1

 2

 3

 4

 5

4

πλήθει προσαντιβαλλέτωσαν, ἵν' ἐπιφαίνωνται, καὶ τὰ δέοντα ἐπὶ τῇ τοῦ προκαθεζομένου γνώμῃ παρεχέτωσαν· τοῦτο δὲ κἂν λάθρα αὐτοῦ ποιῶσιν, οὐχ ἁμαρτάνουσιν. ταῦτα μὲν οὖν καὶ τὰ τούτοις ὅμοια οἱ διάκονοι προνοείτωσαν.

Oἱ κατηχοῦντες πρῶτον κατηχηθέντες κατηχείτωσαν· ὅτι περὶ ψυχῆς ἀνθρώπων τὸ ἔργον· πρὸς γὰρ τὰς πολλὰς τῶν μανθανόντων γνώμας συναρμόζεσθαι δεῖ τὸν τῶν λόγων ὑφηγητήν. πολυμαθῆ οὖν καὶ ἀνεπίληπτον πέπειρόν τε καὶ ἄδειλον τὸν κατηχοῦντα εἶναι δεῖ, ὡς αὐτοὶ εἴσεσθε Κλήμεντα μετ' ἐμὲ κατηχεῖν μέλλοντα· πολὺ γάρ ἐστιν ἐμὲ νῦν τὸ κατ' εἶδος λέγειν. πλὴν ἐὰν ὁμονοήσητε, δυνήσεσθε εἰς τὸν τῆς ἀναπαύσεως ἐνεχθῆναι λιμένα, ἔνθα μεγάλου βασιλέως ἐστὶν εἰρηνικὴ πόλις.

Ἔοικεν γὰρ ὅλον τὸ πρᾶγμα τῆς ἐκκλησίας νηὶ μεγάλῃ, διὰ σφοδροῦ χειμῶνος ἄνδρας φερούσῃ ἐκ πολλῶν τόπων ὄντας καὶ μίαν τινὰ ἀγαθῆς βασιλείας πόλιν οἰκεῖν θέλοντας. ἔστω μὲν οὖν ὑμῖν ὁ ταύτης δεσπότης θεὸς καὶ παρεικάσθω ὁ μὲν κυβερνήτης Χριστῷ, ὁ πρωρεὺς ἐπισκόπῳ, οἱ ναῦται πρεσβυτέροις, οἱ τοίχαρχοι διακόνοις, οἱ ναυστολόγοι τοῖς κατηχοῦσιν, τοῖς ἐπιβάταις τὸ τῶν ἀδελφῶν πλῆθος, τῷ βυθῷ ὁ κόσμος, αἱ ἀντίπνοιαι τοῖς πειρασμοῖς, οἱ δὲ διωγμοὶ καὶ οἱ κίνδυνοι καὶ παντοδαπαὶ θλίψεις ταῖς τρικυμίαις, τὰ δὲ ἀπόγεια τῶν χειμάρρων [καὶ τὰ] φυσήματα ταῖς τῶν πλάνων καὶ ψευδοπροφητῶν ὁμιλίαις, τὰ δὲ ἀκρωτήρια καὶ τὰ τραχέα τῶν τόπων τοῖς ἐν ὑπεροχαῖς δεινὰ ἀπειλοῦσι δικασταῖς, διθάλασσοι δὲ καὶ θηριώδεις τόποι τοῖς ἀλογίστοις καὶ ἐνδοιάζουσι περὶ τῶν τῆς ἀληθείας ἐπαγγελμάτων. οἱ ὑποκριταὶ τοῖς πειραταῖς παρεικασμένοι νοείσθωσαν.

Πλὴν ἰσχυρὰν ἴλιγγα καὶ ταρταρέαν χάρυβδιν καὶ φόνια προσρήγματα καὶ θανατώδεις διαλύσεις μόνας τὰς ἁμαρτίας [αἰτίας] εἶναι νομίζετε. ἵνα οὖν οὐρίᾳ πλέοντες εἰς τὸν λιμένα τῆς ἐλπιζομένης πόλεως ἀκινδυνότερον ἐνεχθῆτε, ἐπηκόως εὔχεσθε· εὐχαὶ δὲ ἐπήκοοι γίνονται ταῖς εὐπραγίαις. εὐσταθείτωσαν οὖν οἱ ἐπιβάται ἑδραῖοι ἐπὶ τῶν ἰδίων καθεζόμενοι τόπων, ἵνα μὴ τῇ ἀταξίᾳ σεισμὸν ἢ ἑτεροκλινίαν παρέχωσιν. οἱ ναυστολόγοι τοὺς μισθοὺς ὑπομιμνησκέτωσαν. οἱ διάκονοι μηδὲν ἀμελείτωσαν ὧν ἐπιστεύθησαν. οἱ πρεσβύτεροι ὥσπερ ναῦται καταρτιζέτωσαν ἐπιμελῶς τὰ χρῄζοντα ἑκάστῳ. ὁ ἐπίσκοπος ὡς πρωρεὺς ἐγρηγορὼς τοῦ κυβερνήτου μόνου τοὺς λόγους ἀντιβαλλέτω. ὁ Χριστὸς ὡς σωτὴρ κυβερνήτης φιλείσθω καὶ μόνος περὶ ὧν λέγει πιστευέσθω. οἱ δὲ πάντες τῷ θεῷ περὶ τοῦ οὐρίᾳ πλέειν προσευχέσθωσαν. οἱ πλέοντες πᾶσαν θλίψιν προσδοκάτωσαν ὡς μέγαν καὶ ταραχώδη βυθὸν παραπλέοντες τὸν κόσμον· ὁτὲ μὲν ἀθυμοῦντες, διωκόμενοι, σκορπιζόμενοι, πεινῶντες, διψῶντες, γυμνητεύοντες, στενοχωρούμενοι, καὶ πάλιν [ὁτὲ μὲν] ἑνούμενοι, συναλιζόμενοι, ἡσυχάζοντες· ἀλλὰ καὶ ναυτιῶντες, ἰλιγγιῶντες, ἀπερῶντες (τουτέστιν ἐξομολογούμενοι τὰ παραπτώματα ὥσπερ νοσοποιοὺς χολάς, τὰς ἐκ πικρίας ἁμαρτίας λέγω καὶ τὰ ἐξ ἐπιθυμιῶν ἀτάκτων σωρευθέντα κακά, ἅτινα τῷ ὁμολογῆσαι ὥσπερ ἀπεράσαντες κουφίζεσθε τῆς νόσου, προσιέμενοι τὴν ἐκ τῆς ἐπιμελείας σωτήριον ὑγείαν). πλὴν γινώσκετε πάντες πάντων ὑμῶν πλεῖον κάμνοντα τὸν ἐπίσκοπον, ὅτι ἕκαστος ὑμῶν τὴν αὑτοῦ θλίψιν πάσχει, αὐτὸς δὲ τὴν αὑτοῦ καὶ τὴν ἑκάστου. διό, ὦ Κλήμης, ἑκάστῳ κατὰ τὸ δυνατὸν προκαθέσθητι βοηθός, τὰς πάντων φορτισθεὶς φροντίδας. ὅθεν τὸ σὲ οἰκονομεῖν ἀναδέξασθαι χάριν οἶδα εἰληφώς, οὐ δεδωκώς. ἀλλὰ θάρρει καὶ γενναίως φέρε ὡς εἰδὼς ὅτι ἀποδώσει σοι ὁ θεὸς εἰς τὸν λιμένα τῆς ἀναπαύσεως καταντήσαντι τὸ μέγιστον τῶν ἀγαθῶν, ἀναφαίρετον μισθόν, καθότι ὑπὲρ τῆς τῶν πάντων σωτηρίας τὸν μείζονα ἀνεδέξω κάματον. ὥστε ἐάν σε πολλοὶ τῶν ἀδελφῶν διὰ ἐπ' ἄκρον δικαιοσύνην μισήσωσιν, τὸ αὐτῶν μὲν μῖσος οὐδέν σε βλάψει, ἡ δὲ τοῦ