιν οἱ φθονοῦντες. Ὄμμα τούτοις ξηρὸν καὶ ἀλαμπὲς, παρειὰ κατηφὴς, ὁφρὺς συμπε 31.381 πτωκυῖα, ἡ ψυχὴ τῷ πάθει συγκεχυμένη, τὸ τῆς ἀληθείας κριτήριον ἐπὶ τῶν πραγμάτων οὐκ ἔχουσα. Οὐ πρᾶξις κατ' ἀρετὴν ἐπαινετὴ παρ' ἐκείνοις, οὐ λόγου δύναμις σεμνότητι κεκοσμημένη καὶ χάρισιν, οὐκ ἄλλο τι τῶν ζηλωτῶν καὶ περιβλέπτων οὐδέν. Ὥσπερ δὲ οἱ γῦπες πρὸς τὰ δυσώδη φέρονται, πολ λοὺς μὲν λειμῶνας, πολλοὺς δὲ ἡδεῖς καὶ εὐώδεις τόπους ὑπεριπτάμενοι· καὶ αἱ μυῖαι τὸ μὲν ὑγιαῖνον παρατρέχουσι, πρὸς δὲ τὸ ἕλκος ἐπείγονται· οὕτως οἱ βάσκανοι τὰς μὲν τοῦ βίου λαμπρότητας καὶ τὰ μεγέθη τῶν κατορθουμένων οὐδὲ προσβλέπουσι, τοῖς δὲ σαθροῖς ἐπιτίθενται· κἄν τι προσπταῖσαι συμβῇ, οἷα πολλὰ τὰ ἀνθρώπινα, τοῦτο δημοσιεύουσι, καὶ ἀπὸ τούτων τοὺς ἄνδρας γνωρίζειν βούλονται· ὥσπερ οἱ πονηροὶ τῶν ζωγράφων ἀπὸ τῆς ἐνδια στρόφου ῥινὸς, ἢ ἀπό τινος οὐλῆς ἢ κολοβώματος, ἐκ φύσεως ἢ ἐκ πάθους ἐπισυμβάντος, τὰς μορφὰς τῶν γραφομένων ἀποσημαίνοντες. ∆εινοὶ δὲ ταῖς εἰς τὸ χεῖρον παρατροπαῖς τὸ ἐπαινετὸν διαπτύσαι, καὶ ἐκ τῆς γείτονος κακίας τὴν ἀρετὴν διαβαλεῖν. Θρασὺν μὲν γὰρ λέγουσι τὸν ἀνδρεῖον, ἀνάλγητον δὲ τὸν σώ φρονα· τὸν δίκαιον ἀπηνῆ· κακοῦργον τὸν φρόνιμον. Καὶ τὸν μεγαλοπρεπῆ μὲν ὡς βάναυσον δια βάλλουσι, τὸν ἐλευθέριον δὲ ὡς ἄσωτον· πάλιν τὸν οἰκονομικὸν φειδωλόν. Καὶ ὅλως, πάντα τὰ τῆς ἀρε τῆς εἴδη οὐκ ἀπορεῖ παρ' αὐτοῖς ὀνόματος ἐκ τῆς ἀντικειμένης κακίας μετενεχθέντος. Τί οὖν; ἐν τῇ κατηγορίᾳ τοῦ κακοῦ τὸν λόγον στήσομεν; Ἀλλὰ τοῦτο ὥσπερ ἥμισύ τί ἐστι τῆς ἰατρείας. Τὸ μὲν γὰρ δεῖξαι τῷ κάμνοντι τῆς νόσου τὸ μέγε θος, ὥστε ἀξίαν ἐμποιῆσαι αὐτῷ τοῦ κακοῦ τὴν φροντίδα, οὐκ ἄχρηστον· τὸ δὲ ἄχρι τούτου καταλι πεῖν, μὴ πρὸς τὴν ὑγίειαν χειραγωγήσαντα, οὐδὲν ἕτερόν ἐστιν ἢ ἔκδοτον ἀφεῖναι τῇ ἀῤῥωστίᾳ τὸν κάμνοντα.

Τί οὖν; πῶς ἂν μὴ πάθοιμεν ἐξ ἀρχῆς τὴν νόσον, ἢ ὑπαχθέντες ἐκφύγοιμεν; Εἰ πρῶτον μὲν μηδὲν μέγα, μηδὲ ὑπερφυὲς τῶν ἀνθρωπίνων κρίνοιμεν· μὴ εὐπορίαν τὴν ἐν ἀνθρώποις· μὴ δόξαν τὴν ἀπανθοῦσαν· μὴ σώματος εὐεξίαν. Οὐ γὰρ ἐν τοῖς παρερχομένοις ὁριζόμεθα εἶναι τὸ ἀγαθὸν, ἀλλ' ἐπὶ αἰωνίων ἀγαθῶν καὶ ἀληθινῶν μετ ουσίαν κεκλήμεθα. Ὥστε ὁ πλουτῶν οὔπω ζηλωτός ἐστι διὰ τὸν πλοῦτον· οὐχ ὁ δυνάστης διὰ τὸν ὄγκον τοῦ ἀξιώματος, οὐχ ὁ ἰσχυρὸς διὰ τὴν ῥώμην τοῦ σώματος, οὐχ ὁ σοφὸς διὰ τὴν τοῦ λόγου περιου σίαν. Ὄργανα γάρ ἐστι ταῦτα τῆς ἀρετῆς τοῖς κα λῶς κεχρημένοις, οὐκ αὐτὰ ἐν ἑαυτοῖς ἔχοντα τὸ μα κάριον. Ὁ μὲν οὖν κακῶς αὐτοῖς κεχρημένος, ἐλεει νὸς, ὡς ὁ τῷ ξίφει, ὃ ἔλαβε πρὸς τὴν τῶν πολεμίων ἄμυναν, τούτῳ ἑκουσίως ἑαυτὸν κατατιτρώσκων· εἰ 31.384 δὲ καλῶς καὶ κατὰ τὸν ὀρθὸν λόγον τὰ παρόντα με ταχειρίζεται, καὶ οἰκονόμος ἐστὶ τῶν παρὰ Θεοῦ, οὐχὶ δὲ πρὸς ἰδίαν ἀπόλαυσιν θησαυρίζει, ἐπαινεῖσθαι καὶ ἀγαπᾶσθαι δίκαιός ἐστι διὰ τὸ φιλάδελφον καὶ κοινωνικὸν τοῦ τρόπου. Πάλιν φρονήσει τις διαφέ ρει, καὶ λόγῳ Θεοῦ τετίμηται, καὶ ἐξηγητής ἐστιν ἱερῶν λογίων· μὴ φθονήσῃς τῷ τοιούτῳ, μηδὲ βουληθῇς ποτε σιωπῆσαι τὸν τῶν ἱερῶν ὑποφήτην, εἰ τῇ τοῦ Πνεύματος χάριτι ἀποδοχή τις καὶ ἔπαινος ἐκ τῶν ἀκουόντων ἀκολουθεῖ. Σὸν γάρ ἐστι τὸ ἀγα θὸν, καί σοι ἐπέμφθη διὰ τοῦ ἀδελφοῦ τῆς διδασκα λίας τὸ δῶρον, ἐὰν ὑποδέξασθαι θέλῃς. Εἶτα, πηγὴν μὲν βρύουσαν οὐδεὶς ἐμφράσσει· καὶ ἡλίου λάμποντος οὐδεὶς τὰς ὄψεις ἐπικαλύπτει, οὐδὲ βασκαίνει ἐκείνοις, ἀλλ' ἑαυτῷ συνεύχεται τὴν ἀπόλαυσιν· λόγου δὲ πνευματικοῦ ἐν Ἐκκλησίᾳ βρύοντος, καὶ καρδίας εὐσεβοῦς ἐκ τῶν χαρισμάτων