οὐράνιος", 1.13.5 συναγωγὴ εὐλογημένη. τάχα δὲ ὡς ἐκ τῆς αὐτῆς οὐσίας τῶν ἐκλεκτῶν κατὰ τὸ ὑποκείμενον γενομένων, καὶ ὡς τοῦ αὐτοῦ τέλους τευξομένων. 1.14.1 Τὰ δαιμόνια "ἀσώματα" εἴρηται, οὐχ ὡς σῶμα μὴ ἔχοντα (ἔχει γὰρ καὶ σχῆμα· διὸ καὶ συναίσθησιν κολάσεως ἔχει), ἀλλ' ὡς πρὸς σύγκρισιν τῶν σῳζομένων σωμάτων πνευμα τικῶν σκιὰ ὄντα ἀσώματα εἴρηται. 1.14.2 Καὶ οἱ Ἄγγελοι σώματά εἰσιν· ὁρῶνται γοῦν. Ἀλλὰ καὶ ἡ ψυχὴ σῶμα. Ὁ γοῦν Ἀπόστολος· "Σπείρεται μὲν γὰρ σῶμα ψυχι 1.14.3 κόν, ἐγείρεται δὲ σῶμα πνευματικόν". Πῶς δὲ καὶ αἱ κολαζόμεναι ψυχαὶ συναισθάνονται μὴ σώματα οὖσαι; "Φοβήθητε" γοῦν λέγει "τὸν μετὰ θάνατον δυνάμενον καὶ ψυχὴν καὶ σῶμα εἰς 1.14.4 γέενναν βαλεῖν"· τὸ γὰρ φαινόμενον οὐ πυρὶ καθαίρεται, ἀλλ' εἰς γῆν ἀναλύεται. Ἄντικρυς δὲ ἀπὸ τοῦ Λαζάρου καὶ τοῦ πλουσίου διὰ τῶν σωματικῶν μελῶν σῶμα εἶναι δείκνυται ἡ ψυχή.
1.15.1 "Ὡς δὲ ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου", τοῦ πνευματικοῦ, κατὰ προκοπὴν τελειού μενοι· πλὴν πάλιν εἰκόνα λέγει, ὡς εἶναι σώματα πνευματικά. 1.15.2 Καὶ πάλιν· "Ἄρτι βλέπομεν δι' ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον." Αὐτίκα γὰρ ἀρχόμεθα γινώσκειν **. Οὗ δὲ "πρόσωπον" καὶ ἰδέα καὶ σχῆμα καὶ σῶμα. Σχῆμα μὲν οὖν σχήματι θεωρεῖται, καὶ πρόσωπον προσώπῳ, καὶ ἐπιγινώσκεται τὰ γνωρίσματα τοῖς σχήμασι καὶ ταῖς οὐσίαις. 1.16.1 Καὶ ἡ περιστερὰ δὲ σῶμα ὤφθη, ἣν οἳ μὲν τὸ ἅγιον Πνεῦμά φασιν, οἱ δὲ ἀπὸ Βασιλείδου τὸν διάκονον, οἱ δὲ ἀπὸ Οὐαλεντίνου τὸ Πνεῦμα τῆς Ἐνθυμήσεως τοῦ Πατρός, τὸ τὴν κατέλευσιν πε ποιημένον ἐπὶ τὴν τοῦ Λόγου σάρκα. Ἔστιν Ἰησοῦς καὶ ἡ Ἐκκλησία καὶ ἡ Σοφία δι' ὅλων κρᾶσις τῶν σωμάτων δυνατὴ κατὰ τοὺς Οὐαλεντινιανούς. 1.17.2 Ἡ γοῦν ἀνθρωπίνη μίξις ἡ κατὰ γάμον ἐκ δυεῖν μεμιγμένων σπερμάτων ἑνὸς γένεσιν παιδίου ἀποτελεῖ, καὶ τὸ σῶμα εἰς γῆν ἀναλυθὲν κέκραται τῇ γῇ καὶ τὸ ὕδωρ τῷ οἴνῳ· τὰ δὲ κρείττω καὶ διαφορώτερα σώματα ῥᾳδίαν ἴσχει τὴν κρᾶσιν· πνεῦμα γοῦν πνεύματι μίγνυται.
1.17.3 Ἐμοὶ δὲ δοκεῖ κατὰ παράθεσιν τοῦτο γενέσθαι, 1.17.3 ἀλλ' οὐ κατὰ κρᾶσιν. Μή τι οὖν ἡ θεία δύναμις διήκουσα τὴν ψυχὴν ἁγιάζει αὐτὴν κατὰ τὴν τελευταίαν προκοπήν; "Ὁ γὰρ Θεὸς πνεῦμα, 1.17.4 ὅπου θέλει πνεῖ"· ἡ γὰρ δύναμις οὐ κατ' οὐσίαν διήκει, ἀλλὰ κατὰ δύναμιν καὶ ἰσχύν· παράκειται δὲ τὸ Πνεῦμα τῷ πνεύματι, ὡς τὸ πνεῦμα τῇ ψυχῇ. 1.18.1 Ὁ Σωτὴρ ὤφθη κατιὼν "τοῖς Ἀγγέλοις"· διὸ καὶ "εὐηγγελίσαντο" αὐτόν. Ἀλλὰ καὶ τῷ Ἀβραὰμ καὶ τοῖς λοιποῖς ∆ικαίοις, τοῖς ἐν τῇ ἀναπαύσει οὖσιν ἐν τοῖς δεξιοῖς, ὤφθη· "Ἠγαλλιάσατο" γάρ, φησίν, "ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν", τὴν ἐν σαρκὶ 1.18.2 παρουσίαν· Ὅθεν, ἀναστὰς ὁ Κύριος, εὐηγ γελίσατο τοὺς ∆ικαίους τοὺς ἐν τῇ ἀναπαύσει, καὶ μετέστησεν αὐτοὺς καὶ μετέθηκεν, καὶ πάντες "ἐν τῇ σκιᾷ αὐτοῦ ζήσονται." Σκιὰ γὰρ τῆς δόξης τοῦ Σωτῆρος τῆς παρὰ τῷ Πατρὶ ἡ παρουσία ἡ ἐνταῦθα· φωτὸς δὲ σκιὰ οὐ σκότος, ἀλλὰ φωτισμός ἐστιν. 1.19.1 "Καὶ ὁ Λόγος σὰρξ ἐγένετο", οὐ κατὰ τὴν παρουσίαν μόνον ἄνθρωπος γενόμενος, ἀλλὰ καὶ "ἐν Ἀρχῇ" ὁ ἐν ταὐτότητι Λόγος, κατὰ "περιγραφὴν" καὶ οὐ κατ' οὐσίαν γενόμενος ὁ Υἱός. 1.19.2 Καὶ πάλιν "σὰρξ ἐγένετο" διὰ προφητῶν ἐνεργήσας. Τέκνον δὲ τοῦ ἐν ταὐτότητι Λόγου ὁ Σωτὴρ εἴρηται. ∆ιὰ τοῦτο "ἐν Ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν· ὃ γέγονεν ἐν αὐτῷ, Ζωή ἐστιν"· Ζωὴ δὲ ὁ Κύριος. 1.19.3 Καὶ ὁ Παῦλος· "Ἔνδυσαι τὸν καινὸν Ἄνθρωπον τὸν κατὰ Θεὸν κτισθέντα", οἷον· εἰς αὐτὸν πίστευσον τὸν ὑπὸ τοῦ Θεοῦ "κατὰ Θεόν"τὸν ἐν Θεῷ Λόγον"κτισθέντα". ∆ύναται δὲ τὸ "κατὰ Θεὸν κτισθέντα" τὸ εἰς ὃ μέλλει τέλος προκοπῆς φθάνειν ὁ ἄνθρωπος μηνύειν ἐπ' ἴσης τῷ "ἀπόλαβε τὸ εἰς ὃ ἐκτίσθης τέλος.".
1.19.4 Καὶ ἔτι σαφέστερον καὶ διαρρήδην ἐν ἄλλοις λέγει· "Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου". Εἶτα ἐπιφέρει· "Πρωτότοκος πάσης κτίσεως". -"Ἀοράτου" μὲν γὰρ "Θεοῦ εἰκόνα" τὸν υἱὸν λέγει τοῦ Λόγου τοῦ ἐν ταὐτότητι· "Πρωτότοκον δὲ