1

 2

 3

 4

4

καταφρονεῖς, ἀγνοῶν, ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει; Κατὰ δὲ τὴν σκληρότητά σου, καὶ ἀμετανόητον καρδίαν, θησαυρίζεις ἑαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς. Ἐπεὶ τοίνυν οὔτε δυνατὸν σωθῆναι, μὴ ποιοῦντας τὰ κατ' ἐντολὴν τοῦ Θεοῦ ἔργα, οὔτε τὸ παριδεῖν τι τῶν προστεταγμένων ἀκίνδυνον (δεινὴ γὰρ ἡ ἔπαρσις κριτὰς ἡμᾶς τοῦ νομοθέτου καθέζεσθαι, καὶ τοὺς μὲν ἐγκρίνειν τῶν νόμων, τοὺς δὲ παραπέμπεσθαι), φέρε δὴ οἱ τῆς εὐσεβείας ἀγωνισταὶ, οἱ τὸν ἡσύχιον καὶ ἀπρά- γμονα βίον, ὡς συνεργὸν τῆς φυλακῆς τῶν εὐαγγελικῶν δογμάτων τιμήσαντες, κοινὴν φροντίδα καὶ βουλὴν προθώμεθα, ὅπως ἂν μηδὲν ἡμᾶς διαφύγῃ τῶν ἐντεταλμένων. Εἰ γὰρ δεῖ τέλειον εἶναι τὸν τοῦ Θεοῦ ἄνθρωπον (καθὼς γέγραπται, καὶ ὁ λόγος ἐν τοῖς πρὸ τούτων ἀπέδειξεν), ἀνάγκη πᾶσα διὰ πάσης ἐντολῆς καθαρισθῆναι εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, ἐπεὶ καὶ κατὰ τὸν θεῖον νόμον, κἂν καθαρὸν ᾖ τὸ λελωβημένον, ἀπρόσδεκτον εἰς θυσίαν τῷ Θεῷ. Οὗπερ ἂν οὖν ἕκαστος ἐνδεῶς ἔχειν ἡγῆται, τοῦτο εἰς κοινὴν προτιθέτω διάσκεψιν. Ῥᾷον γὰρ ἂν ἐν τῇ φιλοπόνῳ τῶν πλειόνων διερευνήσει τὸ λανθάνον ἐξευρεθείη, Θεοῦ, δηλονότι, κατὰ τὴν ἐπαγγελίαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, χαριζομένου ἡμῖν τοῦ ζητουμένου τὴν εὕρεσιν διδασκαλίᾳ καὶ ὑπομνήσει τοῦ ἁγίου Πνεύματος. Ὥσπερ οὖν ἐμοὶ ἀνάγκη ἐπίκειται, καὶ οὐαί μοί ἐστιν, ἐὰν μὴ εὐαγγελίζωμαι· οὕτω καὶ ὑμῖν ἴσος ἀγὼν ἀποῤῥᾳθυμήσασι πρὸς τὴν ἐξέτασιν, ἢ ἀτόνως καὶ ἐκλελυμένως πρός τε τὴν φυλακὴν τῶν παραδεδομένων καὶ τὴν διὰ τῶν ἔργων πλήρωσιν διατεθεῖσιν.

∆ιότι φησὶν ὁ Κύριος· Ὁ λόγος ὃν ἐλάλησα, ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ· καὶ, ∆οῦλος ὁ μὲν μὴ γνοὺς τὸ θέλημα τοῦ Κυρίου ἑαυτοῦ, ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας· ὁ δὲ γνοὺς, καὶ μὴ ποιήσας, μηδὲ ἑτοιμάσας ἑαυτὸν πρὸς τὸ θέλημα αὐτοῦ, δαρήσεται πολλάς. Εὐξώμεθα οὖν ἐμοὶ τὴν οἰκονομίαν τοῦ λόγου ἄμεμπτον, καὶ ὑμῖν ἔγκαρπον τὴν διδασκαλίαν γενέσθαι. Ὡς οὖν εἰδότες, ὅτι ἀντιπρόσωποι ἡμῖν οἱ τῆς θεοπνεύστου Γραφῆς λόγοι στήσονται ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ (Ἐλέγξω γάρ σε, φησὶ, καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας σου), 31.901 οὕτω καὶ πρόσχωμεν νηφόντως τοῖς λεγομένοις, καὶ εἰς ἔργον προαγαγεῖν τὰ θεῖα διδάγματα σπουδαίως ἐπειχθῶμεν, ὅτι οὐκ οἴδαμεν ποίᾳ ἡμέρᾳ ἢ ὥρᾳ ὁ Κύριος ἡμῶν ἔρχεται.