καὶ εἰς σωτηρίαν καθο1.3.9.4 δηγεῖ. Ἀγαπῶμεν οὖν τὰς ἐντολὰς δι' ἔργων τοῦ κυρίου, καὶ γὰρ ὁ λόγος αὐτὸς ἐναργῶς σὰρξ γενόμενος τὴν αὐτὴν ἀρετὴν πρακτικὴν ἅμα καὶ θεωρητικὴν ἐπιδεικνύς, καὶ δὴ νόμον ὑπολαμβάνοντες τὸν λόγον, τὰς ἐντολὰς καὶ τὰς ὑποθημοσύνας αὐτοῦ ὡς συντόμους ὁδοὺς καὶ συντόνους εἰς ἀιδιότητα γνωρίσωμεν· πειθοῦς γὰρ ἀνάπλεω, οὐ φόβου, τὰ προστάγματα. 1.4.t.1 Ὅτι ἐπ' ἴσης ἀνδρῶν καὶ γυναικῶν ὁ λόγος παιδαγωγός ἐστιν. Ταύτην τοίνυν πλέον τὴν ἀγαθὴν ἀσπασάμενοι πειθαρχίαν σφᾶς αὐτοὺς ἐπιδῶμεν κυρίῳ, τὸν βεβαιότατον τῆς πίστεως αὐτοῦ ἐξαψάμενοι κάλων, τὴν αὐτὴν ἀρετὴν ἀνδρὸς καὶ 1.4.10.2 γυναικὸς εἶναι νενοηκότες. Εἰ γὰρ ἀμφοῖν ὁ θεὸς εἷς, εἷς δὲ καὶ ὁ παιδαγωγὸς ἀμφοῖν. Μία ἐκκλησία, μία σωφροσύνη, αἰδὼς μία, ἡ τροφὴ κοινή, γάμος συζύγιος, ἀναπνοή, ὄψις, ἀκοή, γνῶσις, ἐλπίς, ὑπακοή, ἀγάπη, ὅμοια πάντα· ὧν δὲ κοινὸς μὲν ὁ βίος, κοινὴ δὲ ἡ χάρις, κοινὴ δὲ καὶ ἡ σωτηρία, κοινὴ 1.4.10.3 τούτων καὶ ἡ ἀρετὴ καὶ ἡ ἀγωγή. Ἐν γὰρ τῷ αἰῶνι τούτῳ, φησίν, γαμοῦσι καὶ γαμίσκονται, ἐν ᾧ δὴ μόνῳ τὸ θῆλυ τοῦ ἄρρενος διακρίνεται, ἐν ἐκείνῳ δὲ οὐκέτι, ἔνθα τοῦ κοινωνικοῦ καὶ ἁγίου τούτου βίου τοῦ ἐκ συζυγίας τὰ ἔπαθλα οὐκ ἄρρενι καὶ θηλείᾳ, ἀνθρώπῳ δὲ ἀπόκειται ἐπιθυμίας διχαζούσης αὐτὸν κεχωρισμένῳ. Κοινὸν οὖν καὶ τοὔνομα ἀνδράσιν 1.4.11.1 καὶ γυναιξὶν ὁ ἄνθρωπος. Ταύτῃ μοι δοκοῦσιν οἱ Ἀττικοὶ παιδάριον ἐπικοίνως οὐ μόνον τὸ ἄρρεν ἀλλὰ καὶ τὸ θῆλυ κεκληκέναι, εἴ τῳ πιστὸς καταφαίνεται ὁ κωμικὸς ἐν Ῥαπιζομένῃ Μένανδρος ὧδέ πως λέγων τοὐμὸν θυγάτριον, ... πάνυ γάρ ἐστι τῇ φύσει φιλάνθρωπον τὸ παιδάριον σφόδρα. 1.4.11.2 Ἄρνες δὲ δὴ ἐπίκοινόν ἐστιν ἀφελείας ὄνομα ἄρρενός τε καὶ θήλεος ζῴου· αὐτὸς δὲ ἡμᾶς ὁ κύριος ποιμαίνει εἰς τοὺς αἰῶνας, ἀμήν. Ἄνευ δὲ ποιμένος οὔτε πρόβατα οὔτε ἄλλο οὐδέν πω βιωτέον, οὐδὲ δὴ παῖδας ἄνευ τοῦ παιδαγωγοῦ, οὐδὲ μὴν οἰκέτας ἄνευ τοῦ δεσπότου. 1.5.t.1 Ὅτι πάντες οἱ περὶ τὴν ἀλήθειαν καταγινόμενοι παῖδες παρὰ τῷ θεῷ. Ὅτι μὲν οὖν ἡ παιδαγωγία παίδων ἐστὶν ἀγωγή, σαφὲς ἐκ τοῦ ὀνόματος· λοιπὸν δέ ἐστι τοὺς παῖδας ἐπιθεωρῆσαι, οὓς αἰνίττεται ἡ γραφή, εἶτα τὸν παιδαγωγὸν αὐτοῖς ἐπιστῆσαι. Οἱ παῖδες ἡμεῖς· πολλαχῶς δὲ ἡμᾶς ἐξυμνεῖ πολυτρόπως τε ἀλληγορεῖ ὀνόμασι ποικίλοις τὸ ἀφελὲς τῆς πίστεως ἐξαλλάτ1.5.12.2 τουσα ἡ γραφή. Ἐν γοῦν τῷ εὐαγγελίῳ· σταθείς, φησίν, ὁ κύριος ἐπὶ τῷ αἰγιαλῷ πρὸς τοὺς μαθητάς-ἁλιεύοντες δὲ ἔτυχον-ἐνεφώνησέν τε, παιδία, μή τι ὄψον ἔχετε; τοὺς 1.5.12.3 ἤδη ἐν ἕξει τῶν γνωρίμων παῖδας προσειπών. Προσήνεγκάν τε αὐτῷ, φησί, παιδία εἰς χειροθεσίαν εὐλογίας, κωλυόντων δὲ τῶν γνωρίμων, εἶπεν ὁ Ἰησοῦς ἄφετε τὰ παιδία καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με· τῶν γὰρ τοιούτων ἐστὶν ἡ 1.5.12.4 βασιλεία τῶν οὐρανῶν. Τί βούλεται τὸ λεχθέν, αὐτὸς διασαφήσει ὁ κύριος λέγων ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία ταῦτα, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, οὐ τὴν ἀναγέννησιν ἐνταῦθα ἀλληγορῶν, ἀλλὰ τὴν ἐν παισὶν ἁπλότητα εἰς ἐξομοίωσιν παρακατατιθέμενος ἡμῖν. 1.5.12.5 Τοὺς παῖδας ἡμᾶς καὶ τὸ προφητικὸν ἐκδέχεται πνεῦμα· δρεψάμενοι, φησί, κλάδους ἐλαίας ἢ φοινίκων οἱ παῖδες ἐξῆλθον εἰς ὑπάντησιν κυρίῳ καὶ ἐκέκραγον λέγοντες, ὡσαννὰ τῷ υἱῷ ∆αβίδ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, φῶς καὶ δόξα καὶ αἶνος μεθ' ἱκετηρίας τῷ κυρίῳ· τουτὶ γὰρ 1.5.13.1 ἐμφαίνει ἑρμηνευόμενον Ἑλλάδι φωνῇ τὸ ὡσαννά. Καί μοι δοκεῖ ἡ γραφὴ ταύτην αἰνιττομένη τὴν προφητείαν τὴν προειρημένην ἐν ὀνείδους μέρει τοῖς ῥᾳθύμοις ἐγκαλεῖν· Οὐδέποτε ἀνέγνωτε ὅτι ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω 1.5.13.2 αἶνον. Τοῦτό τοι καὶ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ